- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:121-127
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯列举德摩斯梯尼此前赞扬使团的前后矛盾之举,反驳了所谓自己阻挠其报告实情的诬告;随后针对夜乘独木舟为腓力代写信函的荒谬指控,提出共席同僚的证言并申请严刑拷问家仆以证实对方造谣。
διέβαλλε δέ, κἀκεῖνον διαιρούμενος τὸν λόγον, ὡς ἀπαγγέλλειν τἀληθῆ βουλόμενος, ὑπʼ ἐμοῦ καὶ Φιλοκράτους κωλυθείη. ἐγὼ δʼ ὑμᾶς ἡδέως ἂν ἐροίμην, εἴ τις πώποτε Ἀθηναίων πρεσβευτὴς ἐκπεμφθείς, ἐφʼ οἷς πεπρέσβευκε κεκώλυται πρὸς τὸν δῆμον ἀπαγγέλλειν, καὶ ταῦτα παθὼν καὶ ἀτιμασθεὶς ὑπὸ τῶν συμπρέσβεων, τούτους ἔγραψʼ ἂν ἐπαινέσαι1 καὶ καλέσαι ἐπὶ δεῖπνον. Δημοσθένης τοίνυν ἥκων ἀπὸ τῆς ὑστέρας πρεσβείας, ἐν ᾗ φησι τὰ τῶν Ἑλλήνων πράγματα ἀνατραπῆναι, οὐκ ἐν τῷ ψηφίσματι μόνον ἡμᾶς ἐπῄνει, ἀλλʼ ἀπαγγείλαντος πρὸς τὸν δῆμον ἐμοῦ τοὺς περὶ τῶν Ἀμφικτυόνων λόγους καὶ Βοιωτῶν, οὐχ ὥσπερ νῦν συντέμνοντος οὐδʼ ἐπειγομένου, ἀλλʼ ὡς ἐδυνάμην κατὰ ῥῆμα ἀκριβέστατα, καὶ τοῦ δήμου σφόδρα ἀποδεχομένου, παρακληθεὶς ὑπʼ ἐμοῦ μετὰ τῶν ἄλλων συμπρέσβεων καὶ ἐρωτώμενος, εἰ τἀληθῆ καὶ ταὐτὰ ἀπαγγέλλω πρὸς Ἀθηναίους ἅπερ πρὸς Φίλιππον εἶπον, πάντων μαρτυρούντων καὶ ἐπαινούντων με τῶν συμπρέσβεων, ἐπαναστὰς ἐπὶ πᾶσιν οὐκ ἔφη με, ὥσπερ ἐκεῖ, οὕτως ἐν τῷ παρόντι λέγειν, ἀλλʼ ἐκεῖ διπλασίῳ ἄμεινον. καὶ τούτων ὑμεῖς οἱ τὴν ψῆφον μέλλοντες φέρειν ἐστέ μοι μάρτυρες.
此外,他还提出了那样的论调来诽谤我,声称自己本想报告实情,却遭到了我和菲洛克拉特斯的阻挠。然而我很想请问你们,曾几何时有哪位被派出的雅典使节,在受命出使的事务上被阻挠向民众报告,并且在遭受了同僚使节如此对待与侮辱之后,还会提议通过法令赞扬他们并邀请他们赴宴呢?然而,德摩斯梯尼在从第二次出使归来时——他声称希腊的大局正是在那次出使中遭到颠覆的——不仅在法令中赞扬了我们,而且,当我向民众报告有关近邻同盟与维奥蒂亚人的发言时——绝非像现在这样概括或仓促,而是倾尽所能逐字逐句极为精确,民众亦极表赞许——,与其余同僚使节一同经我敦促,并被问及我向雅典人所报告的是否属实、是否与我对腓力所言完全一致时,在所有同僚使节皆作证并称赞我的情况下,他在所有人之后站起身来,声称我眼下的发言甚至不如在彼处时那样好,在彼处我的发言要比这精彩一倍!对于这些事,你们这些即将投票的人便是我的见证人。
καίτοι τίς ἂν αὐτῷ καλλίων καιρὸς ἐγένετο, ἢ τότʼ ἐξελέγχειν εὐθύς, εἴ τι τὴν πόλιν ἐξηπάτων; φῂς γάρ με ἐν μὲν τῇ προτέρᾳ πρεσβείᾳ λαθεῖν σαυτὸν συνεστηκότα ἐπὶ τὴν πόλιν, ἐν δὲ τῇ ὑστέρᾳ αἰσθέσθαι, ἐν ᾗ συναγορεύων μοι φαίνῃ. κἀκείνης μὲν ἅμα κατηγορῶν οὐ φῂς κατηγορεῖν, τῆς δʼ ἐπὶ τοὺς ὅρκους κατηγορεῖς. καίτοι εἰ τὴν εἰρήνην ψέγεις, σὺ καὶ τὴν συμμαχίαν ἔγραψας· καὶ Φίλιππος εἴ τι τὴν πόλιν ἐξηπάτα, διὰ τοῦτο ἐψεύδετο, ὅπως τῆς εἰρήνης ἥπερ συνέφερεν αὐτῷ τύχοι. οὐκοῦν ἡ μὲν προτέρα πρεσβεία τὸν καιρὸν τοῦτον εἶχεν, ἡ δʼ ὑστέρα ἐπὶ πεπραγμένοις ἐγίγνετο.
然而,如果我曾有任何欺骗城邦之处,对他而言,难道还有比当时当场予以揭露更好的时机吗?因为你说在第一次出使中未能察觉我密谋危害城邦,而在第二次出使中察觉到了——可是正是在那次出使中,你显然是与我口径一致的!你一边指控前一次出使,一边又宣称并未指控它,却对换约出使提出指控。然而,若你谴责和平,提出同盟法令的也正是你;而且腓力若在任何方面欺骗了城邦,他之所以说谎,也正是为了换取对他有利的和平。因此,第一次出使才掌握着这个关键时机,而第二次出使则是在大局已定时进行的。
τίνες οὖν ἦσαν αἱ ἀπάται, ταῦτα γὰρ τοῦ γόητος ἀνθρώπου,2 ἐξ ὧν εἴρηκε λογίσασθε. εἰσπλεῖν μέ φησιν ἐν μονοξύλῳ πλοίῳ κατὰ τὸν Λοιδίαν ποταμὸν τῆς νυκτὸς ὡς Φίλιππον, καὶ τὴν ἐπιστολὴν τὴν δεῦρο ἐλθοῦσαν Φιλίππῳ γράψαι. ὁ μὲν γὰρ Λεωσθένης, ὁ φεύγων ἐνθένδε διὰ τοὺς συκοφάντας, οὐ δυνατὸς ἦν ἐπιδεξίως ἐπιστολὴν γράψαι, ὃν οὐκ ὀκνοῦσί τινες ἀποφαίνεσθαι μετὰ Καλλίστρατον τὸν Ἀφιδναῖον τῶν ἄλλων μάλιστα εἰπεῖν δύνασθαι· οὐδʼ αὐτὸς ὁ Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδʼ ὁ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ γράφειν μέγα φρονῶν· ἀλλʼ ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθʼ ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.
那么究竟有哪些欺骗行径呢?——因为这些荒唐事正出自这个招摇撞骗之徒——请从他的话语中来加以评判吧。他声称我在夜间乘着独木舟沿洛伊狄亚斯河航行去见腓力,并为腓力代写了送达此地的那封信。因为由于那些诬告者而从这里流亡的莱奥斯梯尼斯——有人毫不迟疑地宣称他是继阿菲德奈的卡利斯特拉托斯之后最善辞令之人——竟然没有能力熟练地写一封信;而德摩斯梯尼为了替你们申辩连反驳都做不到的腓力本人,抑或是在撰写文书上自命不凡的拜占庭人皮同,竟也写不出,反倒看来这件事还额外需要我了!你一方面说我白昼里经常单独与腓力密谈,另一方面却指控我在夜间沿河乘船航行:看来这桩勾当竟如此急需一封夜半信函!
ὅτι δʼ οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθʼ ὧν συνεσίτουν, Ἀγλαοκρέων ὁ Τενέδιος καὶ Ἰατροκλῆς ὁ Πασιφῶντος, μεθʼ ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπʼ αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. καὶ τὸν μὲν λόγον, εἰ συγχωρεῖ ὁ κατήγορος, καταλύω· παρέσται δὲ ὁ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι.3
为了证明你所言全无真凭实据,那些与我共进膳食的人已前来作证:忒涅多斯的阿格拉奥克雷翁和帕西丰之子亚特罗克勒斯,整段时期内我都与他们连续同寝过夜,他们深知我从未有哪怕一个夜晚离开他们,甚至半个夜晚都不曾离开。我们还带来了仆役,并将他们交出以接受拷问取证。如果控方同意,我就就此打住我的发言;若你们吩咐,公职刑吏便会当场在你们面前对他们施以拷刑。在今日剩余的时间里完全可以完成此事;因为在这分配好时间的审判日里,我是对着十一罐水钟计时受审的。
κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων γεγονέναι, μὴ φείσησθέ μου, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀναστάντες ἀποκτείνατε. ἐὰν δʼ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.
倘若他们说我曾有哪怕一次离开这群同席同僚在外过夜,雅典的男人们,请不要宽恕我,立刻站起来处死我吧!但德摩斯梯尼,如果你被证实是在说谎,那就领受这样的惩罚吧:在这些人面前承认自己是个毫无男子气概的卑鄙懦夫,不配做一个自由民!替我把仆役叫到这里的发言台前来,并朗读同僚使节们的证词!
- 121τούτους ἔγραψʼ ἂν ἐπαινέσαι
嵌入间接疑问句(εἴ τις πώποτε...)中的与过去事实相反的虚拟结论句,由 ἄν 搭配不定过去式直陈式(ἔγραψʼ ἄν)构成。动词 γράφω 在此特指在公民大会中“起草/提议法令”,构成“受此屈辱的使者难道还会提议褒奖他们吗”的反问句。
- 124ταῦτα γὰρ τοῦ γόητος ἀνθρώπου
带有系动词 ἐστί 省略的特征/属性属格(τοῦ γόητος ἀνθρώπου),意为“因为这些(伎俩与谎言)正是那个招摇撞骗之徒的典型特征”。
- 126πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι
涉及雅典司法惯例的专门表述。介词 πρός 搭配宾格表示衡量标准或时限(水钟内十一双耳罐的水量);“ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ”指在重大公共诉讼中,将一整天的时间精确测定并按比例分配给控辩双方的法定审判日。
