← 埃斯基涅斯

论使职不称职

§56-62

狄摩西尼与菲洛克拉忒斯的勾结与推翻盟邦决议

埃斯基涅斯论证真正与菲洛克拉忒斯勾结的是狄摩西尼而非自己,并揭露狄摩西尼如何捏造出使在外的使团已经归来的谎言、废除盟邦决议,并不当提前强推和平与同盟审议的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56

Μαρτυρία τὴν μὲν τοίνυν κοινωνίαν τῶν περὶ τῆς εἰρήνης πράξεων οὐκ ἐμὴν καὶ Φιλοκράτους, ἀλλὰ Δημοσθένους καὶ Φιλοκράτους εὑρίσκετε, καὶ τὰς πίστεις τῶν εἰρημένων ἱκανὰς ὑμῖν οἶμαι παρεσχῆσθαι· τῶν μὲν γὰρ ἀπηγγελμένων ὑμεῖς ἐστέ μοι μάρτυρες, τῶν δʼ ἐν Μακεδονίᾳ ῥηθέντων καὶ τῶν κατὰ τὴν πορείαν ἡμῖν συμβάντων τοὺς συμπρέσβεις ὑμῖν μάρτυρας παρεσχόμην. τῆς δὲ ὑπὸ Δημοσθένους ἀρτίως εἰρημένης κατηγορίας ἠκούσατε καὶ μέμνησθε, ἧς τὴν ἀρχὴν ἐποιήσατο ἀπὸ τῆς δημηγορίας ἣν εἶπον ἐγὼ περὶ τῆς εἰρήνης.

证词 那么,关于和谈事务的结盟并非出于我和菲洛克拉忒斯之间,而是出于狄摩西尼与菲洛克拉忒斯之间,这是你们可以看清的,而且我认为关于所言各点已向你们提供了充分的凭据。因为对于汇报的内容,你们大家就是我的证人;而对于在马其顿所说的言论以及在路途中发生在我们身上的事,我已向你们提供了同僚使节们作为证人。你们也听过并记得狄摩西尼刚才提出的控告,他把这一控告的开端建立在我关于和平所发表的公开演说之上。

§57

πάντα δὲ ἐν τῷ μέρει τούτῳ τῆς κατηγορίας ἐψευσμένος, ἐπὶ τῷ καιρῷ τούτῳ δεινῶς ἐσχετλίασε. τοὺς γὰρ λόγους τούτους ἐναντίον φησὶ τῶν πρέσβεων λέγεσθαι οὓς ἔπεμψαν πρὸς ὑμᾶς οἱ Ἕλληνες μεταπεμφθέντες ὑπὸ τοῦ δήμου, ἵνα κοινῇ καὶ πολεμοῖεν, εἰ δέοι, Φιλίππῳ, καὶ τῆς εἰρήνης, εἰ τοῦτο εἶναι δοκοίη συμφέρον, μετέχοιεν. σκέψασθε δὴ πράγματος μεγάλου κλοπὴν καὶ δεινὴν ἀναισχυντίαν τἀνθρώπου. τῶν γὰρ πρεσβειῶν,1 ἃς ἐξεπέμψατε εἰς τὴν Ἑλλάδα ἔτι τοῦ πολέμου τοῦ πρὸς Φίλιππον ὑμῖν ἐνεστηκότος, οἱ μὲν χρόνοι τῆς αἱρέσεως καὶ τὰ τῶν πρεσβευσάντων ὀνόματα ἐν τοῖς δημοσίοις ἀναγέγραπται γράμμασι, τὰ δὲ σώματά ἐστιν αὐτῶν οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ Ἀθήνησι· ταῖς δὲ ξενικαῖς πρεσβείαις ἡ βουλὴ τὰς εἰς τὸν δῆμον προσόδους προβουλεύει· οὗτος δʼ ἐφεστάναι τὰς ἀπὸ τῶν Ἑλλήνων φησὶ πρεσβείας.

然而在指控的这一部分中,他全盘捏造,并对这一特定关头大加愤激抗议。因为他声称,这些言辞是在受民众大会召请的希腊各邦派往你们这里的使节面前发表的,目的是为了在必要时与菲力共同作战,并在认为有利时共享和平。请看这人对重大事实的剽窃篡改和令人发指的无耻!因为关于那些使团——在与菲力的战争仍在你们身上进行时你们派往希腊各地的使团,其选派的时间以及担任使节者的姓名均已登记在公共档案中,而他们的肉身不在马其顿,却在雅典;对于外国使团,议事会会起草引见至公民大会的预审议案;而此人竟声称来自希腊各邦的使团当时已在场!

§59

παρελθὼν τοίνυν, Δημόσθενες, ἐπὶ τὸ βῆμα τοῦτο ἐν τῷ ἐμῷ λόγῳ, εἰπὲ πόλεως ἧστινος βούλει τῶν Ἑλληνίδων τοὔνομα ἐξ ἧς ἀφῖχθαι τότε φῂς τοὺς πρέσβεις· καὶ τὰ προβουλεύματα αὐτῶν ἐκ τοῦ βουλευτηρίου δὸς ἀναγνῶναι, καὶ τοὺς Ἀθηναίων κάλει πρέσβεις, οὓς ἐξέπεμψαν ἐπὶ τὰς πόλεις, μάρτυρας. κἂν παρεῖναι καὶ μὴ ἀποδημεῖν, ὅτε ἡ πόλις τὴν εἰρήνην ἐποιεῖτο, μαρτυρήσωσιν, ἢ τὰς πρὸς τὴν βουλὴν αὐτῶν προσόδους καὶ τὰ ψηφίσματα ἂν παράσχῃ ἐν ᾧ σὺ φῂς ὄντα χρόνῳ, καταβαίνω καὶ θανάτου τιμῶμαι.2

那么,狄摩西尼,请在我的发言时间内登上这个讲台,随意说出你声称当时已有使节抵达的希腊城邦的名字;从议事厅拿出有关他们的预审议案予以宣读,并传唤雅典派遣前往各邦的使节作为证人。如果他们作证说城邦缔结和平时他们在此而非出使在外,或者你能提供你所声称的那一时期他们觐见议事会的记录与决议案,我立刻走下讲台,甘愿认领死罪。

§60

ἀνάγνωθι δὴ καὶ τὸ τῶν συμμάχων δόγμα τί λέγει, ἐν ᾧ διαρρήδην γέγραπται, ἐπειδὴ βουλεύεται ὁ δῆμος ὁ Ἀθηναίων ὑπὲρ εἰρήνης πρὸς Φίλιππον, οἱ δὲ πρέσβεις οὔπω πάρεισιν, οὓς ἐξέπεμψεν ὁ δῆμος εἰς τὴν Ἑλλάδα παρακαλῶν τὰς πόλεις ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων, δεδόχθαι τοῖς συμμάχοις, ἐπειδὰν ἐπιδημήσωσιν οἱ πρέσβεις καὶ τὰς πρεσβείας ἀπαγγείλωσιν Ἀθηναίοις καὶ τοῖς συμμάχοις, προγράψαι τοὺς πρυτάνεις ἐκκλησίας δύο κατὰ τὸν νόμον, ἐν δὲ ταύταις βουλεύσασθαι περὶ τῆς εἰρήνης Ἀθηναίους· ὅ τι δʼ ἂν ψηφίσηται ὁ δῆμος, τοῦτʼ εἶναι κοινὸν δόγμα τῶν συμμάχων. ἀνάγνωθι δή μοι τὸ τῶν συνέδρων δόγμα.

请再读一读盟邦的决议是怎么说的,其中明确写道:鉴于雅典人民正在审议与菲力的和平事宜,而人民派往希腊各地为希腊人的自由召唤各城邦的使节尚未归来,盟邦决议,一旦使节们归来并向雅典人和盟邦汇报出使情况,市政官便依法排定两次公民大会,雅典人在其中就和平问题进行审议;无论人民表决通过什么,这都将成为盟邦的共同决议。请为我宣读代表们的决议。

§61

Δόγμα Συνέδρων παρανάγνωθι δή μοι καὶ τὸ Δημοσθένους ψήφισμα, ἐν ᾧ κελεύει τοὺς πρυτάνεις μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει καὶ τὴν ἐν Διονύσου ἐκκλησίαν προγράψαι δύο ἐκκλησίας, τὴν μὲν τῇ ὀγδόῃ ἐπὶ δέκα, τὴν δὲ τῇ ἐνάτῃ, ὁρίζων τὸν χρόνον καὶ προϋφαιρῶν τὰς ἐκκλησίας, πρὶν ἐπιδημῆσαι τοὺς ἀπὸ τῶν Ἑλλήνων πρέσβεις. καὶ τὸ μὲν τῶν συμμάχων δόγμα κελεύει, ᾧ συνειπεῖν καὶ ἐγὼ ὁμολογῶ, ὑπὲρ εἰρήνης μόνον ὑμᾶς βουλεύσασθαι, Δημοσθένης δὲ καὶ περὶ συμμαχίας κελεύει. λέγε αὐτοῖς τὸ ψήφισμα.

代表决议 现在请为我对比宣读狄摩西尼的决议案,他在其中命令市政官在城内酒神节及剧场公民大会之后排定两次公民大会,一次在十八日,另一次在十九日,从而限定时间并在来自希腊各邦的使团回国之前强行提前侵占大会会期。盟邦的决议要求——我承认我也曾发言赞同——你们仅就和平进行审议,狄摩西尼却命令连同盟问题也一并审议。请给他们宣读这项决议案。

§62

Ψήφισμα τῶν μὲν ψηφισμάτων ἀμφοτέρων ἀκηκόατε, ὑφʼ ὧν ἐξελέγχεται Δημοσθένης τὰς ἀποδημούσας πρεσβείας ἐπιδημεῖν φάσκων, καὶ βουλομένων ὑμῶν ἀκροάσασθαι, τὸ τῶν συμμάχων ἄκυρον πεποιηκὼς δόγμα. οἱ μὲν γὰρ ἀπεφήναντο ἀναμεῖναι τὰς Ἑλληνικὰς πρεσβείας, Δημοσθένης δὲ οὐ λόγῳ μόνον κεκώλυκε περιμεῖναι, ὁ πάντων αἴσχιστα καὶ τάχιστα μετατιθέμενος, ἀλλʼ ἔργῳ καὶ ψηφίσματι, προστάξας ἤδη βεβουλεῦσθαι.3

决议案 你们已经听到了这两项决议,通过它们,狄摩西尼的谎言被彻底揭穿:他硬说出访在外的使团已经归来,并在你们愿意倾听之时使盟邦的决议归于无效。因为盟邦决定等待希腊各邦使团,而狄摩西尼——这个在所有人中最可耻也最迅速地改换立场的人——不仅在言论上,更以行动和决议阻止等待,竟命令此时已经完成审议。

语法注3 条
  1. 57τῶν γὰρ πρεσβειῶν

    置于关系从句 ἃς ἐξεπέμψατε... 之前位于句首的话题化属格,作为统领后文对比分句(οἱ μὲν χρόνοι... τὰ δὲ σώματά ἐστιν αὐτῶν...)的整体性/部分性属格。长关系从句插入后,由代词 αὐτῶν 予以复指接应。

  2. 59καταβαίνω καὶ θανάτου τιμῶμαι

    法庭上的习惯表达,在条件句(κἂν... μαρτυρήσωσιν, ἢ... παράσχῃ)的归结从句中,使用现在时直陈式代替将来时(praesens pro futuro)以表明决绝的断言与确信。καταβαίνω 意为“走下讲台(放弃辩护)”,θανάτου τιμῶμαι 意为“(在自认有罪的前提下)自请量处死刑”。

  3. 62προστάξας ἤδη βεβουλεῦσθαι

    完成时被动态不定词 βεβουλεῦσθαι 表达体貌上的完成状态(“已审议完毕 / 决定已成定局”),而非审议过程。它作为分词 προστάξας 的宾语,不带宾格主词而作无人称结构使用,凸显了强行终止议程、使之既成事实的专断命令。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:56-62