- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:39-46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
菲力友好地结束演说后,狄摩西尼在归途中竭力巴结同僚使节,并诱使大家约定在公民大会上为菲力的才能作证。返回雅典后,狄摩西尼极力赞扬使团并提议授予嘉奖,埃斯基涅斯以此公决案和同僚证词作为反驳其诬告的铁证。
ἐπειδὴ δὲ κατέστρεψεν εἰς φιλανθρωπίαν τοὺς λόγους, καὶ τὸ συκοφάντημα ὃ προειρήκει κατʼ ἐμοῦ πρὸς τοὺς συμπρέσβεις οὗτος, ὡς ἐσομένου πολέμου καὶ διαφορᾶς αἰτίου,1 διέπιπτεν αὐτῷ, ἐνταῦθα ἤδη καὶ παντελῶς ἐξιστάμενος αὑτοῦ καταφανὴς ἦν, ὥστε καὶ κληθέντων ἡμῶν ἐπὶ ξένια δεινῶς ἀσχημονεῖν.
然而,当〔菲力〕以友好的口吻结束演说,且这个人先前在同僚使节面前针对我所作的诽谤——即我将成为战争与纷争的祸首——彻底破产时,他在那时便已明显完全失常,以至于当我们应邀出席款待宴席时,他的举止也极其不得体。
ἀφορμώντων δʼ ἡμῶν οἴκαδε ἐκ τῆς πρεσβείας, ἐξαίφνης κατὰ τὴν ὁδὸν παραδόξως ὡς φιλανθρώπως2 πρὸς ἕκαστον διελέγετο. ὅ τι μὲν οὖν ποτʼ ἦν ὁ κέρκωψ ἢ τὸ καλούμενον παιπάλημα ἢ τὸ παλίμβολον ἢ τὰ τοιαῦτα ῥήματα, οὐκ ᾔδειν πρότερον· νυνὶ δʼ ἐξηγητὴν τοῦτον λαβὼν τῆς ἁπάσης κακοηθείας μεμάθηκα.
当我们结束使节之行启程返乡时,在路上他突然出奇友善地与我们每个人攀谈起来。从前我并不知道所谓的“刻耳科普斯”、所谓的“老滑头”、“变色龙”或诸如此类的词汇究竟是什么意思;但如今有了这个人作为一切阴险奸诈的导师,我终于领教了。
διαλαμβάνων γὰρ ἕκαστον ἡμῶν ἐν μέρει, τῷ μὲν ἔρανον συστήσειν ἐπηγγέλλετο καὶ βοηθήσειν τοῖς ἰδίοις, τὸν δὲ εἰς στρατηγίαν καταστήσειν· ἐμοὶ δὲ παρακολουθῶν καὶ τὴν φύσιν μακαρίζων καὶ τοὺς λόγους οὓς εἶπον ἐγκωμιάζων πολὺς ἦν τοῖς ἐπαίνοις καὶ ἐπαχθής. συνδειπνούντων δʼ ἡμῶν ἁπάντων ἐν Λαρίσῃ, αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων εἶναι δεινότατον.
因为他把我们每个人逐一拉到一旁,向这个人许诺组织互助捐款以资助其私人财务,向那个人保证助其登上将军之位;至于对我,他则形影不离地跟着,赞美我的天赋,吹捧我所发表的演说,滔滔不绝地献上令人难以忍受的恭维。当我们所有人一同在拉里萨进餐时,他嘲弄起自己以及他在演说中所遭遇的困窘,并宣称菲力是普天之下所有凡人中最卓越的人物。
συναποφηναμένου δὲ κἀμοῦ τι τοιοῦτον, ὡς καὶ μνημονικῶς εἴποι πρὸς τὰ παρʼ ἡμῶν ῥηθέντα, Κτησιφῶντος δέ, ὅσπερ ἦν ἡμῶν πρεσβύτατος, ὑπερβολήν τινα ἑαυτοῦ παλαιότητος καὶ πλήθους ἐτῶν εἰπόντος, καὶ προσθέντος, ὡς ἐν τοσούτῳ χρόνῳ οὐ πώποθʼ οὕτως ἡδὺν οὐδʼ ἐπαφρόδιτον ἄνθρωπον ἑωρακὼς εἴη, ἀνακροτήσας ὁ Σίσοφος ὅδε τὰς χεῖρας, ταῦτα μέντοι, ἔφη, ὦ Κτησιφῶν, οὔτʼ ἂν σὺ πρὸς τὸν δῆμον εἴποις, οὔτʼ ἂν οὗτος, ἐμὲ δὴ λέγων, τολμήσειεν εἰπεῖν πρὸς Ἀθηναίους, ὡς ὁ Φίλιππος δεινὸς εἰπεῖν καὶ μνημονικός. ἀναισθήτως δὲ ἡμῶν ἐχόντων καὶ τὴν ἐπιβουλὴν οὐ προορωμένων, ἣν αὐτίκα ἀκούσεσθε, εἰς συνθήκην τινὰ ἡμᾶς κατέκλῃσεν ὑπὲρ τοῦ ταῦτʼ ἐρεῖν πρὸς ὑμᾶς. ἐμοῦ δὲ καὶ δέησιν ἰσχυρὰν ἐδεήθη μὴ παραλιπεῖν, ἀλλʼ εἰπεῖν, ὡς ὑπὲρ Ἀμφιπόλεώς τι καὶ Δημοσθένης εἴποι.
我也表达了类似的看法,说菲力对我们提出的各项论点作答时记忆力十分惊人;而我们当中年纪最大的克忒西丰极言自己年事已高、岁数浩繁,并补充说在这么长的时间里从未见过如此令人愉快、如此有魅力的人。这时,这个西绪福斯拍起手来,“然而这些话,”他说道,“克忒西丰啊,既非你能对民众说的,也非这个人,”他指的正是我,“敢对雅典人说出口的,说菲力能言善辩且记性非凡。” 由于我们毫无戒心,未能预见你们立刻就会听到的那个阴谋,他便诱使我们达成某种协定,要把这些话向你们陈述。他还极力恳求我切莫遗漏,一定要向大家说明:狄摩西尼也曾就安菲波利斯说过些话。
μέχρι μὲν οὖν τούτων οἱ συμπρέσβεις εἰσί μοι μάρτυρες, οὓς προπηλακίζων οὗτος καὶ διαβάλλων ἐν τῇ κατηγορίᾳ διατετέλεκε· τῶν δʼ ἐπὶ τοῦ βήματος παρʼ ὑμῖν λόγων ὑμεῖς ἀκηκόατε, ὥστε οὐκ ἐνέσται μοι ψεύδεσθαι. δέομαι δὲ ὑμῶν προσεπιπονῆσαι ἀκούοντας καὶ τὴν λοιπὴν διήγησιν. ὅτι μὲν γὰρ ἕκαστος ὑμῶν ποθεῖ τὰ περὶ Κερσοβλέπτην ἀκούειν καὶ τὰς περὶ Φωκέων αἰτίας, σαφῶς οἶδα, καὶ πρὸς ταῦτα σπεύδω· ἀλλʼ ἐὰν μὴ τὰ πρὸ τούτων ἀκούσητε, οὐδʼ ἐκείνοις ὁμοίως παρακολουθήσετε. ἐὰν δʼ ἐμοὶ τῷ κινδυνεύοντι εἰπεῖν δῶτε ὡς βούλομαι, καὶ σῶσαί με, εἰ μηδὲν ἀδικῶ, δυνήσεσθε, ἱκανὰς εἰληφότες ἀφορμάς, καὶ θεάσεσθε ἐκ τῶν ὁμολογουμένων καὶ τἀντιλεγόμενα.
那么,直到这些事情为止,同僚使节们都是我的证人,而这个人却在控诉中自始至终侮辱并中伤他们;至于在你们面前的讲坛上所发表的演说,你们亲自聆听过,因而我绝不可能弄虚作假。我恳请你们不辞辛劳,把其余的叙述也听下去。因为你们每一个人都渴望听到关于克耳索布勒普忒斯的事情以及关于福基斯人的指控,这一点我十分清楚,而且我也正急于谈到那些;但如果你们不听取在此之前的事情,你们便无法同样顺畅地理解那些问题。如果你们允许身处险境的我按自己的意愿陈述,只要我未犯下任何罪行,你们在获得充分依据后便能拯救我,并能从双方公认的事实中看清争议之所在。
ὡς γὰρ δεῦρʼ ἤλθομεν καὶ πρὸς τὴν βουλὴν ἐπὶ κεφαλαίων τὴν πρεσβείαν ἀπηγγείλαμεν, καὶ τὴν ἐπιστολὴν ἀπέδομεν τὴν παρὰ Φιλίππου, ἐπαινέτης ἦν ἡμῶν Δημοσθένης πρὸς τοὺς συμβουλευτάς, καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν συγχαίρειν τῇ πόλει, ὅτι τοιούτους ἄνδρας ἐπὶ τὴν πρεσβείαν ἐξέπεμψεν, οἳ καὶ τῇ πίστει καὶ λέγοντες ἦσαν ἄξιοι τῆς πόλεως.
因为当我们回到这里,向五百人议事会概括汇报了出使情况,并递交了菲力的信件时,狄摩西尼在同僚议员们面前对我们大加赞赏,甚至指着议事厅的赫斯提亚女神起誓,祝贺城邦派遣了这样一批出使人员,无论在忠诚守信还是言语辩才方面都无愧于城邦。
ὑπὲρ ἐμοῦ δὲ εἶπέ τι τοιοῦτον, ὡς οὐ ψευσαίμην τὰς τῶν ἑλομένων με ἐπὶ τὴν πρεσβείαν ἐλπίδας. τέλος δὲ πάντων·3 ἔγραψε γὰρ ἡμᾶς στεφανῶσαι θαλλοῦ στεφάνῳ ἕκαστον εὐνοίας ἕνεκα τῆς εἰς τὸν δῆμον, καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον. ὅτι δʼ οὐδὲν ψεῦδος εἴρηκα πρὸς ὑμᾶς, λαβέτω μοι τὸ ψήφισμα ὁ γραμματεύς, καὶ τὰς τῶν συμπρέσβεων μαρτυρίας ἀναγνώτω.
关于我,他说了类似这样的话:我没有辜负那些推选我出使的人的期望。而最绝的是:他竟然草拟了一项提案,提议因我们对民众的善意而为我们每个人加戴橄榄枝花冠,并邀请我们次日到市政厅共进晚餐。为了证明我向你们说的绝非谎言,请书记官为我取来该项决议,并宣读同僚使节们的证词。
- 39ὡς ἐσομένου πολέμου καὶ διαφορᾶς αἰτίου
连词 ὡς 引导属格独立结构(主语 ἐμοῦ 被省略,与 ἐσομένου ... αἰτίου 搭配),表示主观认定的借口或中伤内容,充当先行词 τὸ συκοφάντημα 的同格说明成分。
- 40παραδόξως ὡς φιλανθρώπως
παραδόξως ὡς(意为“令人惊异地”,与 θαυμαστῶς ὡς 同属由 παράδοξόν ἐστιν ὡς 同化而成的习惯用法)整体充当程度强调语,修饰后面的副词 φιλανθρώπως,此处的 ὡς 并非引导从属分句。
- 46τέλος δὲ πάντων
成语性质的宾格作状语,意为“最绝的是”或“最终”。在句法上它充当独立的篇章标记,引出由 γάρ 连接的解释句(ἔγραψε γὰρ...),用以突显提议授予嘉奖动议是揭露狄摩西尼口是心非的顶峰铁证。
