- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:115-120
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯为自己辩护称,他在腓力面前援引近邻同盟誓词与部族平权传统,主张通过法庭裁决惩治首恶而非惩罚波奥提亚城邦,并驳斥德摩斯梯尼关于他许诺瓦解底比斯和割让优卑亚的指控纯属对客观汇报的歪曲。
ἅμα δʼ ἐξ ἀρχῆς διεξῆλθον τὴν κτίσιν τοῦ ἱεροῦ καὶ τὴν πρώτην σύνοδον γενομένην τῶν Ἀμφικτυόνων, καὶ τοὺς ὅρκους αὐτῶν ἀνέγνων, ἐν οἷς ἔνορκον ἦν τοῖς ἀρχαίοις, μηδεμίαν πόλιν τῶν Ἀμφικτυονίδων ἀνάστατον ποιήσειν,1 μηδʼ ὑδάτων ναματιαίων εἴρξειν μήτʼ ἐν πολέμῳ μήτʼ ἐν εἰρήνῃ, ἐὰν δέ τις ταῦτα παραβῇ, στρατεύσειν ἐπὶ τοῦτον καὶ τὰς πόλεις ἀναστήσειν, καὶ ἐάν τις ἢ συλᾷ τὰ τοῦ θεοῦ, ἢ συνειδῇ τι, ἢ βουλεύσῃ τι κατὰ τῶν ἱερῶν, τιμωρήσειν καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πάσῃ δυνάμει· καὶ προσῆν τῷ ὅρκῳ ἀρὰ ἰσχυρά.
与此同时,我从头追溯了圣所的建立和近邻同盟的首次集会,并朗读了他们的誓词。在那誓词中,古人们曾立誓不毁灭任何属于近邻同盟的城邦,无论在战时还是在平时都不切断流水;若有人违背这些誓言,就将向其进军并彻底夷平其城邦;若有人洗劫属于神的财产,或知情不报,或对圣所图谋不轨,就将用手、用足、用声音和一切力量予以惩罚;并且这誓约上还附带着严厉的诅咒。
τούτων δὲ ἀναγνωσθέντων ἀπεφηνάμην, ὅτι ἐμοὶ δοκεῖ δίκαιον εἶναι μὴ περιορᾶν κατεσκαμμένας τὰς ἐν Βοιωτοῖς πόλεις. ὅτι δʼ ἦσαν Ἀμφικτυονίδες καὶ ἔνορκοι, κατηριθμησάμην ἔθνη δώδεκα τὰ μετέχοντα τοῦ ἱεροῦ, Θετταλούς, Βοιωτούς, οὐ Θηβαίους μόνους, Δωριέας, Ἴωνας, Περραιβούς, Μάγνητας, Δόλοπας, Λοκρούς, Οἰταίους, Φθιώτας, Μαλιέας, Φωκέας. καὶ τούτων ἔδειξα ἕκαστον ἔθνος ἰσόψηφον γιγνόμενον, τὸ μέγιστον τῷ ἐλαχίστῳ, τὸν ἥκοντα ἐκ Δωρίου καὶ Κυτινίου ἴσον δυνάμενον Λακεδαιμονίοις, δύο γὰρ ψήφους ἕκαστον φέρει ἔθνος, πάλιν ἐκ τῶν Ἰώνων τὸν Ἐρετριᾶ καὶ Πριηνέα τοῖς Ἀθηναίοις, καὶ τοὺς ἄλλους κατὰ ταὐτά.
在朗读了这些内容之后,我表明自己的观点,认为坐视维奥蒂亚境内的诸城邦惨遭毁灭是不公道的。为了证明它们属于近邻同盟且受到誓言的约束,我罗列了分享圣所权利的十二个部族:色萨利人、维奥蒂亚人(绝非仅有底比斯人)、多利斯人、爱奥尼亚人、佩莱比人、马格尼西亚人、多洛佩斯人、洛克里斯人、奥伊塔人、弗提奥提斯人、马利斯人、福基斯人。我指出,这些部族中的每一个在投票权上都是平等的,最大的部族与最小的部族具有相同的地位,来自多利昂和屈提尼昂的人与拉刻代蒙人拥有同等的效力——因为每个部族投两票——而在爱奥尼亚人中,来自埃雷特里亚和普里埃内的代表与雅典人拥有同等效力,其余部族亦是如此。
τὴν μὲν οὖν ἀρχὴν τῆς στρατείας ταύτης ὁσίαν καὶ δικαίαν ἀπεφηνάμην εἶναι· συλλεγέντων δὲ τῶν Ἀμφικτυόνων εἰς τὸ ἱερὸν καὶ τυχόντων σωτηρίας καὶ ψήφου, τοὺς αἰτίους τῆς ἐξ ἀρχῆς καταλήψεως τοῦ ἱεροῦ δίκης ἠξίουν τυχεῖν, μὴ τὰς πατρίδας αὐτῶν, ἀλλʼ αὐτοὺς τοὺς χειρουργήσαντας καὶ βουλεύσαντας, τὰς δὲ πόλεις παρεχούσας εἰς κρίσιν τοὺς ἀδικήσαντας ἀζημίους εἶναι. εἰ δʼ ἐπεξελθὼν δυνάμει βεβαιώσεις τὰ Θηβαίων ἀδικήματα, παρʼ ὧν μὲν βοηθεῖς2 οὐκ ἀπολήψῃ χάριν· οὐ γὰρ ἂν δύναιο αὐτοὺς τηλικαῦτα εὐεργετῆσαι, ἡλίκα Ἀθηναῖοι πρότερον, ὧν οὐ μέμνηνται· οὓς δʼ ἐγκαταλείψεις, ἀδικήσεις, χρήσῃ δʼ ἐχθροῖς μείζοσιν, ἀλλʼ οὐ φίλοις.
因此,我表明这场远征最初的起因是神圣且正义的;然而,一旦近邻同盟代表在圣所聚集并获得了安全保障与投票权,我主张应当让那些最初强占圣所的罪魁祸首受到制裁,而不是惩罚他们的祖国,惩处的应当是那些亲手作恶和策划阴谋的人,而交出作恶者接受审判的城邦则不应受损。 “但如果您以武力进军去坐实底比斯人的不法行径,您从所援助的那些人那里将得不到任何感激;因为您不可能给予他们像雅典人从前所给予的那样巨大的恩惠,而那些恩惠他们甚至早已遗忘;另一方面,对于那些您所遗弃的人,您将加害于他们,并且您得到的将是更为强大的敌人,而不是朋友。”
ἵνα δὲ μὴ διατρίβω τοὺς ἐκεῖ λόγους ῥηθέντας νυνὶ πρὸς ὑμᾶς ἀκριβῶς διεξιών, ἐν κεφαλαίῳ περὶ πάντων εἰπὼν παύσομαι. ἡ μὲν τύχη καὶ Φίλιππος ἦσαν τῶν ἔργων κύριοι, ἐγὼ δὲ τῆς εἰς ὑμᾶς εὐνοίας καὶ τῶν λόγων. παρʼ ἐμοῦ μὲν οὖν ἐρρήθη τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῖν, ἀπέβη δὲ οὐχ ὡς ἡμεῖς ηὐχόμεθα, ἀλλʼ ὡς Φίλιππος ἔπραξε. πότερον οὖν ὁ μηδὲν προθυμηθεὶς ἐργάσασθαι ἀγαθὸν δίκαιός ἐστιν εὐδοξεῖν, ἢ ὁ μηδὲν ὧν ἦν δυνατὸς ἐλλιπών; ἐν δὲ τῷ παρόντι νυνὶ πολλὰ διὰ τὸν καιρὸν παραλείπω.
为了此刻不耗费时间向你们逐字逐句重述在当地所发表的演说,我将对所有事情作个概要陈述便告结束。命运与腓力主宰了行动,而我则主宰了对你们的善意与自己的言辞。因此,出自我口的是正义以及对你们有利的建言,但结局并非如我们所祈愿的那样,而是按照腓力的行事方式发展。那么,究竟是那个丝毫不热心于成就任何善事的人理应享有美名,还是那个在自己力所能及的范围内未有丝毫怠慢的人理应享有美名呢?但在目前这一刻,由于时间紧迫,我略过许多事情不说。
εἶπε δέ, ὡς ἐψευδολόγουν φάσκων ὀλίγων ἡμερῶν τὰς Θήβας3 ἔσεσθαι ταπεινάς, καὶ τοὺς Εὐβοέας ὡς ἐφόβουν, προάγων εἰς ἐλπίδας κενὰς ὑμᾶς. ὃ δὲ ποιεῖ, καταμάθετε, ὦ ἄνδρες Ἀθηναῖοι. ἐγὼ γὰρ παρὰ Φιλίππῳ μὲν ὢν ἠξίωσα, πρὸς δʼ ὑμᾶς ἥκων ἀπήγγελλον, ὅτι τὰς Θήβας Βοιωτίαν δίκαιον ἡγοίμην εἶναι, καὶ μὴ τὴν Βοιωτίαν Θήβας. τοῦτο οὐκ ἀπαγγεῖλαι, ἀλλʼ ὑποσχέσθαι μέ φησιν.
此外,他还说我说谎,声称底比斯在几天之内就会被削弱屈服,并且说我恐吓优卑亚人,诱使你们抱持落空的虚妄希望。雅典的男人们,请看清他在做什么!因为当我在腓力身边时,我曾提出要求,回到你们这里时,我也如实报告,我认为底比斯归属于维奥蒂亚才是正当的,而不是维奥蒂亚归属于底比斯。可他却声称,我不是在报告这一点,而是在对此作出保证。
ἔλεγον δὲ πρὸς ὑμᾶς, ὅτι Κλεοχάρης ὁ Χαλκιδεὺς θαυμάζειν ὑμῶν καὶ Φιλίππου φαίη τὴν ἐξαίφνης ὁμόνοιαν, ἄλλως τε καὶ προστεταγμένον ἡμῖν, πράττειν ἀγαθὸν ὅ τι ἂν δυνώμεθα· τοὺς γὰρ μικροπολίτας, ὥσπερ αὐτός, φοβεῖν τὰ τῶν μειζόνων ἀπόρρητα. ταῦτα οὐ διηγήσασθαί με φησίν, ἀλλʼ ἐπηγγέλθαι τὴν Εὔβοιαν παραδώσειν. ἐγὼ δὲ ὑπειλήφειν δεῖν τὴν πόλιν τὴν ὑπὲρ τῶν ὅλων μέλλουσαν βουλεύεσθαι μηδενὸς λόγου Ἑλληνικοῦ ἀνήκοον εἶναι.
我还曾对你们说,哈尔基斯的克莱奥卡里斯表示,他对你们与腓力之间突如其来的和睦感到惊讶,尤其是因为我们曾受命竭尽所能去促成善举,而且像他那样的小城邦公民对大国之间的密约深感恐惧。他声称,我不是在陈述这些事实,而是在承诺将交出优卑亚。然而我认为,一个将要就全盘重大利益进行商议的城邦,不应当充耳不闻任何来自希腊同胞的言论。
- 115ἐν οἷς ἔνορκον ἦν τοῖς ἀρχαίοις, μηδεμίαν πόλιν τῶν Ἀμφικτυονίδων ἀνάστατον ποιήσειν
ἔνορκον ἦν 为无人称句式,意为“(依誓言)被规定 / 曾立下誓约”,与格 τοῖς ἀρχαίοις 表示誓约的主体(施动与格,“由古人们”),其后的不定式短语 μηδεμίαν πόλιν ... ποιήσειν 等构成该结构的主语从句,详述誓言的具体条款。
- 117παρʼ ὧν μὲν βοηθεῖς
此处理解为包含先行词省略与格同化(antecedent incorporation/assimilation)的关系从句。底层的完整句法结构应为 παρὰ τούτων οἷς βοηθεῖς(“从你所援助的那些人那里”),但受到介词 παρά 的支配,关系代词同化为属格 ὧν,且指示先行词 τούτων 被省略。
- 119τὰς Θήβας Βοιωτίαν δίκαιον ἡγοίμην εἶναι, καὶ μὴ τὴν Βοιωτίαν Θήβας
此句在带有不定式 εἶναι 的双宾格(双对格)结构中,通过冠词的有无与语序形成鲜明对比。前半句中带冠词的 τὰς Θήβας 为主语对格,无冠词的 Βοιωτίαν 为谓语对格(“底比斯应当从属于维奥蒂亚”);后半句中带冠词的 τὴν Βοιωτίαν 为主语对格,Θήβας 为谓语对格(“维奥蒂亚应当成为底比斯的附庸”),修辞极为凝练地否定了底比斯对维奥蒂亚同盟的霸权统治。
