- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:178-184
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯揭露了德摩斯梯尼针对他使节履职指控的不公,带领家人和幼子出庭向陪审法官恳求怜悯。他延请欧布洛斯与福基昂等要人出庭辩护,最终将自己的生死处置权完全交付法庭。
οὗτοι νῦν ἐπʼ ἐμὲ συστραφέντες ἥκουσι, καὶ φασὶ μὲν τὸν Φίλιππον τὴν εἰρήνην πρίασθαι, καὶ προλαβεῖν ἡμῶν ἐν ταῖς συνθήκαις ἅπαντα, ἣν δʼ αὐτὸς εὗρεν εἰρήνην αὑτῷ συμφέρουσαν, ταύτην παραβεβηκέναι. ἐμὲ δʼ οὐχ ὡς πρεσβευτὴν κρίνουσιν, ἀλλʼ ὡς ἐγγυητὴν Φιλίππου καὶ τῆς εἰρήνης· καὶ τὸν τῶν λόγων κύριον τὰς τῶν ἔργων προσδοκίας ἀπαιτοῦσι.1 τὸν αὐτὸν δὲ ἐν μὲν τοῖς ψηφίσμασιν ἐπαινέτην ἐπιδείκνυμι, ἐν δὲ τῷ δικαστηρίῳ κατηγόρῳ κέχρημαι. δέκατος δʼ αὐτὸς2 πρεσβεύσας, μόνος τὰς εὐθύνας δίδωμι.
这些人如今纠集起来向我发难,声称腓力收买了和平,在条约中占尽了我们的一切便宜,然而腓力自己却践踏了他认为于己有利的这项和平。他们不是作为使节来审判我,而是把我当作腓力与和约的担保人;他们向一个仅能支配言辞的人,索求行动所带来的后果。我指出,同一人在法令中曾是我的赞颂者,如今在法庭上我却不得不以他为告发人。我作为十名使节之一出使,如今却唯独我一人在接受清算核查。
κἀμοὶ συνδεησόμενοι πάρεισιν ὑμῶν πατὴρ μέν, οὗ τὰς τοῦ γήρως ἐλπίδας μὴ ἀφέλησθε, ἀδελφοὶ δέ, οἳ διαζυγέντες ἐμοῦ ζῆν οὐκ ἂν προέλοιντο, κηδεσταὶ δὲ καὶ ταυτὶ τὰ μικρὰ παιδία καὶ τοὺς μὲν κινδύνους οὔπω συνιέντα, ἐλεινὰ δέ, εἴ τι συμβήσεται ἡμῖν παθεῖν. ὑπὲρ ὧν ἐγὼ δέομαι καὶ ἱκετεύω πολλὴν πρόνοιαν ποιήσασθαι, καὶ μὴ τοῖς ἐχθροῖς αὐτοὺς μηδʼ ἀνάνδρῳ καὶ γυναικείῳ τὴν ὀργὴν ἀνθρώπῳ παραδοῦναι.
为了替我向诸位求情,同我在此的有我的父亲——请诸位不要剥夺他晚年的希望;还有我的兄弟们,若与我分离,他们绝不愿苟活;还有我的姻亲们,以及这几个幼小的孩童,他们虽然尚不懂得危险,但若有任何不幸降临于我们,他们便极为可怜。为了他们,我请求并哀求诸位予以极大的体恤,切莫将他们交与我的仇敌,交与那气量狭隘、如同妇人般毫无男子气概之徒。
παρακαλῶ δὲ καὶ ἱκετεύω σῶσαί με πρῶτον μὲν τοὺς θεούς, δεύτερον δʼ ὑμᾶς τοὺς τῆς ψήφου κυρίους, οἷς ἐγὼ πρὸς ἕκαστον τῶν κατηγορημένων εἰς μνήμην εἶναι τὴν ἐμὴν3 ἀπολελόγημαι, καὶ δέομαι σῶσαί με καὶ μὴ τῷ λογογράφῳ καὶ Σκύθῃ παραδοῦναι, ὅσοι μὲν ὑμῶν πατέρες εἰσὶ παίδων ἢ νεωτέρους ἀδελφοὺς περὶ πολλοῦ ποιεῖσθε, ἀναμνησθέντες, ὅτι τὴν τῆς σωφροσύνης παράκλησιν διὰ τῆς περὶ Τίμαρχον κρίσεως ἀειμνήστως παρακέκληκα, τοὺς δʼ ἄλλους ἅπαντας,4 οἷς ἐμαυτὸν ἄλυπον παρέσχημαι, τὴν μὲν τύχην ἰδιώτης ὢν καὶ τοῖς μετρίοις ὑμῶν ὅμοιος, ἐν δὲ τοῖς πολιτικοῖς ἀγῶσι μόνος τῶν ἄλλων ἐφʼ ὑμᾶς οὐ συνεστηκώς, αἰτῶ παρʼ ὑμῶν τὴν σωτηρίαν, μετὰ πάσης εὐνοίας τῇ πόλει πεπρεσβευκώς, καὶ μόνος ὑπομείνας τὸν τῶν συκοφαντῶν θόρυβον, ὃν ἤδη πολλοὶ τῶν τὰς ψυχὰς ἐν τοῖς πολέμοις λαμπρῶν οὐχ ὑπέστησαν. οὐ γὰρ ὁ θάνατος δεινόν, ἀλλʼ ἡ περὶ τὴν τελευτὴν ὕβρις.
我首先呼求并祈请众神保全我,其次呼求并祈请手握选票决断权的诸位——面对诸位,我已在记忆所及的范围内就每一项控告作了申辩;我求诸位保全我,不要将我交与那个代笔作家兼斯基泰蛮子:诸位中凡为人父者,或极珍视年轻兄弟者,请铭记我曾通过针对提马尔科斯的审判对节制的美德作出了永世难忘的劝导;至于其余所有的人——我从未给诸位带来任何困扰,依际遇而言我是个普通平民,与诸位中持重安分之人无异,而在政争中我是众人中唯一没有结党反对诸位的人——我向诸位恳求保全,因为我怀着对城邦的无限善意出使,并独自承受了诬告者们的喧嚣恫吓,而这种恐吓以往许多在战阵中英勇果敢之人都未能经受住。因为死亡并不可怕,可怕的是临终时所受的屈辱。
πῶς δὲ οὐκ οἰκτρὸν ἰδεῖν ἐχθροῦ πρόσωπον ἐπεγγελῶντος, καὶ τοῖς ὠσὶ τῶν ὀνειδῶν ἀκοῦσαι; ἀλλʼ ὅμως τετόλμηται· δέδοται τὸ σῶμα τῷ κινδύνῳ. παρʼ ὑμῖν ἐτράφην, ἐν ταῖς ὑμετέραις διατριβαῖς βεβίωκα. οὐδεὶς ὑμῶν διὰ τὰς ἐμὰς ἡδονὰς κάκιον οἰκεῖ, οὐδὲ ἐστέρηται τῆς πατρίδος κατηγόρου τυχών, ὅτʼ ἦσαν αἱ διαψηφίσεις, οὐδʼ ὑπεύθυνος ὢν ἀρχῆς ἐκινδύνευσεν.
亲眼目睹敌人得意的嘲笑嘴脸,亲耳听见耻辱的辱骂之词,这怎能不令人痛心?然而无论如何,我已坦然面对;我的身躯已置于危难之中。我在诸位之中成长,在诸位共同的生活习俗中度日。诸位中没有一人的家境因我的享乐而恶化,没有一人在公民资格甄别时因遭遇我作为告发人而丧失祖国,也没有一人在卸任清算时因我而身陷险境。
μικρὰ δʼ ἔτι εἰπὼν ἤδη καταβαίνω. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ μὲν μηδὲν ἀδικεῖν ὑμᾶς κύριος ἦν, τοῦ δὲ μὴ ἔχειν αἰτίαν ἡ τύχη, ἣ συνεκλήρωσέ με ἀνθρώπῳ συκοφάντῃ καὶ βαρβάρῳ, ὃς οὔτε ἱερῶν οὔτε σπονδῶν οὔτε τραπέζης φροντίσας, ἀλλὰ τοὺς εἰς τὸν μέλλοντα αὑτῷ χρόνον ἀντεροῦντας ἐκφοβῶν, ἥκει ψευδῆ συντάξας καθʼ ἡμῶν κατηγορίαν. ἐὰν οὖν ἐθελήσητε σῴζειν τοὺς τῆς εἰρήνης καὶ τῆς ὑμετέρας ἀδείας συναγωνιστάς, πολλοὺς βοηθοὺς λήψεται τὸ τῆς πόλεως συμφέρον καὶ κινδυνεύειν ὑπὲρ ὑμῶν ἑτοίμους.
再说几句简短的话,我便走下讲坛。雅典的男士们,我能够掌控的是不向诸位行任何不义之事,但免遭构陷的权力却掌握在命运之神手中;正是命运将我与一个诬告者兼蛮族之徒绑定在一起,他既不在乎祭礼,也不在乎奠酒,更不在乎同桌共餐之义,只一心恐吓未来敢于反驳他的人,精心炮制了针对我们的虚假指控前来发难。因此,若诸位愿意保全那些为和平与诸位的安全而并肩奋斗的人,城邦的利益必将获得众多随时准备为诸位挺身涉险的襄助者。
παρακαλῶ δὲ Εὔβουλον μὲν ἐκ τῶν πολιτικῶν καὶ σωφρόνων ἀνδρῶν συνήγορον, Φοκίωνα δʼ ἐκ τῶν στρατηγῶν, ἅμα δὲ καὶ δικαιοσύνῃ διενηνοχότα πάντων, ἐκ δὲ τῶν φίλων καὶ τῶν ἡλικιωτῶν τῶν ἐμαυτοῦ Ναυσικλέα καὶ τοὺς ἄλλους ἅπαντας, οἷστισιν ἐγὼ κέχρημαι καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων μετέσχηκα. ὁ μὲν οὖν ἐμὸς λόγος εἴρηται, τὸ δὲ σῶμα ἤδη τουτὶ παραδίδωσιν ὑμῖν καὶ ἐγὼ καὶ ὁ νόμος.
我从政坛明达之士中请出欧布洛斯作为我的辩护人,从将领中请出在正义方面超群绝伦的福基昂,并从我的友人与同龄伙伴中请出瑙西克勒斯以及与我交往甚密、同享相同操守志趣的所有其他人。 我的辩词已经陈述完毕;此时此刻,我与法律便将我的这副身躯交付给诸位。
- 178τὸν τῶν λόγων κύριον τὰς τῶν ἔργων προσδοκίας ἀπαιτοῦσι
由动词 ἀπαιτέω(索要、要求)支配的双宾格结构,同时接动作对象(人)与索要内容(物)。此处将指代使节身份的“言辞的主人”(τὸν τῶν λόγων κύριον)与“行动的预期后果”(τὰς τῶν ἔργων προσδοκίας)并列为宾格,鲜明对比了仅凭言辞履职的使节却被苛求实际行动成果的荒谬。
- 178δέκατος δʼ αὐτὸς
序数词与代词 αὐτός 连用的固定句式,意为“包括自身在内共十人”(即与九名同僚一起),而非副词性的“第十次”。此处指他作为出使代表团十名使节之一的身份。
- 180εἰς μνήμην εἶναι τὴν ἐμὴν
介词 εἰς 与不定式 εἶναι 连用的限定性短语,意为“就我的记忆所及”(类似于 ὅσον ἐμὲ εἰδέναι 等限定性不定式惯用表达)。此处用来限定他在陪审法官(关系代词与格 οἷς 所指)面前所做各项申辩的范围。
- 181τοὺς δʼ ἄλλους ἅπαντας
与前句的 ὅσοι μὲν ὑμῶν(诸位中……之人)相对照的宾格短语。后接的主动词 αἰτῶ(我请求)以 τὴν σωτηρίαν(保全/救助)为直接宾语,以 παρʼ ὑμῶν(向诸位)表示请求对象,因此本句在句首充当话题化的悬空宾格(accusativus pendens)或受前文 παρακαλῶ / δέομαι 的祈请动词意识支配的先取宾格。
