← 埃斯基涅斯

论使职不称职

§163-170

依势变策的合理性与埃斯基涅斯的从军履历

埃斯基涅斯驳斥了与腓力合唱凯歌的指控,论证了依时势调整外交政策的合理性,揭露了德摩斯梯尼出卖当事人的背叛行径,并详述自己光荣的从军履历以传唤证人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§163

καὶ τῷ δῆλος ἦ,1 εἰ μή γε ὥσπερ ἐν τοῖς χοροῖς προῇδον; οὐκοῦν εἰ μὲν ἐσίγων, ψευδῆ μου κατηγορεῖς· εἰ δὲ ὀρθῆς ἡμῖν τῆς πατρίδος οὔσης, καὶ τῶν πολιτῶν κοινῇ μηδὲν ἀτυχούντων, συνῇδον μετὰ τῶν ἄλλων πρέσβεων τὸν παιᾶνα, ἡνίκα ὁ θεὸς μὲν ἐτιμᾶτο, Ἀθηναῖοι δὲ μηδὲν ἠδόξουν, εὐσέβουν, ἀλλʼ οὐκ ἠδίκουν, καὶ δικαίως ἂν σῳζοίμην. ἔπειτα ἐγὼ μὲν διὰ ταῦτα ἀνηλεής τις εἰμὶ ἄνθρωπος, σὺ δὲ εὐσεβὴς ὁ τῶν ὁμοσπόνδων καὶ συσσίτων κατήγορος;

况且,除非我就像在歌队中那样领唱,否则我如何能显眼呢?因此,如果我保持沉默,你对我的指控便是诬告;但如果是在我们的祖国平安无恙、公民们整体上未遭不幸之时,在神明受享尊荣、雅典人未蒙耻辱之际,我与其余的使节一同合唱了凯歌,那我便是在行虔敬之事而非作恶,理应公正地获救。难道因此我反倒成了无情之徒,而你这位控告同立誓约、同桌共餐之人的人,反倒是虔敬的吗?

§164

ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρέσβευκα πρὸς Φίλιππον, πρότερον παρακαλῶν ἐπʼ ἐκεῖνον τοὺς Ἕλληνας. καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε· κατηγάγετε εἰς τὴν πατρίδα φεύγοντας Θηβαίους, καὶ πάλιν τούτοις ἐμαχέσασθε ἐν Μαντινείᾳ· ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν αὐτοὺς ἐσώσατε. καὶ μυρίοις ἄλλοις ἤδη τῶν Ἑλλήνων οὕτω κέχρησθε· τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.

你还指责我政见反复无常,说我先前曾号召希腊诸邦对抗腓力,后来却充当使节出使腓力。然而这项指控,只要你愿意,你大可公然用来指控其他所有雅典人。你们曾与拉栖代梦人作战,而在留克特拉惨败之后,你们又去援助这些人;你们曾将流亡的忒拜人护送回祖国,旋即又在曼提尼亚与他们交战;你们曾与厄瑞特里亚人和塞米松交战,旋即又拯救了他们。对于其他无数希腊人,你们向来也是如此相待;因为顺应时局以求谋取至善,无论是对个人还是对城邦而言都是必由之路。

§165

τὸν δὲ ἀγαθὸν σύμβουλον τί χρὴ ποιεῖν; οὐ τῇ πόλει πρὸς τὸ παρὸν τὰ βέλτιστα συμβουλεύειν; τὸν δὲ πονηρὸν κατήγορον τί; οὐ τοὺς καιροὺς ἀποκρυπτόμενον τῆς πράξεως κατηγορεῖν; τὸν δὲ ἐκ φύσεως προδότην πῶς χρὴ θεωρεῖν; ἆρά γε οὐχ ὡς σὺ τοῖς ἐντυγχάνουσι καὶ πιστεύσασι κέχρησαι, λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις;2 ἔγραψας λόγον Φορμίωνι τῷ τραπεζίτῃ χρήματα λαβών· τοῦτον ἐξήνεγκας Ἀπολλοδώρῳ τῷ περὶ τοῦ σώματος κρίνοντι Φορμίωνα.

那么,优秀的参政者应当做些什么?难道不是针对当下形势为城邦献出至善之策吗?卑劣的告发者又当如何?难道不是隐瞒时局背景而对具体行动横加指责吗?而对于天生的叛徒,又该如何看清其真面目?难道不正是像你对待那些与你往来并信赖你的人那样——收取报酬为法庭撰写诉状,转手却将诉状泄露给对方当事人?你收了钱为银行家福尔米翁代写诉状,却又将这篇诉状泄露给将福尔米翁告上法庭、欲将其置于死地的阿波罗多洛斯。

§166

εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου· ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρʼ Ἀριστάρχου προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ· οὐ γὰρ προσδέχεται δίκαιος ἔρως πονηρίαν. ταῦτʼ ἐστὶν ὁ προδότης καὶ τὰ τούτοις ὅμοια.

你潜入莫斯库斯之子阿里斯塔库斯那原本富足的家庭,将这家毁得一干二净。你预先从阿里斯塔库斯那里骗取了三塔兰同,伪装成贪恋那少年青春美色之人。但这绝非出于真情,因为正当的爱恋绝不容纳奸恶。这些行径以及诸如此类的事,才真正构成叛徒的本质。

§167

ἐμνήσθη δέ που περὶ στρατείας, καὶ καλὸν στρατιώτην ἐμὲ ὠνόμασεν. ἐγὼ δὲ οὐχ ἕνεκα τῆς τούτου βλασφημίας, ἀλλὰ τοῦ παρόντος κινδύνου προνοούμενος, καὶ περὶ τούτων ἀνεπίφθονον λέγειν εἶναί μοι νομίζω· ποῦ γὰρ ἢ πότε αὐτῶν ἢ πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι; ἐκ παίδων μὲν γὰρ ἀπαλλαγεὶς περίπολος τῆς χώρας ταύτης ἐγενόμην δύʼ ἔτη, καὶ τούτων ὑμῖν τοὺς συνεφήβους καὶ τοὺς ἄρχοντας ἡμῶν μάρτυρας παρέξομαι· πρώτην δʼ ἐξελθὼν στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετὰ τῶν ἡλικιωτῶν καὶ τῶν Ἀλκιβιάδου ξένων τὴν εἰς Φλειοῦντα παραπομπήν, κινδύνου συμβάντος ἡμῖν περὶ τὴν Νεμεάδα καλουμένην χαράδραν, οὕτως ἠγωνισάμην, ὥστε ὑπὸ τῶν ἡγεμόνων ἐπαινεῖσθαι· καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους τὰς ἐν τοῖς ἐπωνύμοις καὶ τοῖς μέρεσιν ἐξῆλθον, καὶ τὴν ἐν Μαντινείᾳ μάχην συνεμαχεσάμην οὐκ αἰσχρῶς οὐδʼ ἀναξίως τῆς πόλεως, καὶ τὰς εἰς Εὔβοιαν στρατείας ἐστρατευσάμην, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις οὕτως ἐκινδύνευσα, ὥστε κἀκεῖ στεφανωθῆναι καὶ δεῦρο ἥκων πάλιν ὑπὸ τοῦ δήμου, τήν τε νίκην τῆς πόλεως ἀπαγγείλας, καὶ Τεμενίδου τοῦ τῆς Πανδιονίδος ταξιάρχου καὶ συμπρεσβεύσαντος ἀπὸ στρατοπέδου μοι δευρὶ περὶ τὸν γενόμενον κίνδυνον οἷος ἦν ἀπαγγείλαντος.

此外,他在某处还提及了兵役之事,讥讽我为一个‘出色的士兵’。但我并非因为他的恶言相向,而是考虑到当下的危局,认为提及这些并不至于引起诸位的反感;因为如果错过了今天,我究竟还能在何时、何地、向何人提及这些呢?当我脱离童年期后,我曾担任本邦边境巡逻卫士达两年之久;为此我将传唤当年的青年同伴以及我们的长官作为诸位的证人;当我首次出征参加所谓的‘分遣队’征召,与同龄伙伴及阿尔西比亚德斯的客兵一同执行前往弗利乌斯的护卫任务时,在所谓的涅墨亚峡谷一带我们遭遇了危险,而我的战斗表现赢得了指挥官们的赞誉;随后我又依序参加了按同名英雄册及分担轮次召集的所有出征,在曼提尼亚战役中我也英勇参战,绝无玷辱亦无愧于城邦;我还参加了进军优卑亚的历次远征,并在塔穆奈战役中身处精选部队,冒着生命危险浴血奋战,以致不仅在军营中荣获冠冕,回到这里后又再次获得民众授予的冠冕;当时我不仅向城邦通报了胜利,潘狄俄尼斯部族的步兵指挥官、与我一同从军营赶回向城邦报捷的特墨尼得斯,也向大家报告了我在面临危局时的英勇表现。

§170

ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τοῦτο τὸ ψήφισμα, καὶ κάλει τὸν Τεμενίδην καὶ τοὺς συνεστρατευμένους μοι τὰς ὑπὲρ τῆς πόλεως στρατείας καὶ Φωκίωνα τὸν στρατηγόν, μήπω συνήγορον, ἂν τούτοις συνδοκῇ, ἀλλʼ ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται.3

为证明我所言属实,请书记为我取来这份法令,并传唤特墨尼得斯、与我一同为保卫城邦而历次出征的战友们,以及将军福基翁——如果陪审员们同意,暂且不让他作为辩护人,而是作为证人,若作伪证,则需向这位诬告者承担法律责任。

语法注3 条
  1. 163καὶ τῷ δῆλος ἦ

    τῷ 为疑问代词 τίς 的单数与格(相当于 τίνι),作方式/手段与格(“凭何方式/依何证据”)。ἦ 是动词 εἰμί 的未完成过去时第一人称单数形式(等同于 ἦν)。整句意为“我又凭什么显眼呢”。

  2. 165λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις;

    不定词 ἐκφέρειν 承接上文 πῶς χρὴ θεωρεῖν; 与 ἆρά γε οὐχ... 的句式,其逻辑主语在结构上泛化,由宾格分词 γράφοντα 修饰,形成宾格加不定词的补充说明结构,指“收钱撰写诉状,转手却将其泄露给对方当事人”。

  3. 170μήπω συνήγορον, ἂν τούτοις συνδοκῇ, ἀλλʼ ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται

    μήπω συνήγορον(“暂且不作为辩护人”)与 ὑπεύθυνον ... μάρτυρα(“须承担责任的证人”)形成对照。雅典法庭中,助辩人(synēgoros)不承担伪证的法律责任,而正式证人(martys)若作伪证则可被提起伪证之诉(dikē pseudomartyriōn)并承担相应法律追责(hypeuthynos)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:163-170