← 埃斯基涅斯

论使职不称职

§149-154

列举亲族功绩与揭露奥林索斯妇人伪证

埃斯基涅斯通过列举其兄弟与姻亲在公私领域的卓著功绩来驳斥德摩斯梯尼的诋毁,在法庭上引出自己的子女以否认叛国指控,并揭露德摩斯梯尼捏造奥林索斯妇人事件并企图收买证人的内幕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§149

Φιλοχάρης δʼ οὑτοσί, ὁ πρεσβύτατος ἀδελφὸς ἡμῶν, οὐκ ἀγεννεῖς διατριβάς, ὡς σὺ βλασφημεῖς, ἀλλʼ ἐν γυμνασίοις διατρίβων,1 καὶ μετὰ Ἰφικράτους συνεστρατευμένος, καὶ συνεχῶς ἔτος ἤδη τουτὶ τρίτον στρατηγῶν, ἥκει δεησόμενος ὑμῶν ἐμὲ σῶσαι. Ἀφόβητος δʼ οὑτοσί, ὁ νεώτατος ἡμῶν ἀδελφός, πεπρεσβευκὼς μὲν ὑπὲρ ὑμῶν ἀξίως τῆς πόλεως πρὸς τὸν Περσῶν βασιλέα, καλῶς δὲ καὶ δικαίως τῶν ὑμετέρων προσόδων ἐπιμεληθείς, ὅτε αὐτὸν ἐπὶ τὴν κοινὴν διοίκησιν εἵλεσθε, καὶ πεπαιδοποιημένος κατὰ τοὺς νόμους, ἀλλʼ οὐ Κνωσίωνι τὴν ἑαυτοῦ γυναῖκα παρακατακλίνων, ὥσπερ σύ, πάρεστι καταφρονῶν τῶν σῶν λοιδοριῶν· τὸ γὰρ ψευδὲς ὄνειδος οὐ περαιτέρω τῆς ἀκοῆς ἀφικνεῖται.

这里的菲洛卡里斯是我们的大哥,他并非如你诋毁的那样过着卑劣的生活,而是在练身场度日,曾与伊菲克拉特斯一同从军,且如今已连续第三年担任将军;他前来恳求你们拯救我。这里的阿福贝托斯是我们最小的弟弟,他曾代表你们以配得上城邦的姿态出使波斯国王,在你们选任他主管公共财政时公正廉洁地打理你们的岁入,并依法生儿育女——绝非如你那般让自己的妻子与克诺西翁同榻——他也出席在此,蔑视你的辱骂;因为虚妄的耻辱绝不会到达听闻之外。

§150

ἐτόλμησας δὲ καὶ περὶ τῶν ἐμῶν κηδεστῶν εἰπεῖν· οὕτως ἀναιδὴς καὶ πόρρωθεν ἀχάριστος εἶ, ὃς Φιλόδημον τὸν Φίλωνος πατέρα καὶ Ἐπικράτους οὐκ ἀγαπᾶς οὐδὲ προσκυνεῖς, διʼ ὃν εἰς τοὺς δημότας ἐνεγράφης, ὡς ἴσασιν οἱ πρεσβύτεροι Παιανιέων. ἐκπέπληγμαι δέ, εἰ σὺ λοιδορεῖν Φίλωνα τολμᾷς, καὶ ταῦτα ἐν τοῖς ἐπιεικεστάτοις Ἀθηναίων, οἳ δεῦρο εἰσεληλύθασι δικάσοντες ἕνεκα τοῦ βελτίστου τῆς πόλεως, καὶ μᾶλλον προσέχουσι τοῖς βίοις ἡμῶν ἢ τοῖς λόγοις.

你竟然还胆敢谈及我的姻亲;你是如此厚颜无耻且长久以来忘恩负义,正如派阿尼亚区的老一辈人所知,你正是靠着菲隆与埃皮克拉特斯的父亲菲洛德莫斯才得以被登入区民名册,如今却对他既无感激亦无敬重。我深感震惊,你竟敢辱骂菲隆,而且是在雅典人中最公正者面前这样做——他们进入法庭是为了城邦的最大利益而进行审判,并且更加注重我们的生活为人而非言辞辩说。

§151

πότερα γὰρ ἂν προσδοκᾷς αὐτοὺς εὔξασθαι μυρίους ὁπλίτας ὁμοίους. Φίλωνι γενέσθαι, καὶ τὰ σώματα οὕτω διακειμένους καὶ τὴν ψυχὴν οὕτω σώφρονας, ἢ τρισμυρίους κιναίδους οἵους περ σύ; καὶ τὴν Ἐπικράτους εὐαγωγίαν, τοῦ Φίλωνος ἀδελφοῦ, ἐπανάγεις εἰς ὀνείδη. καὶ τίς αὐτὸν εἶδε πώποτε ἀσχημονήσαντα, ἢ μεθʼ ἡμέραν, ὡς σὺ φῄς, ἐν τῇ πομπῇ τῶν Διονυσίων, ἢ νύκτωρ; οὐ γὰρ ἂν τοῦτό γʼ εἴποις, ὡς ἔλαθεν· οὐ γὰρ ἠγνοεῖτο.

你以为他们会祈求出现一万名像菲隆那样身体处于这般状态、心灵这般克制的重装步兵,还是出现三万名像你这样的男色淫荡之徒?你竟然将菲隆之弟埃皮克拉特斯的温顺品格化作非难的把柄。然而,无论是在白昼——如你所言在酒神节游行队伍中——还是在黑夜,究竟有谁曾见过他举止失体?你断不能说他是未被察觉,因为他绝非无名之辈。

§152

ἐμοὶ δέ, ὦ ἄνδρες, ἐκ τῆς Φιλοδήμου θυγατρὸς καὶ Φίλωνος ἀδελφῆς καὶ Ἐπικράτους τρεῖς παῖδές εἰσι, μία μὲν θυγάτηρ, δύο δὲ υἱεῖς· οὓς ἐγὼ δεῦρο ἥκω μετὰ τῶν ἄλλων κομίζων, ἑνὸς ἐρωτήματος ἕνεκα καὶ τεκμηρίου πρὸς τοὺς δικαστάς, ὃ νῦν δὴ ἐρήσομαι. ἐρωτῶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ δοκῶ ἂν ὑμῖν πρὸς τῇ πατρίδι καὶ τῇ τῶν φίλων συνηθείᾳ καὶ ἱερῶν καὶ τάφων πατρῴων μετουσίᾳ τουτουσὶ τοὺς πάντων ἀνθρώπων ἐμοὶ φιλτάτους προδοῦναι Φιλίππῳ, καὶ περὶ πλείονος τὴν ἐκείνου φιλίαν τῆς τούτων σωτηρίας ποιήσασθαι.2 ποίᾳ κρατηθεὶς ἡδονῇ; ἢ τί πώποτε ἄσχημον ἕνεκα χρημάτων πράξας; οὐ γὰρ ἡ Μακεδονία κακοὺς ἢ χρηστοὺς ποιεῖ, ἀλλʼ ἡ φύσις· οὐδʼ ἐσμὲν ἕτεροί τινες ἥκοντες ἀπὸ τῆς πρεσβείας, ἀλλʼ οἵους ὑμεῖς ἐξεπέμψατε.

诸位法官,我与菲洛德莫斯之女、菲隆与埃皮克拉特斯之妹育有三个孩子,一个女儿,两个儿子。我将他们与其他亲友一同带到这里,是为了向法官们提出一个问题并提供一份明证,我现在就要提出这个问题。雅典的同胞们,我要发问:在祖国、朋友的情谊、以及共享先祖圣所与坟墓之外,诸位是否认为我可能会将眼前这些对我而言全人类中最亲爱的人背叛给腓力,并将与腓力的友谊看得高于他们的安危?究竟是被何种享乐所俘虏?或是曾为金钱做过何等可耻之事?因为并非马其顿使人变得卑劣或高尚,而是天性使然;从使团归来的我们并未变成另一个人,而依旧是你们当初所派遣的那样的人。

§153

συμπέπλεγμαι δʼ ἐν τῇ πολιτείᾳ καθʼ ὑπερβολὴν ἀνθρώπῳ γόητι καὶ πονηρῷ, ὃς οὐδʼ ἂν ἄκων ἀληθὲς οὐδὲν εἴποι. ἡγεῖται δέ, ὅταν τι ψεύδηται, τῶν λόγων ὅρκος κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν,3 καὶ τὰ μὴ γεγενημένα οὐ μόνον ὡς ἔστι λέγει, ἀλλὰ καὶ τὴν ἡμέραν ἐν ᾗ φησι γενέσθαι· καὶ προστίθησίν τινος ὄνομα πλασάμενος, ὡς ἔτυχε παρών, μιμούμενος τοὺς τἀληθῆ λέγοντας. ἓν δὲ εὐτυχοῦμεν οἱ μηδὲν ἀδικοῦντες, ὅτι πρὸς τῇ τερατείᾳ τοῦ τρόπου καὶ τῇ τῶν ὀνομάτων συνθέσει νοῦν οὐκ ἔχει. σκέψασθε γὰρ ἀφροσύνην ἅμα καὶ ἀπαιδευσίαν τἀνθρώπου, ὃς τοιοῦτον ἐπλάσατο τὸ περὶ τὴν Ὀλυνθίαν γυναῖκα ψεῦδος κατʼ ἐμοῦ, ἐφʼ ᾧ μεταξὺ λέγων ὑφʼ ὑμῶν ἐξερρίφη· τὸν γὰρ πλεῖστον ἀφεστηκότα τῶν τοιούτων πρὸς τοὺς εἰδότας διέβαλλε.

然而在城邦政坛中,我却与一个极度蛊惑人心且恶毒之徒纠缠在一起,此人甚至无意之中也不会吐露半句真言。每当他撒谎之时,指着他那不知羞耻的双眼的誓言便先于话语而出;对于从未发生之事,他不仅声称其确凿存在,甚至还言之凿凿说出事情发生在哪一天;他还捏造并添上某个恰好在场之人的名字,模仿那些吐露实情者。但我们这些未行不义之人尚有一件幸运之事:那就是在他那耸人听闻的作派与拼凑名字的伎俩之外,他毫无智慧头脑。请审视此人的愚蠢与缺乏教养吧:他对我捏造了关于那位奥林索斯妇人的谎言,以至于在演说中途就被你们轰下了讲台;因为他面对知情者,去诋毁一个离此类行径最远之人。

§154

σκέψασθε δέ, ὡς πόρρωθεν ἐπὶ τὴν αἰτίαν ταύτην παρεσκευάζετο. ἔστι γάρ τις ἐπιδημῶν εἰς τὴν πόλιν Ἀριστοφάνης Ὀλύνθιος· τούτῳ συσταθεὶς ὑπό τινων καὶ πυθόμενος ὡς εἰπεῖν δύναται, ὑπερεκθεραπεύσας αὐτὸν καὶ προσαγαγόμενος, ἔπειθεν ἐμοῦ τὰ ψευδῆ καταμαρτυρεῖν πρὸς ὑμᾶς, κἂν παρελθὼν ἐθελήσῃ σχετλιάσαι σαὶ καὶ λέγειν4 ὡς εἰς οἰκείαν αὑτοῦ γυναῖκα αἰχμάλωτον γεγενημένην πεπαρῴνηκα, πεντακοσίας μὲν ἤδη δραχμὰς ὑπισχνεῖτο αὐτῷ δώσειν, πεντακοσίας δʼ ἑτέρας, ἐπειδὰν καταμαρτυρήσῃ.

且看他是何等早有预谋地为这项指控做准备。有一位旅居城中的奥林索斯人阿里斯托芬;经某些人引荐并得知此人能言善辩后,〔德摩斯梯尼〕极尽奉承讨好之能事拉拢他,企图说服他在你们面前作伪证诬陷我;并且许诺,若他愿意登台大发悲愤之辞,声称我对沦为战俘的其家族妇人酒后施暴,就立即给他五百德拉克马,等作完伪证之后再给另外五百。

语法注4 条
  1. 149οὐκ ἀγεννεῖς διατριβάς, ὡς σὺ βλασφημεῖς, ἀλλʼ ἐν γυμνασίοις διατρίβων

    名词 διατριβάς 与随后的分词 διατρίβων 构成了同源词的修辞对仗。在前半句否定结构 οὐκ ἀγεννεῖς διατριβάς 中,省去了与分词 διατρίβων 相当的动词成分,与后半句的介词短语 ἐν γυμνασίοις διατρίβων 形成直接对比,突显其生活方式的正派高尚。

  2. 152εἰ δοκῶ ἂν ὑμῖν... προδοῦναι Φιλίππῳ, καὶ περὶ πλείονος τὴν ἐκείνου φιλίαν τῆς τούτων σωτηρίας ποιήσασθαι

    在由连接词 εἰ 引导的间接疑问句中,直陈式现在时动词 δοκῶ 统辖不定式 προδοῦναι 与 ποιήσασθαι,助词 ἄν 置于动词旁但实际上修饰这两个不定式,构成间接引语中的潜能或与事实相反的归结从句('在你们看来,我难道可能会背叛……并将……看得更重吗')。

  3. 153ἡγεῖται δέ, ὅταν τι ψεύδηται, τῶν λόγων ὅρκος κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν

    该句存在倒装结构:主语为 ὅρκος(誓言),谓语动词为 ἡγεῖται(统领/走在前面),支配属格补足语 τῶν λόγων(走在言辞的前面);介词短语 κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν(指着不知羞耻的双眼发誓)修饰 ὅρκος,中间插入了时间从句 ὅταν τι ψεύδηται。

  4. 154κἂν παρελθὼν ἐθελήσῃ σχετλιάσαι σαὶ καὶ λέγειν

    合音词 κἂν(= καὶ ἐάν)引导带有虚拟式 ἐθελήσῃ 的条件从句,构成主句未完成过去时动词 ὑπισχνεῖτο(许诺)的前提。句中的 σαὶ 属于传抄过程中的讹误或重文(dittography),在语法结构上视作 σχετλιάσαι καὶ λέγειν(登台悲愤陈词并宣称)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:149-154