- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:47-55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯叙述了在公民大会上汇报出使情况的经过:正当同僚们按约定陈述时,狄摩西尼却嘲弄众人的报告是境外废话,炫耀自己的务实干练并贬低菲力;埃斯基涅斯随即出示狄摩西尼当年起草的停战、款待决议作为证据,揭露其前后矛盾与阴险品性。
Ψήφισμα Μαρτυρίαι ἐπειδὴ τοίνυν ἀπηγγέλλομεν τὴν πρεσβείαν ἐν τῷ δήμῳ, εἶπε παρελθὼν πρῶτος ἡμῶν Κτησιφῶν ἄλλους τέ τινας λόγους καὶ τοὺς πρὸς Δημοσθένην αὐτῷ συγκειμένους ἐρεῖν,1 περί τε τῆς ἐντεύξεως τῆς Φιλίππου καὶ τῆς ἰδέας αὐτοῦ καὶ τῆς ἐν τοῖς πότοις ἐπιδεξιότητος. καὶ μετὰ τοῦτον Φιλοκράτους εἰπόντος μικρὰ καὶ Δερκύλου, παρῆλθον ἐγώ.
决议案 证词因此,当我们在民众大会上汇报出使情况时,克忒西丰在我们当中第一个出列,发表了若干其他言论,并按照他与狄摩西尼商定好的内容,谈论了菲力的接见方式、外貌以及在酒席上的机智。在他之后,菲洛克拉忒斯和德耳枯洛斯简短发言,接着我便出列了。
ἐπειδὴ δὲ τὴν ἄλλην διεξῆλθον πρεσβείαν, ἀπήντησα καὶ πρὸς τὸν λόγον ὃν ἐν τοῖς συμπρέσβεσι διωμολογησάμην, εἰπὼν ὅτι καὶ μνημονικῶς καὶ δυνατῶς ὁ Φίλιππος εἴποι· καὶ τὴν δέησιν οὐκ ἐπελαθόμην τὴν Δημοσθένους, ὅτι ταχθείη λέγειν, ἐάν τι παραλίπωμεν ἡμεῖς, ὑπὲρ Ἀμφιπόλεως.
当我详尽汇报了出使的其他事宜后,我也兑现了在同僚使节间所约定的言辞,指出菲力口才出众且记性非凡;我亦未曾忘记狄摩西尼的恳求,即如果我们在安菲波利斯的问题上有所遗漏,已指派他发言补充。
ἐφʼ ἅπασι δʼ ἡμῖν ἀνίσταται τελευταῖος Δημοσθένης, καὶ τερατευσάμενος, ὥσπερ εἴωθε, τῷ σχήματι καὶ τρίψας τὴν κεφαλήν, ὁρῶν ἐπισημαινόμενον τὸν δῆμον καὶ ἀποδεδεγμένον τοὺς παρʼ ἐμοῦ λόγους, ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύεσθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι2 τὴν ὑπερόριον λαλιὰν ἀγαπῶντες ἐν τοῖς οἰκείοις πράγμασιν· οὐδὲν γὰρ εἶναι ῥᾷον ἢ πρεσβείαν ἀπαγγεῖλαι.
在我们所有人之后,狄摩西尼最后一个站了起来,一如既往地装模作样摆弄着身段,搔弄着脑袋,看到民众对我的言论表示赞赏与认可,便声称对双方都感到诧异,既对听众感到诧异,也对出使的官员们感到诧异;因为双方荒废了时间——一方荒废了审议的时间,另一方荒废了建言的时间——在自家的事务中贪恋并虚掷时间于境外的闲谈,毕竟汇报使团事务没有比这更容易的事了。
βούλομαι δʼ ὑμῖν ἔφη καὶ ἐπιδεῖξαι, ὡς δεῖ τὸ πρᾶγμα γίγνεσθαι. ἅμα δʼ ἐκέλευσεν ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ δήμου. ἀναγνωσθέντος δὲ εἶπεν, ὅτι κατὰ τοῦτο ἐξεπέμφθημεν, καὶ ταῦτα ἐπράττομεν ἃ ἐνταυθοῖ γέγραπται. λαβὲ δή μοι καὶ τὴν ἐπιστολὴν ἣν ἥκομεν παρὰ Φιλίππου φέροντες. ἐπειδὴ δὲ ἀνεγνώσθη, ἀπέχετε ἔφη τὴν ἀπόκρισιν, καὶ λοιπὸν ὑμῖν ἐστι βουλεύσασθαι.
“我倒想向你们,”他说道,“示范一下,这件事情究竟应当如何办理。” 与此同时,他下令宣读民众大会的决议。宣读完毕后,他说道: “我们是依据这项决议被派遣出去的,我们所办理的也正是此处所记载的这些事情。请把我们从菲力那里带来的信件也拿给我。” 宣读完毕之后,“你们已经得到了,”他说道,“答复,接下来就轮到你们进行审议了。”
θορυβησάντων δʼ ἐπʼ αὐτῷ τῶν μέν, ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, σκέψασθε δὲ ἔφη ὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. ἐδόκει δεινὸς εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλʼ οὐκ ἐμοί, ἀλλʼ εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη.3 ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δʼ οὐ χείρων Ἀριστόδημος ὁ ὑποκριτής, παρῆν δʼ ἡμῖν καὶ συνεπρέσβευε. μνημονικόν τις αὐτόν φησιν εἶναι· καὶ γὰρ ἕτεροι. πιεῖν δεινὸς ἦν· Φιλοκράτης ὁ μεθʼ ἡμῶν δεινότερος. λόγον τίς φησιν ἐμοὶ καταλιπεῖν ὑπὲρ Ἀμφιπόλεως·4 ἀλλʼ οὔτʼ ἂν ὑμῖν ὁ ῥήτωρ οὗτος οὔτʼ ἂν ἐμοὶ λόγου μεταδοίη. ταυτὶ μὲν οὖν ἔφη λῆρός ἐστιν· ἐγὼ δὲ ψήφισμα γράψω καὶ τῷ κήρυκι σπείσασθαι τῷ παρὰ Φιλίππου ἥκοντι, καὶ τοῖς μέλλουσι παρʼ αὐτοῦ δεῦρο ἰέναι πρέσβεσι, καὶ τοὺς πρυτάνεις, ἐπειδὰν ἥκωσιν οἱ πρέσβεις, ἐκκλησίαν ἐπὶ δύο ἡμέρας ποιεῖν μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας, καὶ τοὺς πρέσβεις ἡμᾶς, εἰ δοκοῦμεν ἄξιοι εἶναι, ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον.
有些人为他喧闹喝彩,以为他是何等干练精简;而大多数人则起哄反感,认为他是何等阴暗嫉妒。这时,“请大家看看,”他说道,“我是如何简明扼要地汇报其余所有事情的。在埃斯基涅斯看来,菲力能言善辩,在我看来却并非如此;只要有人把菲力的运气剥夺下来加在另一个人身上,那人也绝不会逊色多少。在克忒西丰看来,菲力相貌堂堂,但在我看来,演员阿里斯托德摩斯也毫不逊色” ——阿里斯托德摩斯当时也与我们同在并一同担任使节—— “有人说菲力记性惊人;别人也同样如此。说他海量能饮;与我们同行的菲洛克拉忒斯更能喝。有人说为我留下了就安菲波利斯发言的余地;可是这位演说家既不会给你们、也不会给我分润半分发言的机会。因此,这些事情,”他说道,“全是一派胡言;而我将草拟一项决议,与从菲力那里前来的传令官以及即将从他那里出使至此的使节们订立停战协定,并在使节们抵达时,由市政官主持召开为期两天的公民大会,不仅讨论和平问题,而且讨论同盟问题,并且,如果我们使节显得无愧于此,便对我们予以表彰,并邀请我们明日到市政厅共进晚餐。”
ὅτι δʼ ἀληθῆ λέγω, λαβέ μοι τὰ ψηφίσματα, ἵνα εἰδῆτε, ὦ ἄνδρες δικασταί, καὶ τὴν ἀνωμαλίαν αὐτοῦ καὶ τὸν φθόνον, καὶ τὴν τῶν πραγμάτων μετὰ Φιλοκράτους κοινωνίαν, καὶ τὸ ἦθος, ὡς ἐπίβουλον καὶ ἄπιστον. κάλει δέ μοι καὶ τοὺς συμπρέσβεις, καὶ τὰς μαρτυρίας αὐτῶν ἀνάγνωθι.
为了证明我说的是实话,请把决议案拿给我,以便让你们知晓,审判官诸位,他的前后矛盾与嫉妒心,他与菲洛克拉忒斯在事务上的勾结,以及他的品性是何等阴险与不可信赖。并请替我传唤同僚使节们,宣读他们的证词。
Ψηφίσματα οὐ τοίνυν μόνον ταῦτα ἔγραψεν, ἀλλὰ καὶ μετὰ ταῦτα ἐν τῇ βουλῇ θέαν εἰς τὰ Διονύσια κατανεῖμαι τοῖς πρέσβεσιν, ἐπειδὰν ἥκωσι, τοῖς Φιλίππου. λέγε καὶ τοῦτο τὸ ψήφισμα. Ψήφισμα ἀνάγνωθι δὴ καὶ τὴν τῶν συμπρέσβεων μαρτυρίαν, ἵνʼ εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Δημοσθένης οὐχ ὑπὲρ τῆς πόλεως εἰπεῖν δύναται, ἀλλʼ ἐπὶ τοὺς συσσίτους καὶ ὁμοσπόνδους μελετᾷ.
决议案 因此,他不仅草拟了这些决议,而且在此之后还在议事会中起草决议,在菲力的使节抵达时为他们安排酒神节的观剧席位。请把这项决议也读出来。 决议案 请宣读同僚使节们的证词,以便让你们知道,雅典的男人们,狄摩西尼无力为城邦发言,却专对同桌共餐、同盟立誓之人玩弄阴谋。
- 47τοὺς πρὸς Δημοσθένην αὐτῷ συγκειμένους ἐρεῖν
完成时分词 συγκειμένους 修饰 λόγους,具有相互被动态意义(“商定好的”),后接将来时不定词 ἐρεῖν 表示约定的具体内容或目的,构成“与狄摩西尼商定好由他(克忒西丰)陈述的(言辞)”。
- 49ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύεσθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι
动词 θαυμάζειν 支配表示对象的属格 ἀμφοτέρων(以及同位语 καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων),其感到诧异的原由由 ὅταν 引导的从句说明。从句内部的分词短语 παρέντες τὸν χρόνον 插入了部分同位语 οἱ μέν... οἱ δέ,对称地对照了听众的审议时间与使节的建言时间。
- 51εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη
由条件从句中的 εἰ 搭配希求法(περιθείη)与主句中的 ἄν 搭配希求法(οὐκ ἂν... εἴη)构成的假定句(将来不太可能或纯粹设想)。不定过去时分词 περιελών 表示先于 περιθείη 发生的方式或伴随动作,意为“若有人剥夺其运势而加诸他人,那人亦不致逊色多少”。
- 52λόγον τίς φησιν ἐμοὶ καταλιπεῖν ὑπὲρ Ἀμφιπόλεως
在间接引语的不定词结构中,狄摩西尼以反讽口吻使用不定代词 τίς 指涉埃斯基涅斯。不定词 καταλιπεῖν 的逻辑主语为前文提及的埃斯基涅斯(或其使团同僚),ἐμοί 则指狄摩西尼本人,意为“有人宣称在安菲波利斯的问题上给我留下了发言机会”。
