← 埃斯基涅斯

论使职不称职

§108-114

佩拉会见中德摩斯梯尼的出丑与外交演说

埃斯基涅斯叙述了在佩拉使团会面时,德摩斯梯尼如何强行第一个发言,夸耀自己以往对腓力的效劳与殷勤款待并招致哄堂大笑,随后埃斯基涅斯如何登台阐述有关皮莱远征与德尔斐圣所等实质性外交事务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§108

Μαρτυρία ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, συνελέγησαν μὲν εἰς Πέλλαν αἱ πρεσβεῖαι, παρῆν δὲ ὁ Φίλιππος, καὶ τοὺς Ἀθηναίων πρέσβεις ὁ κῆρυξ ἐκάλει, πρῶτον μὲν παρῇμεν οὐ καθʼ ἡλικίαν, ὥσπερ ἐν τῇ προτέρᾳ πρεσβείᾳ, ὃ παρά τισιν εὐδοκίμει καὶ κόσμος εἶναι τῆς πόλεως ἐφαίνετο, ἀλλὰ κατὰ τὴν Δημοσθένους ἀναισχυντίαν. φάσκων γὰρ νεώτατος εἶναι πάντων, τὴν τάξιν τοῦ πρῶτος λέγειν οὐκ ἂν ἔφη παραλιπεῖν, οὐδʼ ἐπιτρέψειν τινί, αἰνιττόμενος εἰς ἐμέ, προκαταλαβόντα τὰ Φιλίππου ὦτα τοῖς ἄλλοις λόγον μὴ καταλιπεῖν.1

【证言】雅典的男人们,当各个使团在佩拉聚齐,腓力在场,传令官传唤雅典使节时,首先,我们并没有像前一次出使那样按照年龄顺序出场——那种做法曾受到某些人的赞许,并被视为城邦井然有序的体现——而是顺应了德摩斯梯尼的厚颜无耻。因为他声称自己是所有人中最年轻的,却说自己绝不会放弃第一个发言的顺位,也不会允许任何人——暗指我——先入为主地占据腓力的耳朵,以致不给其他人留下发言的余地。

§109

ἀρξάμενος δὲ τοῦ λέγειν, πρῶτον διαβολήν τινα ὑπειπὼν κατὰ τῶν συμπρέσβεων, ὡς οὐχ ἅπαντες ὑπὲρ τῶν αὐτῶν οὐδʼ ὅμοιοι ταῖς δόξαις ἥκοιμεν, διεξῄει τὰς ὑπηρεσίας τὰς ὑπηργμένας εἰς Φίλιππον αὐτῷ, πρώτην μὲν τὴν τῷ ψηφίσματι τῷ Φιλοκράτους συνηγορίαν, ὅτε ἔφευγε παρανόμων ἐξεῖναι γράψας Φιλίππῳ πρέσβεις πρὸς Ἀθηναίους ὑπὲρ εἰρήνης πέμπειν· δεύτερον δὲ ὑπανέγνω τὸ ψήφισμα ὃ γεγραφὼς αὐτὸς ἦν, σπείσασθαι τῷ κήρυκι καὶ τῇ παρὰ Φιλίππου πρεσβείᾳ, τρίτον δὲ τὸ περὶ τοῦ βουλεύσασθαι τὸν δῆμον ὑπὲρ εἰρήνης ἐν τακταῖς ἡμέραις.

而在他开始发言时,首先暗中中伤同僚使节,暗示我们并非所有人都是为了同一目标而来,政见也各不相同;接着他便罗列起自己事先为腓力效劳的各项事迹:第一,当菲洛克拉特斯因提议允许腓力向雅典人派遣和平使节而遭到违宪起诉时,他为菲洛克拉特斯的决议所作的辩护;第二,他朗读了自己起草的关于同传令官及腓力使团订立休战协定的决议;第三,关于人民在指定日期商讨和平事宜的决议。

§110

καὶ προσέθηκέ τι τοιοῦτον ἐνθύμημα τῷ λόγῳ, ὅτι πρῶτος ἐπιστομίσαι τοὺς τὴν εἰρήνην ἐκκλῄοντας, οὐ τοῖς λόγοις, ἀλλὰ τοῖς χρόνοις.2 ἔπειθʼ ἕτερον ἐπήγετο ψήφισμα, τὸ καὶ περὶ συμμαχίας βουλεύσασθαι τὸν δῆμον, καὶ μετὰ ταῦτʼ ἤδη τὸ περὶ τῆς προεδρίας τῆς εἰς τὰ Διονύσια τοῖς πρέσβεσι τοῖς Φιλίππου ψήφισμα.

他还在演说中加上了这样一种论点,即他自己是最先堵住那些阻挠和平之人嘴巴的人,靠的不是言辞,而是时间的安排。随后他又列举出另一项决议,即人民也应当就结盟问题进行审议;在此之后,便是关于在狄奥尼索斯节上为腓力的使节们提供前排荣誉席位的决议。

§111

καὶ προσέθηκε τὴν ἐπιμέλειαν τὴν αὑτοῦ καὶ προσκεφαλαίων θέσιν καὶ φυλακάς τινας καὶ ἀγρυπνίας διὰ τοὺς φθονοῦντας καὶ βουλομένους εἰς τὴν αὑτοῦ φιλοτιμίαν ὑβρίσαι, καὶ τά γε δὴ καταγέλαστα παντελῶς, ἐφʼ οἷς οἱ συμπρέσβεις ἐνεκαλύψαντο, ὡς ἐξένισε τοὺς πρέσβεις τοὺς Φιλίππου,3 ὡς ἐμισθώσατʼ αὐτοῖς, ὅτʼ ἀπῄεσαν, ὀρεικὰ ζεύγη καὶ συμπαρῄει ἐφʼ ἵππου, οὐ καταδὺς εἰς τὸ σκότος, ὥσπερ ἕτεροί τινες, ἀλλὰ φανερῶς ἐπιδεικνύμενος τὴν τῶν πραγμάτων θεραπείαν.

此外,他还提到了自己的细致照料、放置坐垫,以及因为有人嫉妒并企图侮辱他的热忱而设置的守卫与通宵达旦;更有甚者,那些完全荒谬可笑以致同僚使节们羞得蒙上面孔的事迹:他如何招待腓力的使节,在他们离开时如何为他们租用骡车队并骑马随行护送——并不像某些其他人那样隐匿于黑暗之中,而是公开展示对事务的殷勤侍奉。

§112

ἐκεῖνα δʼ ἤδη καὶ σφόδρα διωρθοῦτο· οὐκ εἶπον, ὡς καλὸς εἶ· γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον· οὐδʼ ὡς δεινὸς πιεῖν, σπογγιᾶς τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι· οὐδʼ ὡς μνημονικός, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντος ἐγκώμια εἶναι. ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτʼ ἦν ἃ ἔλεγε παρόντων τῶν πρέσβεων ὡς ἔπος εἰπεῖν ἐξ ἁπάσης τῆς Ἑλλάδος, ἐφʼ οἷς γέλωτες οὐχ οἱ τυχόντες ἐγίγνοντο.

而在那时,他甚至还极力作出了自我修正: “我并没有说您容貌英俊;因为在所有生灵中女子才是最美的;我也没说您海量善饮,因为我认为这是对海绵的赞誉;我更没说您记性极佳,因为我认为这类言辞是对包揽杂活的智者的称赞。” 长话短说,这就是他在几乎全希腊代表的使节面前所说的内容,以致引起了非同寻常的哄堂大笑。

§113

ἐπειδὴ δέ ποτʼ ἐπαύσατο καὶ σιωπὴ ἐγένετο, ἠναγκαζόμην ἐγὼ λέγειν μετὰ τοιαύτην ἀπαιδευσίαν καὶ κολακείας αἰσχρᾶς ὑπερβολήν. καὶ μικρὰ μὲν προεῖπον ἐξ ἀνάγκης πρὸς τὴν προειρημένην κατὰ τῶν συμπρέσβεων ὑπʼ αὐτοῦ διαβολήν, λέγων ὅτι πέμψειαν ἡμᾶς Ἀθηναῖοι πρέσβεις οὐκ ἀπολογησομένους ἐν Μακεδονίᾳ περὶ ἡμῶν αὐτῶν, ἀλλʼ οἴκοθεν ἐκ τοῦ βίου δεδοκιμασμένους ἀξίους τῆς πόλεως εἶναι.

当他终于结束讲话、全场归于寂静时,在经历过这般缺乏教养和极其可耻的谄媚之后,我被迫不得不出面讲话。我不得不首先针对他先前对同僚使节的中伤作简要的回应,说明雅典人派遣我们作为使节,并不是要在马其顿为我们自己辩护,而是根据我们在国内一贯的品行考核,认定我们配得上城邦而派出的。

§114

βραχέα δʼ ὑπὲρ τῶν ὅρκων εἰπών, ἐφʼ οὓς ἥκομεν, καὶ περὶ τῶν ἄλλων ἃ προσετάξατε ὑμεῖς, διεξῄειν· ὁ γὰρ περιττὸς κἀν τοῖς λόγοις δεινὸς Δημοσθένης οὐδενὸς τῶν ἀναγκαίων ἐμνήσθη· καὶ δὴ καὶ περὶ τῆς εἰς Πύλας στρατείας εἶπον καὶ περὶ τῶν ἱερῶν καὶ περὶ Δελφῶν καὶ περὶ τῶν Ἀμφικτυόνων, καὶ μάλιστα μὲν Φίλιππον ἠξίουν μὴ μεθʼ ὅπλων, ἀλλὰ μετὰ ψήφου καὶ κρίσεως τἀκεῖ καθιστάναι, εἰ δʼ ἄρα μὴ δυνατὸν εἴη, (τοῦτο δʼ ἦν πρόδηλον· τὸ γὰρ στρατόπεδον παρῆν καὶ συνήθροιστο·) εἶπον, ὅτι τὸν μέλλοντα ὑπὲρ Ἑλληνικῶν ἱερῶν βουλεύεσθαι πολλὴν προσήκει πρόνοιαν ὑπὲρ εὐσεβείας ἔχειν, καὶ τοῖς περὶ τῶν πατρίων ἐγχειροῦσι διδάσκειν προσέχειν τὸν νοῦν.

在就我们前来接受誓言的事宜简短发言之后,我详细陈述了你们所指示的其他事项;因为自命不凡且以言辞见长的德摩斯梯尼竟完全没有提及任何必要的事情。此外,我还谈到了向皮莱的进军、各处圣所、德尔斐以及近邻同盟;我尤其要求腓力不要使用武力,而是通过投票和裁决来平定当地的事态;但如果这终究不可能(而这已昭然若揭,因为军队已经在场并集结完毕),我便说,凡打算就希腊圣所事务进行谋划的人,都应当对虔敬抱有高度的考量,并应当倾听那些致力于传授祖传法度之人的教诲。

语法注3 条
  1. 108φάσκων γὰρ νεώτατος εἶναι πάντων, τὴν τάξιν τοῦ πρῶτος λέγειν οὐκ ἂν ἔφη παραλιπεῖν, οὐδʼ ἐπιτρέψειν τινί, αἰνιττόμενος εἰς ἐμέ, προκαταλαβόντα τὰ Φιλίππου ὦτα τοῖς ἄλλοις λόγον μὴ καταλιπεῖν.

    宾格分词 προκαταλαβόντα 作为不定式 μὴ καταλιπεῖν 的逻辑主语,在格上并未与受 ἐπιτρέψειν 支配的与格代词 τινί 一致,而是转换为宾格。在“ἐπιτρέπω + 与格 + 不定式”的结构中,修饰不定式动作发出者的成分常转入宾格不定式主语。插入句 αἰνιττόμενος εἰς ἐμέ 表明这一指代在语境中针对的是发言者埃斯基涅斯。

  2. 110ὅτι πρῶτος ἐπιστομίσαι τοὺς τὴν εἰρήνην ἐκκλῄοντας, οὐ τοῖς λόγοις, ἀλλὰ τοῖς χρόνοις.

    ἐπιστομίσαι 并非不定式,而是动词 ἐπιστομίζω 的不定过去时主动语态祈愿语气第三人称单数形式。在 ὅτι 引导的间接引语从句中,它作为斜度祈愿语气替代了原话中的过去时直陈式(ἐπεστόμισε)。从句的主语是德摩斯梯尼本人,由主格表语 πρῶτος 得到印证。

  3. 111καὶ τά γε δὴ καταγέλαστα παντελῶς, ἐφʼ οἷς οἱ συμπρέσβεις ἐνεκαλύψαντο, ὡς ἐξένισε τοὺς πρέσβεις τοὺς Φιλίππου

    καὶ τά γε δὴ καταγέλαστα παντελῶς 为宾格短语,承接前文动词 προσέθηκε 作为并列宾语。在关系分句 ἐφʼ οἷς οἱ συμπρέσβεις ἐνεκαλύψαντο 之后,由 ὡς 引导的各分句(ὡς ἐξένισε..., ὡς ἐμισθώσατʼ...)以同位语形式具体阐明这些“极其可笑之事”(τά καταγέλαστα)的实际内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:108-114