- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:171-177
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以自己在塔穆奈战役中的功绩请求保全性命,随后回顾雅典历史,阐明和平给城邦带来了繁荣,而好战的煽动家所挑起的战争则导致了城邦的毁灭与寡头专政。
Ψήφισμα. Μαρτυρίαι ἀγγείλας τοίνυν πρῶτος τὴν τῆς πόλεως νίκην ὑμῖν καὶ τὴν τῶν παίδων τῶν ὑμετέρων κατόρθωσιν, πρώτην ταύτην ὑμᾶς ἀπαιτῶ χάριν, τὴν τοῦ σώματος σωτηρίαν, οὐ μισόδημος ὤν, ὥς φησιν ὁ κατήγορος, ἀλλὰ μισοπόνηρος, οὐδὲ τοὺς Δημοσθένους ὑμᾶς οὐκ ἐῶν προγόνους μιμεῖσθαι,1 οὐ γὰρ εἰσίν, ἀλλὰ τῶν καλῶν καὶ τῇ πόλει σωτηρίων βουλευμάτων ζηλωτὰς εἶναι παρακαλῶν. νῦν δʼ αὐτὰ πόρρωθεν ἀρξάμενος μικρῷ δίειμι σαφέστερον.
法令。证言。 因此,作为第一个向诸位报告城邦胜利以及诸位子弟大获全胜之人,我向诸位请求这第一项回报——保全我的性命。我绝非如告发人所说的那样仇视人民,而是仇视邪恶;我也并非阻止诸位效法德摩斯梯尼的先祖——因为他根本就没有先祖!——而是敦请诸位做那些有利于城邦安全的崇高决议的效法者。现在,我将从更早的历史谈起,把这些事情说得更清楚一些。
πρότερον ἡ πόλις ἡμῶν εὐδόξησε μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, καὶ τῶν τειχῶν ὑπὸ τῶν βαρβάρων πεπτωκότων, εἰρήνης δʼ ὑπαρχούσης πρὸς Λακεδαιμονίους, διέμεινεν ἡμῖν τὸ τῆς δημοκρατίας πολίτευμα. συνταραχθέντες δὲ ὑπό τινων, καὶ καταστάντες πρὸς Λακεδαιμονίους εἰς πόλεμον, πολλὰ καὶ παθόντες κακὰ καὶ ποιήσαντες, Μιλτιάδου τοῦ Κίμωνος προκηρυκευσαμένου πρὸς Λακεδαιμονίους, ὄντος προξένου,2 σπονδὰς πεντηκονταετεῖς ἐποιησάμεθα, ἐχρησάμεθα δὲ ἔτη τριακαίδεκα.
从前,我们的城邦在萨拉米斯海战之后享有崇高威望,尽管城墙被蛮族摧毁,但由于与拉栖代梦人保持着和平,我们的民主政体得以延续。然而,受某些人的扰乱,我们陷入了与拉栖代梦人的战争,在遭受并施加了诸多灾难之后,由于客民代理人基蒙之子米尔提阿得斯出使拉栖代梦人讲和,我们达成了五十年的休战条约,并享有了十三年的和平。
ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐτειχίσαμεν μὲν τὸν Πειραιᾶ καὶ τὸ βόρειον τεῖχος ᾠκοδομήσαμεν, ἑκατὸν δὲ τριήρεις πρὸς ταῖς ὑπαρχούσαις ἐναυπηγησάμεθα, τριακοσίους δʼ ἱππέας προσκατεσκευασάμεθα, καὶ τριακοσίους Σκύθας ἐπριάμεθα, καὶ τὴν δημοκρατίαν βεβαίως εἴχομεν. Παρεμπεσόντων δʼ εἰς τὴν πολιτείαν ἡμῶν οὐκ ἐλευθέρων ἀνθρώπων καὶ τοῖς τρόποις οὐ μετρίων, πάλιν πρὸς Λακεδαιμονίους διʼ Αἰγινήτας εἰς πόλεμον κατέστημεν, κἀνταῦθα οὐκ ὀλίγα βλαβέντες, τῆς μὲν εἰρήνης ἐπεθυμήσαμεν, Ἀνδοκίδην δʼ ἐκπέμψαντες πρὸς τοὺς Λακεδαιμονίους καὶ τοὺς συμπρέσβεις, εἰρήνην ἔτη τριάκοντα ἠγάγομεν, ἣ τὸν δῆμον ὑψηλὸν ἦρεν· χίλια μὲν γὰρ τάλαντα ἀνηνέγκαμεν νομίσματος εἰς τὴν ἀκρόπολιν, ἑκατὸν δὲ τριήρεις ἑτέρας ἐναυπηγησάμεθα καὶ νεωσοίκους ᾠκοδομήσαμεν, χιλίους δὲ καὶ διακοσίους ἱππέας κατεστήσαμεν καὶ τοξότας ἑτέρους τοσούτους, καὶ τὸ μακρὸν τεῖχος τὸ νότιον ἐτειχίσθη, καὶ τὸν δῆμον οὐδεὶς ἐνεχείρησε καταλῦσαι.
在此期间,我们为比雷埃夫斯修筑了城防,建造了北部长城,在原有船只之外又新建了一百艘三列桨战船,额外扩编了三百名骑兵,购买了三百名斯基泰人,并使民主政体得到了稳固维系。 然而,当一些出身并非自由、品行不端之人混入我们的公民阶层后,我们因埃癸那人的缘故再度陷入与拉栖代梦人的战争。在那里蒙受了不小的损失之后,我们渴望和平,派出了安多基得斯及其他使节出使拉栖代梦人,保持了三十年的和平,这使民众声势大振。因为我们向卫城送交了一千塔兰同铸币,另建造了一百艘三列桨战船并修建了船坞,组建了一千二百名骑兵和同样数目的一千二百名弓手,南部长城也得以修筑,且无人敢企图推翻民主政体。
πάλιν δὲ εἰς πόλεμον διὰ Μεγαρέας πεισθέντες καταστῆναι, καὶ τὴν χώραν τμηθῆναι προέμενοι καὶ πολλῶν ἀγαθῶν στερηθέντες, εἰρήνης ἐδεήθημεν, καὶ ἐποιησάμεθα διὰ Νικίου τοῦ Νικηράτου. καὶ πάλιν ἐν τῷ χρόνῳ τούτῳ ἑπτακισχίλια τάλαντα ἀνηνέγκαμεν εἰς τὴν ἀκρόπολιν διὰ τὴν εἰρήνην ταύτην, τριήρεις δʼ ἐκτησάμεθα πλωίμους καὶ ἐντελεῖς οὐκ ἐλάττους ἢ τριακοσίας, φόρος δʼ ἡμῖν κατʼ ἐνιαυτὸν προσῄει πλέον ἢ χίλια καὶ διακόσια τάλαντα, καὶ Χερρόνησον καὶ Νάξον καὶ Εὔβοιαν εἴχομεν, πλείστας δʼ ἀποικίας ἐν τοῖς χρόνοις τούτοις ἀπεστείλαμεν.
后来,我们又受人劝诱,因墨加拉人之故再度卷入战争;我们任由土地被蹂躏,被剥夺了诸多财富,最终不得不寻求和平,并通过尼客拉托斯之子尼基阿斯缔结了和约。在这段时期内,得益于这项和约,我们再次向卫城送交了七千塔兰同,获得了不少于三百艘适航且装备完备的三列桨战船,每年向我们进贡的款项达一千二百多塔兰同,我们保有赫索尼索斯、纳克索斯与优卑亚,并在此期间派出了最多的海外殖民队。
καὶ τοσαῦτʼ ἔχοντες τἀγαθά, πάλιν πόλεμον πρὸς Λακεδαιμονίους ἐξηνέγκαμεν πεισθέντες ὑπʼ Ἀργείων, καὶ τελευτῶντες ἐκ τῆς τῶν ῥητόρων ἁψιμαχίας εἰς φρουρὰν τῆς πόλεως καὶ τοὺς τετρακοσίους καὶ τοὺς ἀσεβεῖς τριάκοντα ἐνεπέσομεν, οὐκ εἰρήνην ποιησάμενοι, ἀλλʼ ἐκ προσταγμάτων ἠναγκασμένοι. πάλιν δὲ σωφρόνως πολιτευθέντες, καὶ τοῦ δήμου κατελθόντος ἀπὸ Φυλῆς, Ἀρχίνου καὶ Θρασυβούλου προστάντων τοῦ δήμου, καὶ τὸ μὴ μνησικακεῖν πρὸς ἀλλήλους ἔνορκον ἡμῖν καταστησάντων, ὅθεν σοφωτάτην ἅπαντες τὴν πόλιν ἡγήσαντο εἶναι, κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, καὶ πόλεμον ἐκ πολέμου πολιτευόμενοι, ἐν μὲν εἰρήνῃ τὰ δεινὰ τῷ λόγῳ προορώμενοι, καὶ τὰς ψυχὰς τὰς φιλοτίμους καὶ λίαν ὀξείας ἐρεθίζοντες, ἐν δὲ τοῖς πολέμοις ὅπλων οὐχ ἁπτόμενοι, ἐξετασταὶ δὲ καὶ ἀποστολεῖς γιγνόμενοι, παιδοποιούμενοι δὲ ἐξ ἑταιρῶν, ἄτιμοι δʼ ἐκ συκοφαντίας, εἰς τοὺς ἐσχάτους κινδύνους τὴν πόλιν καθιστᾶσι,3 τὸ μὲν τῆς δημοκρατίας ὄνομα οὐ τοῖς ἤθεσιν, ἀλλὰ τῇ κολακείᾳ θεραπεύοντες, καταλύοντες δὲ τὴν εἰρήνην, ἐξ ἧς ἡ δημοκρατία σῴζεται, συναγωνιζόμενοι δὲ τοῖς πολέμοις, ἐξ ὧν ὁ δῆμος καταλύεται.
坐拥如此多的福祉,我们却又受阿尔戈斯人劝诱,再度对拉栖代梦人挑起战争;最终在演说家们的纷争倾轧下,我们落入了城邦被设防占领、四百人政权以及那不敬神的三十人僭主政权的深渊——这并非缔结了和平,而是屈从于强加的勒令。之后,我们再度以温和克制治理政务,民众从费勒归来,阿尔基努斯与特拉叙布洛斯出任民众领袖,并使我们立誓互不记仇宿怨——所有人都因此认为我们的城邦最为明智——,正当民众在这里重获生机、恢复了最初的强盛之际,那些被非法冒名登记为公民之徒,不断拉拢城邦的病态势力,推行从一场战争走向另一场战争的政策;在和平时期,他们仅凭口舌预言恐怖灾祸,煽动那些好名且行事冲动的狂躁之徒;到了战时,他们却从未拿起武器,反而去充当检阅官与军需调配官;他们与高级妓女生儿育女,因诬告而被褫夺公民权,却将城邦推入绝境之险。他们不是凭借品行而是凭借阿谀奉承来巴结民主之名,摧毁那使民主得以保全的和平,助长那使民主归于毁灭的战争。
- 171οὐδὲ τοὺς Δημοσθένους ὑμᾶς οὐκ ἐῶν προγόνους μιμεῖσθαι
连词 οὐδέ 与 οὐκ ἐῶν(惯用表达,意为‘阻止’、‘禁止’)构成双重否定,表达肯定含义:‘也并非阻止诸位效法……’。紧接着插入了具有讥刺意味的括号句 οὐ γὰρ εἰσίν(‘因为他根本没有先祖’)。
- 172Μιλτιάδου τοῦ Κίμωνος προκηρυκευσαμένου πρὸς Λακεδαιμονίους, ὄντος προξένου
属格绝对结构。原文写作‘基蒙之子米尔提阿得斯’,而历史上主持和约交涉的实为米尔提阿得斯之子基蒙(或沿袭自安多基得斯《论和平》中的讹误),此处如实反映了演说者文本的原貌。在句法上,ὄντος προξένου 作为原因性环境分词与逻辑主语 Μιλτιάδου 保持一致。
- 177κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, ... εἰς τοὺς ἐσχάτους κινδύνους τὴν πόλιν καθιστᾶσι
这一长句的核心骨干为 ἄνθρωποι παρέγγραπτοι ... καθιστᾶσι(‘被非法登记之人……将城邦置于危难之中’)。句首的 κἀνταῦθα ἀναφύντος τοῦ δήμου ... 为时间状语性属格绝对结构。主语 ἄνθρωποι 统摄着一长串并列的现在分词和完成分词短语(προσαγόμενοι, πολιτευόμενοι, προορώμενοι, ἐρεθίζοντες, οὐχ ἁπτόμενοι, γιγνόμενοι, παιδοποιούμενοι 以及形容词 ἄτιμοι),最终引向主要动词 καθιστᾶσι。
