← 埃斯基涅斯

论使职不称职

§143-148

同盟者作证、驳斥传闻与家族辩护

埃斯基涅斯传唤福基斯与维奥蒂亚证人以证实自己的清白与善行,驳斥德摩斯梯尼对“传闻”概念的歪曲并将其与“诬陷”严加区分,随后引荐高龄的父亲及家族证明自己的名声与忠诚,并猛烈抨击德摩斯梯尼卑劣的历史。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§143

ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Μνάσωνα τὸν Φωκέα καὶ τοὺς συμπρέσβεις, καὶ τοὺς ἀπὸ τῆς τῶν Βοιωτῶν φυγῆς ᾑρημένους. ἀνάβηθι δεῦρο, Λίπαρε καὶ Πυθίων, καὶ τὴν αὐτὴν ἀπόδοτέ μοι χάριν εἰς τὴν τοῦ σώματος σωτηρίαν, ἥνπερ ἐγὼ ὑμῖν. Συνηγορία Βοιωτῶν καὶ Φωκέων πῶς οὖν οὐκ ἂν δεινὰ πάθοιμι, εἰ κατηγοροῦντος μὲν Δημοσθένους τοῦ Θηβαίων προξένου καὶ πονηροτάτου τῶν Ἑλλήνων, συναγορευόντων δέ μοι Φωκέων καὶ Βοιωτῶν ἁλοίην;

为了证明我所言属实,请为我传唤福基斯人姆纳松及其同僚使节,以及从维奥蒂亚流亡者中选出的人员。上台来吧,利帕罗斯和皮提翁,请为保全我的生命而向我回报同样的恩义,正如我曾施予你们的一样。 〔维奥蒂亚人与福基斯人的辩护〕那么,如果底比斯人的代理人、全希腊最卑劣的德摩斯梯尼在此控告,而福基斯人与维奥蒂亚人却在为我辩护,我若反而被定罪,岂不是遭受了莫大的冤屈吗?

§144

ἐτόλμησε δʼ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. φησὶ γάρ με εἰπεῖν, ὅτʼ ἔκρινον Τίμαρχον, ὅτι πάντες κατʼ αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δʼ Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν, "φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νυ τίς ἐστι καὶ αὐτή." τὴν δʼ αὐτὴν ταύτην θεὸν ἥκειν νῦν κατηγοροῦσαν ἐμοῦ· πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.

他竟然胆敢声称我落入自相矛盾的境地。他说,我在起诉蒂马尔科斯时曾宣称,所有人都听闻了他充当男妓的传闻,且优秀的诗人赫西俄德曾说: “众人广为传扬的流言,绝不会彻底泯灭; 因为它自身亦是某种神明。” 他宣称,如今正是这位同一位女神前来控告我,因为人人都说我从腓力那里收受了钱财。

§145

εὖ δʼ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντία.1 διοριῶ δʼ αὐτῶν ἑκάτερον ἐγὼ σαφῶς. φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν· συκοφαντία δʼ ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα τοῖς αἰσχίστοις.

雅典的同胞们,请你们确切明白,传闻与诬陷截然不同。因为传闻与诋毁毫不相干,但诋毁与诬陷情同手足。我将为你们明确界定二者:传闻是当公民大众自发地、在没有任何挑动的情况下谈论某件已发生的事;而诬陷则是单单一个人向大众散布指控,在所有公民大会上以及向议事会诋毁某人。对于传闻,我们作为神明在公开场合向其献祭;而对于诬陷者,我们则作为罪犯向公众进行弹劾。因此,切勿将最美好的事物与最可耻的事物混为一谈。

§146

ἐπὶ πολλοῖς μὲν οὖν ἔγωγε τῶν κατηγορημένων ἠγανάκτησα, μάλιστα δὲ ἡνίκα ᾐτιᾶτό με εἶναι προδότην· ἅμα γὰρ ταῖς αἰτίαις ταύταις φανῆναί με ἔδει θηριώδη καὶ τὴν ψυχὴν ἄστοργον καὶ πολλοῖς ἑτέροις πρότερον ἁμαρτήμασι ἔνοχον. τοῦ μὲν οὖν ἐμοῦ βίου καὶ τῆς καθʼ ἡμέραν διαίτης ὑμᾶς δοκιμαστὰς ἱκανοὺς εἶναι νομίζω· ἃ δʼ ἐστὶ τοῖς μὲν πολλοῖς ἀσύνοπτα, τοῖς δὲ χρηστοῖς τὰς ψυχὰς μέγιστα, τούτων ὑμῖν τὰ πλεῖστα καὶ καλῶς ἔχοντα ἐκ τῶν νόμων ὁρᾶν ἀναβιβῶμαι,2 ἵνʼ εἰδῆτε τὰς ἐμὰς παρακαταθήκας, ἃς οἴκοι καταλιπὼν εἰς Μακεδονίαν ἐπρέσβευσα.

我对诸多指控深感愤慨,尤其是当他指控我是叛国者之时;因为伴随着这些罪名,我必须被证明是野蛮凶残、内心冷酷无情、且此前早已犯下许多其他罪恶之人。关于我的为人与日常生活,我认为你们完全足以担当裁决者;但关于那些大众不易察觉、却对灵魂高尚者而言至关重要的事情,我将依据法律把其中尽可能多的、名声清白的人引荐上台,让你们亲眼目睹,以便让你们知道,当我出使马其顿之时,在故乡留下了怎样的骨肉人质。

§147

σὺ μὲν γάρ, Δημόσθενες, ταῦτα ἐπλάσω ἐπʼ ἐμέ, ἐγὼ δʼ ὡς ἐπαιδεύθην καὶ δικαίως ἐξηγήσομαι. οὑτοσὶ μέν ἐστί μοι πατὴρ Ἀτρόμητος, σχεδὸν πρεσβύτατος τῶν πολιτῶν· ἔτη γὰρ ἤδη βεβίωκεν ἐνενήκοντα καὶ τέτταρα· συμβέβηκε δὲ αὐτῷ νέῳ μὲν ὄντι, πρὶν τὴν οὐσίαν ἀπολέσαι διὰ τὸν πόλεμον, ἀθλεῖν τῷ σώματι, ἐκπεσόντι δὲ ὑπὸ τῶν τριάκοντα στρατεύεσθαι μὲν ἐν τῇ Ἀσίᾳ, ἀριστεύειν δʼ ἐν τοῖς κινδύνοις, εἶναι δʼ ἐκ φρατρίας τὸ γένος ἣ τῶν αὐτῶν βωμῶν Ἐτεοβουτάδαις μετέχει, ὅθεν ἡ τῆς Ἀθηνᾶς τῆς Πολιάδος ἐστὶν ἱέρεια, συγκατάγειν δὲ τὸν δῆμον, ὥσπερ καὶ ὀλίγῳ πρότερον εἶπον.

德摩斯梯尼啊,你对我捏造了这些罪名,而我将依照我所受的教养与正义直抒己见。这里站着我的父亲阿特罗梅托斯,几乎是公民中最为年长的人,至今已活了九十四岁。他年轻时,在因战争丧失财产之前,曾是一位身体强健的运动员;被三十僭主驱逐之后,他曾在亚洲从军并在危难中立下殊勋;其宗族出身于与厄忒奥布塔达伊共享相同祭坛的胞族,雅典娜·波利亚斯的女性祭司正是出自该族;正如我刚才所言,他还曾参与协助恢复民主制。

§148

ἐλευθέρους δέ μοι συμβέβηκεν εἶναι καὶ τοὺς πρὸς μητρὸς ἅπαντας, ἣ νῦν ἐμοὶ πρὸ τῶν ὀφθαλμῶν προφαίνεται φοβουμένη περὶ τῆς ἐμῆς σωτηρίας καὶ διηπορημένη. καίτοι, Δημόσθενες, ἡ μὲν ἐμὴ μήτηρ ἔφυγε μετὰ τοῦ ἀνδρὸς εἰς Κόρινθον καὶ μετέσχε τῶν πολιτικῶν κακῶν· σὺ δὲ ὁ ἀμφισβητῶν ἀνὴρ εἶναι, οὐ γὰρ ἂν τολμήσαιμι εἰπεῖν ὡς ἀνὴρ εἶ, ἐγράφης λιποταξίου,3 καὶ τὸν γραψάμενον Νικόδημον τὸν Ἀφιδναῖον χρήμασι πείσας ἐσώθης, ὃν ὕστερον μετὰ Ἀριστάρχου συναπέκτεινας, καὶ οὐ καθαρὸς ὢν εἰς τὴν ἀγορὰν ἐμβάλλεις.

我的母系亲属亦全皆为自由公民;如今我的母亲就浮现在我的眼前,为我生命的安危惶恐不安、不知所措。然而,德摩斯梯尼啊,我的母亲曾随其丈夫流亡至科林斯,共担城邦之灾难;而你这个声称自己是男子汉的人——因为我绝不敢说你是一个真正的男子汉——曾因擅离职守罪被起诉,靠着用金钱收买起诉人阿菲德奈的尼科德莫斯才得以脱身,后来你竟与阿里斯塔尔科斯一同杀害了他,如今你这尚未洗净血污之身,竟敢公然踏入广场!

语法注3 条
  1. 145διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντία

    中性单数谓语形容词/名词 ἀδελφόν 与阴性主语 διαβολή 搭配,表达一种泛指性实体观念,即“诋毁与诬陷乃同类之物(情同手足的事物)”。部分传本读作与格 συκοφαντίᾳ(“与诬陷同属一类”),但无论是作主格同位语还是与格补足语,其逻辑关系均保持一致。

  2. 146τούτων ὑμῖν τὰ πλεῖστα καὶ καλῶς ἔχοντα ἐκ τῶν νόμων ὁρᾶν ἀναβιβῶμαι

    ἀναβιβῶμαι 是使役动词 ἀναβιβάζω(传唤上台)的阿提卡未来中动形式(表主动使役意义)。τούτων 为部分属格,不定词 ὁρᾶν 表目的或结果(“供你们观看”)。整句骨架为:“为了让你们亲眼看到,我将依法将这些人中尽可能多的、名声清白的人传唤上台”。

  3. 148ἐγράφης λιποταξίου

    属格 λιποταξίου(脱阵罪/擅离职守罪)作为罪名属格(genitive of the charge),依附于表示司法控告的被动动词 ἐγράφης(“你被起诉”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:143-148