← 埃斯基涅斯

论使职不称职

§31-38

安菲波利斯领有权之争与狄摩西尼的演说失利

艾斯基涅斯叙述了他如何援引阿缪恩塔斯的投票记录驳斥菲力对安菲波利斯的索求,狄摩西尼在国王面前惊慌失措、彻底语塞的丑态,以及使节退席后的争吵与菲力最终的答复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

καὶ πάντων ὧν εἴποιμι1 μάρτυρας τὰς ἐκείνων ἐπιστολὰς παρειχόμην καὶ τὰ ψηφίσματα τοῦ δήμου καὶ τὰς Καλλισθένους ἀνοχάς. περὶ μὲν οὖν τῆς ἐξ ἀρχῆς κτήσεως τῆς χώρας, καὶ τῶν καλουμένων Ἐννέα ὁδῶν, καὶ περὶ τῶν Θησέως παίδων, ὧν Ἀκάμας λέγεται φερνὴν ἐπὶ τῇ γυναικὶ λαβεῖν τὴν χώραν ταύτην, τότε μὲν ἥρμοττέ τε λέγειν καὶ ἐρρήθη ὡς ἐνεδέχετο ἀκριβέστατα, νυνὶ δὲ ἴσως ἀνάγκη συντέμνειν τοὺς λόγους· ἃ δὲ ἦν τῶν σημείων οὐκ ἐν τοῖς ἀρχαίοις μύθοις, ἀλλʼ ἐφʼ ἡμῶν γεγενημένα, καὶ τούτων ἐπεμνήσθην.

为了证明我所说的一切,我出示了他们的信件、公民大会的法令以及卡利斯忒涅斯的停战协议。关于该领土最初的归属,关于所谓“九道”,以及关于忒修斯诸子——据说其中阿卡玛斯因娶妻而获得此地作为嫁妆——当时提及此事是恰当的,而且也讲得尽可能详尽准确;但如今或许必须删繁就简。然而,至于那些并非源自古老神话、而是发生在我们时代的证据,我也予以提及。

§32

συμμαχίας γὰρ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων συνελθούσης, εἷς ὢν τούτων Ἀμύντας ὁ Φιλίππου πατὴρ καὶ πέμπων σύνεδρον καὶ τῆς καθʼ αὑτὸν ψήφου κύριος ὤν, ἐψηφίσατο Ἀμφίπολιν τὴν Ἀθηναίων συνεξαιρεῖν μετὰ τῶν ἄλλων Ἑλλήνων Ἀθηναίοις. καὶ τούτων τὸ κοινὸν δόγμα τῶν Ἑλλήνων καὶ τοὺς ψηφισαμένους ἐκ τῶν δημοσίων γραμμάτων μάρτυρας παρειχόμην.

因为当斯巴达人与其他希腊人的同盟会议召开时,菲力的父亲阿缪恩塔斯作为成员之一,派遣了代表并握有属于自己的投票权,他与其余希腊人共同投票赞同协助雅典人收回本属于雅典人的安菲波利斯。为了证实这些,我从公共档案中出示了希腊人的共同决议以及投票者名录作为证据。

§33

ὧν δὲ Ἀμύντας ἀπέστη ἐναντίον τῶν Ἑλλήνων ἁπάντων οὐ μόνον λόγοις, ἀλλὰ καὶ ψήφῳ, τούτων, ἔφην ἐγώ, σὲ τὸν ἐξ ἐκείνου γεγενημένον οὐκ ἔστι δίκαιον ἀντιποιεῖσθαι. εἰ δʼ ἀντιποιῇ κατὰ πόλεμον λαβὼν εἰκότως ἔχειν, εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας δοριάλωτον τὴν πόλιν εἷλες, κυρίως ἔχεις τῷ τοῦ πολέμου νόμῳ κτησάμενος· εἰ δʼ Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν,2 οὐχὶ τἀκείνων ἔχεις, ἀλλὰ τὴν Ἀθηναίων χώραν.

“至于阿缪恩塔斯在全体希腊人面前不仅以言语、而且以投票所放弃之物,”我说道,“你作为他的后裔,再行据为己有是不合正义的。如果你主张自己因战而得,理应保有:如果你是对我们作战而夺取此城作为战利品,那么你按战争法获取,便享有合法的支配权;但如果你是从安菲波利斯人手中夺取雅典人的城邦,那么你所占有的就绝非他们的财产,而是雅典人的领土。”

§34

ῥηθέντων δὲ καὶ τούτων καὶ ἑτέρων λόγων, ἤδη καθῆκεν εἰς Δημοσθένην τὸ τῆς πρεσβείας μέρος, καὶ πάντες προσεῖχον ὡς ὑπερβολάς τινας δυνάμεως ἀκουσόμενοι λόγων· καὶ γὰρ πρὸς αὐτὸν τὸν Φίλιππον, ὡς ἦν ὕστερον ἀκούειν, καὶ πρὸς τοὺς ἑταίρους ἐξήγγελτο ἡ τῶν ἐπαγγελιῶν ὑπερβολή. οὕτω δὲ ἁπάντων διακειμένων πρὸς τὴν ἀκρόασιν, φθέγγεται τὸ θηρίον τοῦτο προοίμιον σκοτεινόν τι καὶ τεθνηκὸς δειλίᾳ, καὶ μικρὸν προαγαγὼν ἄνω τῶν πραγμάτων, ἐξαίφνης ἐσίγησε καὶ διηπορήθη, τελευτῶν δὲ ἐκπίπτει ἐκ τοῦ λόγου.

当陈述了这些及其他论辩之后,使团发言的职责轮到了狄摩西尼,所有人都聚精会神,期待听到某种非凡的雄辩威力;因为正如后来听闻的那样,哪怕是向菲力本人及其侍从同袍,都早已传扬了他那过分夸大的预告。正当众人如此凝神恭听之际,这个畜生却吐出了一段含糊晦涩、吓得半死的前言,刚稍微切入案情,便突然沉默语塞,陷入了困境,最终竟完全中断发言、狼狈失态。

§35

ἰδὼν δὲ αὐτὸν ὁ Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό τι πεπονθέναι,3 ἀλλʼ ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι, καὶ λέγειν ὡς προείλετο. ὁ δʼ ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδʼ ἀναλαβεῖν αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας ταὐτὸν ἔπαθεν. ὡς δʼ ἦν σιωπή, μεταστῆναι ἡμᾶς ὁ κῆρυξ ἐκέλευσεν.

菲力见他这副模样,便鼓励他鼓起勇气,不要以为像在剧场中那样因此蒙受了任何耻辱,而是要平静地慢慢回忆,照他原先的打算讲下去。然而他一旦乱了阵脚,忘却了写就的讲稿,便再也无法镇定自若,再次尝试却依旧重蹈覆辙。由于场内一片沉寂,传令官便令我们先行退席。

§36

ἐπειδὴ δʼ ἐφʼ ἡμῶν αὐτῶν ἐγενόμεθα, σφόδρα σκυθρωπάσας ὁ χρηστὸς οὑτοσὶ Δημοσθένης ἀπολωλεκέναι με ἔφη τὴν πόλιν καὶ τοὺς συμμάχους. ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνου, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων, καὶ τὴν αἰτίαν πυνθανομένων διʼ ἣν ταῦτʼ εἶπεν, ἤρετό με εἰ τῶν Ἀθήνησι πραγμάτων ἐπιλέλησμαι, καὶ τὸν δῆμον καταπεπονημένον καὶ σφόδρα ἐπιθυμοῦντα εἰρήνης εἰ μὴ μέμνημαι.

当我们退到私下处所时,这位可敬的狄摩西尼面色极为阴沉,宣称我毁了城邦和同盟。不仅是我,全体同僚使节都大吃一惊,纷纷追问他为何说这些话;他却反问我是否忘记了雅典本土的情势,是否记不得民众已疲惫不堪、极度渴望和平。

§37

ἢ μέγα φρονεῖς, ἔφη, ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις;4 οὕτω γὰρ ἠρέθικας Φίλιππον καὶ τοιαῦτα εἴρηκας, ἐξ ὧν οὐκ εἰρήνη γένοιτʼ ἂν ἐκ πολέμου, ἀλλʼ ἐξ εἰρήνης πόλεμος ἀκήρυκτος. ἀρχομένου δʼ ἐμοῦ πρὸς ταῦτα ἀντιλέγειν, ἐκάλουν ἡμᾶς οἱ ὑπηρέται.

“难道你竟指望那虽经决议、却绝不可能配齐人员的五十艘战船而自命不凡吗?”他说道,“因为你如此激怒了菲力,说了这样的话,以至于绝不会从战争走向和平,反倒会从和平陷入一场不宣而战的死斗。” 正当我开始对此进行反驳时,侍从便来传唤我们回席。

§38

ὡς δʼ εἰσήλθομεν καὶ ἐκαθεζόμεθα, ἐξ ἀρχῆς πρὸς ἕκαστον τῶν εἰρημένων ἐνεχείρει τι λέγειν ὁ Φίλιππος, πλείστην δὲ εἰκότως ἐποιήσατο διατριβὴν πρὸς τοὺς ἐμοὺς λόγους· ἴσως γὰρ οὐδὲν τῶν ἐνόντων εἰπεῖν, ὥς γε οἶμαι, παρέλιπον· καὶ πολλάκις μου τοὔνομα ἐν τοῖς λόγοις ὠνόμαζε· πρὸς δὲ Δημοσθένην τὸν οὕτω καταγελάστως ἀπαλλάξαντα οὐδʼ ὑπὲρ ἑνὸς οἶμαι διελέχθη. τοῦτο δὲ ἦν ἄρα ἀγχόνη καὶ λύπη τούτῳ.

当我们走进去并就座后,菲力从头开始尝试对所提出的各项论点逐一作答,但理所当然地对我所作的演说耗费了最多的时间;因为正如我所料,我大概未遗漏任何可以陈述的论据;他在演说中多次提及我的名字;然而对于落得如此滑稽可笑下场的狄摩西尼,据我想来,菲力竟连一句话都未予理会。而这,对他而言委实是如悬梁般的窒息与痛苦。

语法注4 条
  1. 31πάντων ὧν εἴποιμι

    关系代词 ὧν 受其先行词 πάντων 的吸引而呈现属格形式(原本应为宾格 ἅ)。祈愿语气动词 εἴποιμι 用于过去时间从句中,表示反复或泛指条件(“凡是我所陈述的一切”)。

  2. 33Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν

    动词 ἀφαιρέομαι(剥夺/夺取)支配双宾格,即被夺者(Ἀμφιπολίτας)与被夺之物(τὴν Ἀθηναίων πόλιν)均作直接宾格。

  3. 35μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό τι πεπονθέναι

    完成体不定词 πεπονθέναι 的逻辑主语(承前指狄摩西尼)在句中省略。短语 ὥσπερ ἐν τοῖς θεάτροις 指演员在剧场舞台上忘词或失误的情形,διὰ τοῦτό τι πεπονθέναι 是习惯表达,意为“不要以为因此蒙受了任何损失/耻辱”。

  4. 37ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις

    惯用短语 μέγα φρονέω ἐπί + 与格意为“因……而自负/依仗”。完成分词 ἐψηφισμέναις(已通过法令表决的)与将来被动态分词 πληρωθησομέναις(绝不会被配备人员的)通过 μέν...δέ 形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:31-38