- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:136-142
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯辩称,各方此前皆预料到腓力将压制底比斯,是德摩斯梯尼等人阻挠雅典抓住有利时机;他坚称福基斯的败局非己之过,并指出正是自己在近邻同盟席前挽救了维奥蒂亚与福基斯的无辜流亡者。
ἀλλʼ οὗτος μόνος τὸ συμβησόμενον ἠγνόει; ὑμεῖς δὲ αὐτοὶ δημοσίᾳ πῶς διέκεισθε; οὐ πάντες προσεδοκᾶτε Φίλιππον ταπεινώσειν Θηβαίους, ὁρῶντά τʼ αὐτῶν τὴν θρασύτητα, καὶ τῷ μὴ βούλεσθαι δύναμιν ἀνθρώπων ἀπίστων ἐπαυξῆσαι;1 Λακεδαιμόνιοι δὲ οὐ μεθʼ ἡμῶν τἀναντία Θηβαίοις ἐπρέσβευον, καὶ τελευτῶντες προσέκρουον φανερῶς ἐν Μακεδονίᾳ καὶ διηπειλοῦντο; αὐτοὶ δὲ οὐκ ἠπόρουν καὶ ἐφοβοῦντο οἱ τῶν Θηβαίων πρέσβεις; Θετταλοὶ δὲ οὐ κατεγέλων τῶν ἄλλων, ὑπὲρ αὑτῶν φάσκοντες τὴν στρατείαν εἶναι;
然而,难道只有他一人不知道将要发生的事吗?你们自己官方的心态又是怎样的呢?难道你们众人不都曾指望腓力会压制底比斯人,因为他看清了他们的狂妄,且不愿助长不可信之人的势力?难道拉刻代蒙人没有同我们一起出使,反对底比斯人,并在最终于马其顿公开发生冲突、互相威胁吗?难道底比斯人自己的使节没有感到手足无措、惶恐不安吗?难道色萨利人没有嘲笑其余之人,声称这场远征全是为了他们自己吗?
τῶν δʼ ἑταίρων τινὲς τῶν Φιλίππου οὐ διαρρήδην πρός τινας ἡμῶν ἔλεγον ὅτι τὰς ἐν Βοιωτοῖς πόλεις κατοικιεῖ Φίλιππος; Θηβαῖοι δʼ οὐκ ἐξεληλύθεσαν πανδημεί, ἀπιστοῦντες τοῖς πράγμασιν; ὑμῖν δὲ ταῦθʼ ὁρῶν οὐκ ἔπεμψεν ἐπιστολὴν ὁ Φίλιππος, ἐξιέναι πάσῃ τῇ δυνάμει βοηθήσοντας τοῖς δικαίοις; οἱ δὲ νῦν πολεμικοὶ καὶ τὴν εἰρήνην ἀνανδρίαν καλοῦντες, οὐ διεκώλυσαν ὑμᾶς ἐξελθεῖν εἰρήνης καὶ συμμαχίας γεγενημένης, δεδιέναι φάσκοντες μὴ τοὺς στρατιώτας ὑμῶν ὁμήρους λάβῃ Φίλιππος;
难道腓力的某些亲信没有向我们当中的某些人明确表示,腓力将重建维奥蒂亚各城邦吗?难道底比斯人没有因对局势心存疑虑而倾巢出动吗?看到这些情形,难道腓力没有给你们送来信函,敦促你们倾全力出兵支援正义之举吗?然而那些如今摆出好战姿态、把和平称为懦弱的人,难道没有在和平与同盟已经缔结的情况下阻挠你们出兵,声称害怕腓力把你们的士兵扣作人质吗?
πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, ἢ σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἡ ἔξοδος, ἡνίκα ἤκμαζον μὲν τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δὲ οἷς ἐμέλλομεν βοηθεῖν τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δʼ ὄπισθεν κατελείπομεν, ἢ μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δʼ ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;
那么,究竟是我阻碍了民众效法先祖,还是你和那些与你结党对抗城邦利益的人?对于雅典人而言,究竟哪一次出兵更为安全和体面:是在福基斯人处于狂妄顶点、与腓力交战、控制着阿尔波诺斯和尼凯亚、法莱库斯尚未将它们交与马其顿人、我们意图援助之人却不肯接受秘仪停战、我们又会将底比斯人留于后方之时;还是在腓力主动邀请、我们之间已立誓结盟、色萨利人及其他近邻同盟成员皆已出征之时?
οὐ πολλῷ καλλίων οὗτος ἦν ὁ καιρὸς ἐκείνου, ἐν ᾧ διὰ τὴν σὴν ἀνανδρίαν καὶ ἅμα φθόνον ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Ἀθηναῖοι, πρεσβεύοντος ἐμοῦ τὴν τρίτην ἤδη πρεσβείαν τὴν ἐπὶ τὸ κοινὸν τῶν Ἀμφικτυόνων, ἐφʼ ἣν τολμᾶς με λέγειν ὡς οὐ χειροτονηθεὶς ᾠχόμην, ἐχθρὸς δʼ ὢν οὐδέπω καὶ τήμερον ἠθέληκάς με εἰσαγγεῖλαι παραπρεσβεύσασθαι; οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων.2
难道这一时机不比那一时刻体面得多吗?在这一时机,由于你的懦怯与嫉妒,雅典人不得不把财物从乡间撤回城内;当时我已作为第三次使节前往近邻同盟议会,关于这次使团,你竟敢声称我是未经表决私自前往,然而作为我的仇敌,你直到今天都不曾打算以使节渎职罪起诉我。因为你绝不会吝惜让我遭受危及性命的严惩。
τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δʼ ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, ἣ προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶν χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον καὶ τοὺς ἄλλους πρέσβεις ἀπεληλυθότος ὑποσπόνδου, Ὀρχομενίων δὲ περιφόβων ὄντων καὶ σπονδὰς τοῖς σώμασιν αἰτησάντων, ὥστε ἀπελθεῖν ἐκ τῆς Βοιωτίας, παρεστηκότων μὲν τῶν Θηβαίων πρέσβεων, ὑπολειπομένης δʼ ἔχθρας φανερᾶς Φιλίππῳ πρὸς Θηβαίους καὶ Θετταλούς, τότε ἀπώλοντο αἱ πράξεις3 οὐ διʼ ἐμέ, ἀλλὰ διὰ τὴν προδοσίαν καὶ τὴν πρὸς Θηβαίους προξενίαν. μεγάλα δʼ οἶμαι τούτων ἔργῳ σημεῖα ἐπιδείξειν.
因此,当底比斯人在旁苦苦哀求,而我们的城邦因你而陷入混乱,雅典重装步兵未能到场;当色萨利人因你们的不智以及对福基斯人的宿怨——这源自早年福基斯人扣留色萨利人质并将其残暴践踏致死之旧恨——而倒向底比斯人;当法莱库斯在我、斯特凡诺斯、德基卢斯及其他使节到达前便已订约撤走;当奥尔科梅诺斯人惊恐万分、要求以保全性命为条件订立停战以便撤出维奥蒂亚,且底比斯使节在场监视,而腓力对底比斯人和色萨利人尚存明显敌意之际——正是在那时,全局毁于一旦;但这绝非因为我,而是因为叛逆,以及为底比斯人充当代理人。我认为我将以确凿的事实为此提出有力的证据。
εἰ γάρ τι τούτων ἀληθὲς ἦν ὧν σὺ λέγεις, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντες, ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δʼ ἐκώλυσα κατελθεῖν·4 νῦν δʼ οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντες οἱ φεύγοντες Βοιωτῶν ᾕρηνταί μοι συνηγόρους, ἥκουσι δʼ ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεις, οὓς ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡς δεῖ τοὺς ἡβῶντας ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰς τοὺς Ἀμφικτύονας, ὥστε ἀπολογίας τυχεῖν. ὁ μὲν γὰρ Φάλαικος ὑπόσπονδος ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντος δʼ ἐμοῦ διεσώθησαν.
因为若你所说之话有任何属实,那些其中一部分曾被我驱逐、另一部分被我阻挠回国的维奥蒂亚和福基斯流亡者本该控告我;但如今他们不仅没有归咎于已然发生的不幸,反而感念我的善意,聚集起来的维奥蒂亚流亡者选派了代表为我辩护,来自福基斯各邦的使节亦亲临此地——这些正是我在出使近邻同盟的第三次使团期间所挽救的人,当时奥伊塔人竟企图提议将所有成年男子推下悬崖,是我将他们引荐至近邻同盟席前,使他们得以获得辩护的机会。因为法莱库斯固然依约脱身,无辜者却本要丧命;正是由于我的代辩,他们才得以保全生命。
- 136ὁρῶντά τʼ αὐτῶν τὴν θρασύτητα, καὶ τῷ μὴ βούλεσθαι δύναμιν ἀνθρώπων ἀπίστων ἐπαυξῆσαι
宾格分词 ὁρῶντα 与表原因的带冠词不定式与格 τῷ μὴ βούλεσθαι 通过 καί 并列,共同修饰不定式 ταπεινώσειν 的逻辑主语 Φίλιππον(宾格),说明腓力意图压制底比斯的双重动机。
- 139οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων
反讽反问句。动词 φθονέω 支配人的与格(μοι)和所吝惜之物的属格(τῶν... τιμημάτων)。τὰ εἰς τὸ σῶμα τιμήματα 指危及身体或生命的重刑(死刑等),全句意为“你断不会吝惜让我去受死刑的惩罚(若有机会你必置我于死地)”,极具讽刺意味。
- 140τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων... τότε ἀπώλοντο αἱ πράξεις
长大的周期句。一系列属格独立结构(Θηβαίων... παρακαθημένων 等)层层铺陈当时复杂的局势,最终收束于主句副词 τότε 与主动词 ἀπώλοντο(“正是在那时,全局毁于一旦”)。
- 142ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δʼ ἐκώλυσα κατελθεῖν
关系代词 ὧν 是先行词 οἱ φεύγοντες(流亡者)的部分属格。在关系从句内部,τοὺς μέν 和 τοὺς δέ 分别作为动词 ἐξεβεβλήκειν(“我驱逐”)与不定式 κατελθεῖν 的主控动词 ἐκώλυσα(“我阻止归国”)的宾语(宾格)。
