- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:155-162
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯呈出奥林索斯人阿里斯托芬等人的证词以击破德摩斯梯尼的贿赂诬陷与关于俘虏妇人的诽谤,进而驳斥针对其媾和政绩的指控,并反驳有关他与腓力同唱凯歌的无稽之谈。
ὁ δʼ αὐτῷ ἀπεκρίνατο, ὡς αὐτὸς διηγεῖτο, ὅτι τῆς μὲν φυγῆς καὶ τῆς παρούσης ἀπορίας αὐτῷ οὐ κακῶς, ἀλλʼ ὡς οἷόν τε ἄριστα στοχάζοιτο, τοῦ δὲ τρόπου1 πλεῖστον εἴη διημαρτηκώς· οὐδὲν γὰρ ἂν τοιοῦτον πρᾶξαι. ὅτι δὲ ἀληθῆ λέγω, αὐτὸν Ἀριστοφάνην μαρτυροῦντα παρέξομαι. κάλει μοι Ἀριστοφάνην Ὀλύνθιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε, καὶ τοὺς ἀκηκοότας αὐτοῦ καὶ πρὸς ἐμὲ ἀγγείλαντας, Δερκύλον Αὐτοκλέους Ἁγνούσιον καὶ Ἀριστείδην Εὐφιλήτου Κηφισιέα.
然而正如阿里斯托芬自己所叙述的那样,他回答德摩斯梯尼说,关于他的流亡和当下的困境,德摩斯梯尼猜得并不差,甚至是再准确不过了;但关于他的为人品性,德摩斯梯尼却错得离谱,因为他绝不会做出这等事来。为了证明我所言属实,我将请出阿里斯托芬本人作证。请为我传唤奥林索斯的阿里斯托芬,并宣读证词,同时传唤那些亲耳听他说过并向我通报的人——哈格努斯区的奥托克勒斯之子德耳库洛斯与刻菲西亚区的欧菲勒托斯之子阿里斯泰得斯。
Μαρτυρίαι τῶν μὲν μαρτύρων διομνυμένων καὶ μαρτυρούντων ἀκούετε· τὰς δʼ ἀνοσίους ταύτας τῶν λόγων τέχνας, ἃς οὗτος πρὸς τοὺς νέους ἐπαγγέλλεται καὶ κέχρηται νυνὶ κατʼ ἐμοῦ, ἆρα μέμνησθε, ὡς ἐπιδακρύσας καὶ τὴν Ἑλλάδα κατοδυράμενος, καὶ Σάτυρον τὸν κωμικὸν ὑποκριτὴν προσεπαινέσας, ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου, ταῦθʼ ὑποθεὶς ἐπεῖπεν ἐντεινάμενος ταύτην τὴν ὀξεῖαν καὶ ἀνόσιον φωνήν, ὡς δεινόν, εἰ ὁ μὲν τοὺς Καρίωνας καὶ Ξανθίας ὑποκρινόμενος οὕτως εὐγενὴς καὶ μεγαλόψυχος γένοιτο, ἐγὼ δʼ ὁ τῆς μεγίστης σύμβουλος πόλεως, ὁ τοὺς μυρίους Ἀρκάδων νουθετῶν, οὐ κατάσχοιμι τὴν ὕβριν, ἀλλὰ παραθερμανθείς, ὅθʼ ἡμᾶς εἱστία Ξενόδοκος τῶν ἑταίρων τις τῶν Φιλίππου, ἕλκοιμι τῶν τριχῶν καὶ λαβὼν ῥυτῆρα μαστιγοίην αἰχμάλωτον γυναῖκα.
证词宣读 诸位听到了证人们起誓并作证。此人向年轻人标榜传授并在今日用来攻击我的这些伤风败俗的修辞伎俩,诸位可曾记得?他是如何潸然泪下、哀悼希腊,并且顺带盛赞喜剧演员萨堤罗斯,称其在酒宴之上向腓力恳求,解救了在腓力葡萄园中戴着镣铐掘地的几位战俘宾客;他在作了这番铺垫之后,扯开他那尖锐而不恭的嗓门补充道:一个扮演卡里翁和克珊提阿斯的戏子尚且表现得如此高尚豁达,而我作为最伟大城邦的参政官、劝诫一万阿卡迪亚人的导师,竟然按捺不住傲慢暴戾,反而在腓力的密友之一塞诺多科斯款待我们时借酒发疯,抓着一位战俘妇人的头发,拿起皮鞭予以抽打——这是何等骇人听闻之事!
οὐκοῦν εἰ ὑμεῖς αὐτῷ ἐπιστεύσατε, ἢ Ἀριστοφάνης μου συγκατεψεύσατο, ἐπʼ αἰσχραῖς αἰτίαις ἀπωλόμην ἄν. ἐάσετε οὖν τὸ τοιοῦτον αὑτοῦ προστρόπαιον, μὴ γὰρ δὴ τῆς πόλεώς γε,2 ἐν ὑμῖν ἀναστρέφεσθαι; καὶ τὴν μὲν ἐκκλησίαν καθαίρετε, ἐν δὲ τοῖς ψηφίσμασι διὰ τούτου τὰς εὐχὰς ποιήσεσθε, καὶ στρατιὰν ἢ πεζὴν ἢ ναυτικὴν ἐκπέμψετε; καὶ μὴν ὅ γε Ἡσίοδος λέγει, "πολλάκι τοι ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται."
因此,如果诸位当时相信了他,或者阿里斯托芬同流合污构陷于我,我便会因这等可耻的罪名而身败名裂。难道诸位竟会容许这样一个落在他自己头上的祸祟——绝非落在城邦头上——在你们当中游荡?你们在举行公民大会时洒水净化,却在法令中通过此人向神明祈祷,并派遣陆军或海军出征?诚然,正如赫西俄德所言: ‘屡有一城万民,因一恶徒而遭荼毒,彼人肆行不义,妄造滔天恶行。’
ἓν δὲ πρὸς τοῖς εἰρημένοις εἰπεῖν ἔτι βούλομαι. εἰ γάρ πού τις ἔστι κακία κατʼ ἀνθρώπους, ἂν μὴ πρωτεύοντα περὶ ταύτην ἀποδείξω Δημοσθένην, θανάτου τιμῶμαι.3 ἀλλʼ οἶμαι πολλὰ καὶ χαλεπὰ παρακολουθεῖ τῷ κρινομένῳ, καὶ μετακαλεῖ τὴν ψυχὴν ἀπὸ τῆς ὀργῆς ὁ κίνδυνος ἐπὶ τοὺς ὑπὲρ τῆς σωτηρίας λόγους, καὶ διαλογισμὸν παρίστησι, μή τι παραλίπῃ τῶν κατηγορημένων. ὥστε ἅμα μὲν ὑμᾶς, ἅμα δὲ ἐμαυτὸν εἰς ἀνάμνησιν τῶν κατηγορημένων ἀγαγεῖν βούλομαι.
在已说过的这些话之外,我还要补充一句:若人间尚有邪恶存在,如果我不能证明德摩斯梯尼在其中首屈一指,我自请死罪。但我认为,面临审判之人伴随着诸多艰险,危险将心灵从愤怒中唤回,转向关乎安危的辩护言辞,并引起深思,以免漏掉任何一条指控。因此,我想引导诸位并引导我自己,重新回顾这些指控。
σκοπεῖτε γὰρ δὴ καθʼ ἕκαστον, ὦ ἄνδρες Ἀθηναῖοι, ποῖον ἐγὼ ψήφισμα γράψας κρίνομαι, ἢ ποῖον νόμον λύσας, ἢ ποῖον γενέσθαι κωλύσας, ἢ τίνας ὑπὲρ τῆς πόλεως συνθήκας ποιησάμενος, ἢ τί τῶν δεδογμένων περὶ τῆς εἰρήνης ἀπαλείψας, ἢ τί τῶν μὴ δοξάντων ὑμῖν προσγράψας.
雅典的同胞们,请逐一审视:我究竟是因为起草了何种法令而受审,或是废除了何种法律,或是阻碍了何种法律的通过,或是代表城邦缔结了何种条约,或是抹去了和平决议中的何种条款,亦或是擅自添加了何种未经诸位决议的内容?
οὐκ ἤρεσκέ τισι τῶν ῥητόρων ἡ εἰρήνη· ἔπειτα οὐ τότε ἀντιλέγειν αὐτοὺς ἐχρῆν, ἀλλὰ μὴ νῦν ἐμὲ κρίνειν; ἐπλούτουν τινὲς ἐκ τοῦ πολέμου, ἀπὸ τῶν ὑμετέρων εἰσφορῶν καὶ τῶν δημοσίων προσόδων, νῦν δὲ πέπαυνται· εἰρήνη γὰρ ἀργίαν οὐ τρέφει· ἔπειτα οἱ μὲν οὐκ ἀδικούμενοι, ἀλλʼ ἀδικοῦντες τὴν πόλιν, τιμωρήσονται τὸν προστάντα τῆς εἰρήνης, οἱ ὠφελούμενοι τοὺς χρησίμους εἰς τὰ κοινὰ γενομένους ἐγκαταλείψετε;
某些演说家对和平不满;那么,他们当时难道不该挺身反对,而不是如今将我推上法庭?有人曾因战争而大发横财,吞噬你们的战争特别税和公共岁入,而如今财路断绝,因为和平不滋养游手好闲之徒;难道那些未受委屈反倒侵害城邦之人将惩罚和平的捍卫者,而坐享其利的诸位却要遗弃那些曾为公益效力之人?
συνῇδον γὰρ τοὺς παιᾶνας Φιλίππῳ, κατεσκαμμένων τῶν ἐν Φωκεῦσι πόλεων, ὥς φησιν ὁ κατήγορος. καὶ ποίῳ δύναιτʼ ἄν τις τεκμηρίῳ τοῦτο σαφῶς ἐπιδεῖξαι; ἐκλήθην μὲν γὰρ ἐπὶ τὰ ξένια μετὰ τῶν συμπρέσβεων, ἦσαν δʼ οἱ κλητοὶ καὶ συνδειπνοῦντες σὺν ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις οὐκ ἐλάττους ἢ διακόσιοι. ἐν δὲ τούτοις ὡς ἔοικεν ἐγὼ διαφανὴς ἦν οὐχ ὑποσιγῶν, ἀλλὰ συνᾴδων, ὥς φησι Δημοσθένης, οὔτʼ αὐτὸς παρών, οὔτε τῶν ἐκεῖ παρόντων οὐδένα παρασχόμενος μάρτυρα.
起诉人声称,在福基斯的诸城镇被夷为平地之时,我与腓力一同高唱了凯歌。然而究竟能凭何种明证来确凿证实此事?我和同僚使节一同受邀赴宴,受邀与希腊各使团同席共饮者不下两百人。据德摩斯梯尼所言,我在这些人当中似乎格外显眼,不仅没有默不作声,反而在附和合唱——而他本人既不在场,也未能举出当时在场的任何人作为证人。
- 155τῆς μὲν φυγῆς ... τοῦ δὲ τρόπου
二者均为属格,分别充当后文动词 στοχάζοιτο 和 διημαρτηκώς 的宾语。στοχάζομαι 引申为“揣测、言中”,支配属格;διαμαρτάνω 意为“完全错估、脱离目标”,支配表示分离或脱离目标的属格。
- 158μὴ γὰρ δὴ τῆς πόλεώς γε
插入性的否定祈愿短语,修饰前面的 αὑτοῦ προστρόπαιον(落在他自己身上的祸祟),省略了愿望希求法动词(如 εἴη),意为“但愿绝非城邦的(祸祟)”。
- 159θανάτου τιμῶμαι
法庭诉讼中的固定惯用语,包含表示刑罚的属格(θανάτου)。中动态 τιμῶμαι 表示当事人“提议将死刑定为对自己的惩罚”。
