- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:128-135
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯指出德摩斯梯尼拒绝接受对奴隶施以拷问取证的挑战,并宣读腓力的信件以驳斥所谓夜间代笔的指控。随后,他通过公文档案与证人证言证明,温泉关的失守源于福基斯自身的财政破产、内讧以及僭主法莱库斯的昏聩无知,而非由于他本人的公民大会演说。
Μαρτυρία. Πρόκλησις ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδʼ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι,1 λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, διʼ ἣν ἠγρυπνοῦμεν γράφοντες.
〔证词与挑战的朗读〕那么,既然他不接受这一挑战,声称自己决不会同意对奴隶施以拷问取证,〔书吏〕,请替我拿来腓力送达的那封信。因为很显然,关于这封据称由我们通宵起草的信,他对城邦进行了极大的欺诈性误导。
Ἐπιστολή ἀκούετε, ὦ ἄνδρες, ὅτι τοὺς ὅρκους ἀποδέδωκα, φησί, τοῖς ὑμετέροις πρέσβεσι, καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατʼ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δʼ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτʼ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθʼ ἡμέραν ἄνευ ἐμοῦ;
〔信件的朗读〕〔雅典〕男人们,你们听到了,他说: “我已向你们的使节交付了誓言,”并且他逐一列出了到场的盟友之名,包括他们本人及其城邦;他还声称将把那些迟到的盟友遣往你们那里。难道你们以为,腓力在白昼里没有我就写不出这些内容吗?
ἀλλʼ ἔμοιγε νὴ τοὺς θεοὺς οὗτος δοκεῖ τοῦτο μόνον λογίζεσθαι, ὅπως μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν.2 τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος, οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις, εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸς ὑμᾶς, ἐν αἷς ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκες τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντες δὲ οἱ Φωκεῖς ἐμοὶ εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰς πόλεις τὰς αὑτῶν παρέδοσαν.
然而指着众神起誓,在我看来,这个人所考虑的唯有这一点:如何在发言的当下博取美誉;而若稍过片刻便会被视为全希腊最邪恶之徒,他却毫不在乎。因为谁会相信这样一个人呢?他居然胆敢妄称,腓力穿过温泉关并不是凭借自身的谋略,而是由于我的公民大会演说!他还当着你们的面计算日期的账目,声称正是在那些日子里我作了使节报告,而福基斯僭主法莱库斯的急使将此地的情况传递到彼处,福基斯人信任了我,从而将腓力迎入温泉关内,并交出了他们自己的城邦。
ταῦτα μὲν οὖν ὁ κατήγορος μεμηχάνηται, τὰ δʼ ἐν Φωκεῦσι διεφθάρη πράγματα πρῶτον μὲν διὰ τὴν τύχην, ἣ πάντων ἐστὶ κυρία, ἔπειτα διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τὸν δεκέτη πόλεμον. τὸ γὰρ αὐτὸ ηὔξησέ τε τῶν ἐν Φωκεῦσι τυράννων τὰ πράγματα καὶ καθεῖλε· κατέστησαν μὲν γὰρ εἰς τὴν ἀρχὴν τολμήσαντες τῶν ἱερῶν χρημάτων ἅψασθαι, καὶ διὰ ξένων τὰς πολιτείας μετέστησαν, κατελύθησαν δʼ ἀπορίᾳ χρημάτων, ἐπειδὴ κατεμισθοφόρησαν τὰ ὑπάρχοντα.
以上这些便是控方精心编造的谎言;然而福基斯事务的破灭,首先是由于掌握万物命运的机运,其次是由于岁月的漫长和那场十年的战争。因为正是同一个原因既助长了福基斯僭主们的势力,又将他们摧毁:他们凭借染指圣财的狂妄野心篡夺了统治,通过雇佣军颠覆了城邦政制,但由于将所有的资财耗尽在发放军饷上,他们最终因财源匮乏而瓦解。
τρίτον δʼ αὐτοὺς καθεῖλεν ἡ τοῖς ἀπορουμένοις στρατοπέδοις συνήθως παρακολουθοῦσα στάσις, τέταρτον δʼ ἡ Φαλαίκου περὶ τῶν μελλόντων ἔσεσθαι πραγμάτων ἄγνοια. ἡ μὲν γὰρ Θετταλῶν καὶ Φιλίππου στρατεία πρόδηλος ἦν, οὐ πολλῷ δὲ χρόνῳ πρότερον πρὶν τὴν πρὸς ὑμᾶς εἰρήνην γενέσθαι, πρέσβεις πρὸς ὑμᾶς ἦλθον ἐκ Φωκέων, βοηθεῖν αὑτοῖς κελεύοντες, καὶ ἐπαγγελλόμενοι παραδώσειν Ἀλπωνὸν καὶ Θρόνιον καὶ Νίκαιαν, τὰ τῶν παρόδων τῶν εἰς Πύλας χωρία κύρια.3
第三,摧毁他们的是常常伴随困窘军队而生的内讧;第四,则是法莱库斯对未来局势的无知。因为色萨利人与腓力的出征早已昭然若揭;在与你们缔结和平前不久,使节们从福基斯来到你们这里,恳求予以救援,并许诺交出阿尔波诺斯、特罗尼翁与尼凯亚——即控制进入温泉关各通道的关键要塞。
ψηφισαμένων δʼ ὑμῶν παραδοῦναι Προξένῳ τῷ στρατηγῷ τοὺς Φωκέας ταῦτα τὰ χωρία, καὶ πεντήκοντα πληροῦν τριήρεις, καὶ τοὺς μέχρι τετταράκοντα ἐτῶν ἐξιέναι, ἀντὶ τοῦ παραδοῦναι τὰ χωρία Προξένῳ, ἔδησαν οἱ τύραννοι τοὺς πρέσβεις τοὺς ἐπηγγελμένους ὑμῖν παραδώσειν τὰ φυλακτήρια, καὶ τοῖς σπονδοφόροις τοῖς τὰς μυστηριώτιδας σπονδὰς ἐπαγγέλλουσι μόνοι τῶν Ἑλλήνων Φωκεῖς οὐκ ἐσπείσαντο. καὶ πάλιν Ἀρχιδάμου τοῦ Λάκωνος παραλαμβάνειν ὄντος ἑτοίμου τὰ χωρία καὶ φυλάττειν, οὐκ ἐπείσθησαν, ἀλλʼ ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρʼ αὑτοῖς.4
然而,当你们通过法令要求福基斯人将这些要塞移交给将军普罗克塞诺斯、装备五十艘三列桨战船、且四十岁以下者皆须出征时,僭主们不仅没有将要塞移交给普罗克塞诺斯,反而逮捕了那些曾向你们许诺交出卫所的使节;并且在全希腊人中,唯独福基斯人拒绝与前来宣告秘仪停战的休战使者订立停战协定。又有一次,当拉哥尼亚人阿基达莫斯准备接收并防守这些要塞时,他们仍不顺从,反倒答复他说,他们畏惧斯巴达的危险,却不怕本国的危机。
κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλʼ ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφαινον Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου.
而在彼时你们尚未与腓力媾和;但在同一天里,你们既在商议和平之事,又听到了普罗克塞诺斯的信函,得知福基斯人并未将要塞移交给他,而宣告秘仪的使者也报告说,福基斯人是其他希腊人中唯一没有接受休战协议的,甚至还逮捕了前来此地的使节。为了证明我所言属实,请替我传唤休战使者,以及从普罗克塞诺斯将军处出使福基斯的卡利克拉特斯和梅塔格涅斯,并请听普罗克塞诺斯的信函。
Μαρτυρίαι. Ἐπιστολή ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων, καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων, ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος ὁ τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δʼ ἐπίστευεν.
〔证词与信件的朗读〕雅典男人们,当官文记录中记载的日期被对照宣读,且证人们亦向你们补充作证时,你们听到了:早在我被投票选为使节之前,福基斯的僭主法莱库斯便已对我们和拉刻代蒙人深怀戒心,却对腓力深信不疑。
- 128οὐδʼ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι
助词 ἄν 紧随否定词 οὐδέ 置于句首,但在句法上修饰不定式 γενέσθαι,相当于直接引语中带有 ἄν 的祈愿语气或过去直陈语气,表示潜在或假想语气,意即他声称自己绝不可能同意或陷入对奴隶施加拷问取证的情境。
- 130εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν
不定式 φροντίζειν 依附于前面的动词 δοκεῖ,并与前面的 λογίζεσθαι 构成并列结构(“在我看来,此人似乎只考虑……而丝毫不在乎……”)。由于 δοκεῖ 采用了以主格代词 οὗτος 为主语的人称结构,不定式的逻辑主语亦一致为主格。
- 132τὰ τῶν παρόδων τῶν εἰς Πύλας χωρία κύρια
名词 χωρία 被修饰成分前后夹持:τὰ τῶν παρόδων τῶν εἰς Πύλας 是由定冠词 τὰ 引导的属格修饰语(“通往温泉关通道的”),而后置的形容词 κύρια(“关键的、起支配作用的”)则直接修饰 χωρία,整体意为“控制通往温泉关通道的各处要冲”。
- 133τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρʼ αὑτοῖς
动词 δεδιέναι(源自 δέδοικα)在此处直接支配宾格补足语(τὰ ... δεινά,“危险、灾厄”),而非 μή 引导的从句。后半部分使用否定词 μή 而非 οὐ,是因为整个结构从属于间接引语的不定式短语(依附于 ἀπεκρίναντο)。
