← 埃斯基涅斯

论使职不称职

§24-30

向菲力陈述雅典过去的恩义与谴责背约

埃斯基涅斯概括了自己在出使马其顿期间对菲力发表的演说要点,重申雅典早年如何拯救菲力的父母及幼时的菲力兄弟,并谴责马其顿此后的忘恩负义与继承战争之举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους, οὓς εἴπομεν ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως εἴρηκε Δημοσθένης, ἵνʼ ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. ἐπαινῶ δʼ εἰς ὑπερβολὴν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατηγορημένων, οὐχ ὑμᾶς, ἀλλʼ ἐμαυτὸν αἰτιάσομαι.

现在,请诸位听听我们代表诸君所作的发言,以及这位城邦的“大救星”狄摩西尼所作的发言,以便我对各项控告循序渐进、逐条进行辩护。审判官先生们,我极口赞誉诸位,因为你们正肃静且公正地聆听我们的陈述;因此,如果我对控罪中的任何一点未能予以化解,我绝不怪罪诸君,而只归咎于我自己。

§25

ἐπειδὴ γὰρ οἱ πρεσβύτεροι ταῖς ἡλικίαις ὑπὲρ τῆς πρεσβείας εἰρήκεσαν, καὶ καθῆκεν εἰς ἡμᾶς ὁ λόγος, τὰ μὲν καθʼ ἕκαστα τῶν ἐκεῖ ῥηθέντων ὑπʼ ἐμοῦ, καὶ τοὺς πρὸς ταῦτα Φιλίππου λόγους, ἐν τῷ δήμῳ σαφῶς ἀπήγγειλα πρὸς ἅπαντας Ἀθηναίους, νυνὶ δὲ πειράσομαι διὰ κεφαλαίων ὑμᾶς ὑπομιμνῄσκειν.

因为当年龄较长者代表使团陈述完毕,发言轮到我们时,关于我在那里所陈述的各项细节,以及菲力对此的答复,我此前已在公民大会上面对全体雅典人作了清楚的报告;如今,我将尝试提纲挈领地唤起诸位的回忆。

§26

πρῶτον μὲν γὰρ πρὸς αὐτὸν διεξῆλθον τὴν πατρικὴν εὔνοιαν καὶ τὰς εὐεργεσίας ἃς ὑμεῖς ὑπήρξατε Ἀμύντᾳ τῷ Φιλίππου πατρί, οὐδὲν παραλείπων, ἀλλʼ ἐφεξῆς ἅπαντα ὑπομιμνῄσκων, δεύτερον δὲ, ὧν αὐτὸς ἦν μάρτυς εὖ παθών. Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος1 καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων, Εὐρυδίκης δὲ τῆς μητρὸς αὐτῶν προδεδομένης ὑπὸ τῶν δοκούντων εἶναι φίλων, Παυσανίου δʼ ἐπὶ τὴν ἀρχὴν κατιόντος, φυγάδος μὲν ὄντος, τῷ καιρῷ δʼ ἰσχύοντος, πολλῶν δʼ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν καὶ Στρέψαν καὶ ἄλλʼ ἄττα χωρία, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν ἐπʼ Ἀμφίπολιν Ἰφικράτην, Ἀμφιπολιτῶν αὐτῶν ἐχόντων τότε τὴν πόλιν καὶ τὴν χώραν καρπουμένων.

因为首先,我向他详述了你们对菲力的父亲阿缪恩塔斯所开创的世交情谊与恩惠,未遗漏任何细节,而是循序将一切予以重申;其次,我又提及了他本人亲受恩惠并亲身作证的往事。因为当时阿缪恩塔斯刚刚去世,兄弟中最年长者亚历山大亦已亡故,珀尔狄卡斯与菲力尚在童年,他们的母亲欧律狄刻惨遭那些被视为朋友之人的背叛,而保萨尼亚斯企图夺取政权而大举进犯——他虽为流亡者,却因时局危急而得势,众多同谋者与他协力,麾下拥有一支希腊军队,攻占了昂特穆斯、泰尔马、斯特瑞普萨以及若干其他据点——彼时马其顿人内部不能同心,绝大多数人倒向保萨尼亚斯,正是在这样的危急关头,雅典人选派伊菲克拉忒斯为将军进军安菲波利斯,当时正是安菲波利斯人自己据有该城并享用其土地出产。

§28

ἀφικομένου δʼ εἰς τοὺς τόπους Ἰφικράτους μετʼ ὀλίγων τὸ πρῶτον νεῶν, ἐπὶ κατασκοπῇ μᾶλλον τῶν πραγμάτων ἢ πολιορκίᾳ τῆς πόλεως, ἐνταῦθα, ἔφην ἐγώ, μετεπέμψατο αὐτὸν Εὐρυδίκη ἡ μήτηρ ἡ σή, καὶ ὥς γε δὴ λέγουσιν οἱ παρόντες πάντες, Περδίκκαν μὲν τὸν ἀδελφὸν τὸν σὸν καταστήσασα εἰς τὰς χεῖρας τὰς Ἰφικράτους, σὲ δὲ εἰς τὰ γόνατα τὰ ἐκείνου θεῖσα παιδίον ὄντα, εἶπεν ὅτι Ἀμύντας ὁ πατὴρ τῶν παιδίων τούτων, ὅτʼ ἔζη, υἱὸν ἐποιήσατό σε, τῇ δὲ Ἀθηναίων πόλει οἰκείως ἐχρήσατο, ὥστε συμβαίνει σοι καὶ ἰδίᾳ τῶν παίδων τούτων γεγενῆσθαι ἀδελφῷ, καὶ δημοσίᾳ φίλῳ ἡμῖν εἶναι.2

当伊菲克拉忒斯最初率领少数船只抵达那些地区时,其意图更多在于侦察局势,而非围攻城邦。正在此时,我说道,你的母亲欧律狄刻派人召来了他,正如当时在场的所有人如今所言,她将你的兄长珀尔狄卡斯引交于伊菲克拉忒斯之手,又将尚在襁褓之中的你放在他的膝头,说道: ‘这几个幼儿的父亲阿缪恩塔斯在世时,曾收你为义子,并与雅典人的城邦建立了亲密情谊;因此,于私而言,你成了这几个孩子的弟兄;于公而言,你则是我们的朋友。’

§29

καὶ μετὰ ταῦτα ἤδη δέησιν ἰσχυρὰν ἐποιεῖτο καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῆς ἀρχῆς καὶ ὅλως ὑπὲρ τῆς σωτηρίας. ἀκούσας δὲ ταῦτα Ἰφικράτης ἐξήλασε Παυσανίαν ἐκ Μακεδονίας, καὶ τὴν δυναστείαν ὑμῖν ἔσωσε. καὶ μετὰ ταῦτα εἶπον περὶ Πτολεμαίου, ὃς ἦν ἐπίτροπος καθεστηκὼς τῶν πραγμάτων, ὡς ἀχάριστον καὶ δεινὸν ἔργον διεπράξατο, διδάσκων ὅτι πρῶτον μὲν ὑπὲρ Ἀμφιπόλεως ἀντέπραττε τῇ πόλει, καὶ πρὸς Θηβαίους διαφερομένων Ἀθηναίων συμμαχίαν ἐποιήσατο, καὶ πάλιν ὡς Περδίκκας εἰς τὴν ἀρχὴν καταστὰς ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησε τῇ πόλει.

此后,她立刻为你等、为她自己、为王权以及通盘的救亡图存作了强烈的恳求。伊菲克拉忒斯闻讯后,便将保萨尼亚斯逐出马其顿,为你们保全了王位统治权。此后,我论及被任命为摄政掌权的普托勒迈奥斯,指出他犯下了何等忘恩负义与可怕的行径,阐明他起初在安菲波利斯问题上与我城邦对抗,在雅典人与忒拜人发生争端时与忒拜结盟,进而指出珀尔狄卡斯在确立统治后,又为了安菲波利斯向我城邦发动战争。

§30

καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν3 διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου, ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι. καὶ τὴν διαβολὴν ταύτην ἐπειρώμην λύειν, διδάσκων ὅτι Καλλισθένην ὁ δῆμος ἀπέκτεινεν, οὐ διὰ τὰς πρὸς Περδίκκαν ἀνοχάς, ἀλλὰ διʼ ἑτέρας αἰτίας. καὶ πάλιν οὐκ ὤκνουν κατʼ αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο τοῦ πρὸς τὴν πόλιν πολέμου.

我还详述了你们即便遭受侵害却依然展现的宽宏大量,指出在卡利斯忒涅斯统帅期间,你们在战争中本已压制珀尔狄卡斯,却始终期望能获得公正待遇而与他休战。我竭力化解这桩诽谤,指明民众处死卡利斯忒涅斯绝非因为与珀尔狄卡斯休战,而是另有他因。此外,我毫不畏缩地当面非难菲力本人,斥责他居然继承了这场针对我国的战争。

语法注3 条
  1. 26Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος

    从第26节至第27节,连续并列了一长串属格独立结构(Ἀμύντου..., Ἀλεξάνδρου..., Περδίκκου δὲ καὶ Φιλίππου..., Εὐρυδίκης δὲ..., Παυσανίου δʼ..., Μακεδόνων δὲ...),全方位勾勒出马其顿王室当时四面楚歌的危急局面,最终归结于主句:ἐπὶ τῶν καιρῶν τούτων ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν ἐπʼ Ἀμφίπολιν Ἰφικράτην。

  2. 28συμβαίνει σοι καὶ ἰδίᾳ τῶν παίδων τούτων γεγενῆσθαι ἀδελφῷ, καὶ δημοσίᾳ φίλῳ ἡμῖν εἶναι

    在无人称动词 συμβαίνει 所统辖的补足不定式短语中,表语名词 ἀδελφῷ 与 φίλῳ 并未采用宾格,而是受前面出现的与格代词 σοι 同化牵引,采取了与之格一致的与格形式。

  3. 30καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν

    让步分词 ἠδικημένων(“尽管遭受侵害”)采用了属格复数,这是基于语义一致原则(constructio ad sensum),与物主形容词 ὑμετέραν(“诸君的”)中所内含的人称代词属格 ὑμῶν(“诸君”)在语义上形成修饰与呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:24-30