← 埃斯基涅斯

控告蒂马科斯

§96-102

提马科斯贱卖父产与挥霍家业的证言

埃斯基涅斯详细列举了提马科斯如何为了挥霍而急于贱卖其父留下的房产、田庄、手工业奴隶及债权等丰厚遗产,并通过传唤证人和宣读证词来予以证实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§96

καὶ ἀπεφέρετο εἰς τὸ καθʼ ἡμέραν ἔθος, ἐνταῦθα ἤδη ἐτράπετο ἐπὶ τὸ καταφαγεῖν τὴν πατρῴαν οὐσίαν. καὶ οὐ μόνον κατέφαγεν, ἀλλʼ εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, καὶ κατέπιεν. καὶ γὰρ οὐδὲ τῆς ἀξίας ἕκαστον τῶν κτημάτων ἀπέδοτο, οὐδʼ ἐδύνατʼ ἀναμένειν τὸ πλέον οὐδὲ τὸ λυσιτελοῦν, ἀλλὰ τοῦ ἤδη εὑρίσκοντος1 ἀπεδίδοτο· οὕτως ἠπείγετο σφόδρα πρὸς τὰς ἡδονάς.

当他深陷于日常的恶习中时,此时他终于转向挥霍其父辈的家产。他不单挥霍殆尽,而且如果可以这么说的话,甚至将其尽数牛饮鲸吞。因为他既没有按每项产业的实际价值去出售,也无法等待更高的价格或有利的时机,而是只要眼下能卖得出去便予以变卖;他是如此急切地奔向享乐。

§97

τούτῳ γὰρ κατέλιπεν ὁ πατὴρ οὐσίαν, ἀφʼ ἧς ἕτερος μὲν κἂν ἐλῃτούργει,2 οὗτος δὲ οὐδʼ αὑτῷ διαφυλάξαι ἐδυνήθη· οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δʼ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧν ἕκαστος τούτῳ δύʼ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, ὁ δʼ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον· ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα.

因为他的父亲留给了他一份本可让别人承担公共捐造的产业,但这人却连为自己保留它都办不到:卫城后的一栋宅第、斯斐托斯的一处边郊地产、阿罗佩克区的另一块土地,此外还有九到十个从事制鞋手艺的工匠奴隶,他们每人每天向他缴纳两奥博尔的规费,作坊领班则交三奥博尔;除这些之外,还有一个懂得加工阿摩尔戈斯细麻并将精细织品送往市集的妇女、一个男刺绣工、几个欠他银钱的人,以及家什什物。

§98

καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, ἐνταῦθα μέντοι νὴ Δία σαφῶς πάνυ καὶ διαρρήδην ἐγὼ μαρτυροῦντας ὑμῖν τοὺς μάρτυρας παρέξομαι· οὐδεὶς γὰρ κίνδυνος, ὥσπερ ἐκεῖ, οὐδʼ αἰσχύνη πρόσεστιν οὐδεμία τῷ τἀληθῆ μαρτυροῦντι. τὴν μὲν γὰρ οἰκίαν τὴν ἐν ἄστει ἀπέδοθʼ οὗτος Ναυσικράτει τῷ κωμικῷ ποιητῇ, ὕστερον δʼ αὐτὴν ἐπρίατο παρὰ τοῦ Ναυσικράτους εἴκοσι μνῶν Κλεαίνετος ὁ χοροδιδάσκαλος· τὴν δʼ ἐσχατιὰν ἐπρίατο παρʼ αὐτοῦ Μνησίθεος ὁ Μυρρινούσιος, τόπον μὲν πολύν, δεινῶς δʼ ἐξηγριωμένον ὑπὸ τούτου·

为了证明我说的是实话,在这里,指着宙斯发誓,我将向你们提供极其明确、详尽作证的证人;因为绝不存在像前面那种情况那样的危险,讲真话作证的人也不会招致任何耻辱。因为城里的宅第是他卖给喜剧诗人瑙西克拉忒斯的,后来歌队指导克莱奈托斯以二十明那从瑙西克拉忒斯处买下了它;而那处边郊地产则是米尔里努斯区的姆涅西透斯从他手里买下的,那是一大片土地,却被此人糟蹋得极其荒芜。

§99

τὸ δʼ Ἀλωπεκῆσι χωρίον,3 ὃ ἦν ἄπωθεν τοῦ τείχους ἕνδεκα ἢ δώδεκα στάδια, ἱκετευούσης καὶ ἀντιβολούσης τῆς μητρός, ὡς ἐγὼ πυνθάνομαι, ἐᾶσαι καὶ μὴ ἀποδόσθαι, ἀλλʼ εἰ μή τι ἄλλο, ἐνταφῆναί γʼ ὑπολιπεῖν αὑτῇ, οὐδὲ τούτου τοῦ χωρίου ἀπέσχετο, ἀλλὰ καὶ τοῦτʼ ἀπέδοτο δισχιλίων δραχμῶν. καὶ τῶν θεραπαινῶν καὶ τῶν οἰκετῶν οὐδένα κατέλιπεν, ἀλλʼ ἅπαντας πέπρακε. καὶ ταῦθʼ ὅτι οὐ ψεύδομαι, ἐγὼ μέν, ὡς κατέλιπεν αὐτῷ ὁ πατήρ, μαρτυρίας παρέξομαι, οὗτος δέ, εἰ μή φησι πεπρακέναι, τὰ σώματα τῶν οἰκετῶν ἐμφανῆ παρασχέτω.

至于阿罗佩克区的那处地产,距离城墙十一或十二斯塔德,据我所知,尽管他的母亲哀求祈请他留下莫卖,哪怕不为别的,至少留给她作为埋葬之所,他却连这处地产也没有放过,也以两千德拉克马卖掉了。女仆和家奴中他一个也没有留下,全部卖光了。为了证明我在此事上没有撒谎,我将提供其父将这些留给他的证词;如果他坚称自己没有出卖他们,就请他在公堂上交出这些奴隶的人身。

§100

ὡς δὲ καὶ ἀργύριόν τισιν ἐδάνεισεν, ὃ κομισάμενος οὗτος ἀνήλωκε, μάρτυρα παρέξομαι Μεταγένην ὑμῖν τὸν Σφήττιον, ὃς ὠφείλησε μὲν ἐκείνῳ πλείους ἢ τριάκοντα μνᾶς, ὃ δʼ ἦν ὑπόλοιπον τελευτήσαντος τοῦ πατρός, τούτῳ ἀπέδωκεν ἑπτὰ μνᾶς. καί μοι κάλει Μεταγένην Σφήττιον. πασῶν δὲ πρώτην ἀνάγνωθι τὴν Ναυσικράτους μαρτυρίαν τοῦ τὴν οἰκίαν πριαμένου· καὶ τὰς ἄλλας ἁπάσας λαβὲ περὶ ὧν ἐμνήσθην ἐν τῷ αὐτῷ.

至于他父亲曾借出给某些人的银钱,被此人收回并挥霍一空,我将向你们提供斯斐托斯区的梅塔格内斯作证,他曾欠其父三十多明那,在其父死后,将剩余的七明那还给了此人。请替我传唤斯斐托斯区的梅塔格内斯。在所有的证词中,请首先宣读买下宅第的瑙西克拉忒斯的证词;并请同时拿来关于我所提及的其他事项的所有证词。

§101

Μαρτυρίαι ὡς τοίνυν ἐκέκτητο ὁ πατὴρ αὐτοῦ ἀργύριον οὐκ ὀλίγον, ὃ οὗτος ἠφάνικε, τοῦθʼ ὑμῖν ἐπιδείξω. φοβηθεὶς γὰρ τὰς λῃτουργίας ἀπέδοτο4 ἃ ἦν αὐτῷ κτήματα ἄνευ τῶν ἀρτίως εἰρημένων, χωρίον Κηφισιᾶσιν, ἕτερον Ἀμφιτροπῆσιν, ἐργαστήρια δύο ἐν τοῖς ἀργυρείοις, ἓν μὲν ἐν Αὐλῶνι, ἕτερον δʼ ἐπὶ Θρασύλλῳ.

〔证词〕那么,他的父亲曾拥有不少钱财,而这些钱财全被此人化为乌有,这一点我将向你们证明。因为他的父亲由于惧怕承担公共捐造,卖掉了除了刚才提到的那些之外所拥有的产业:凯菲西亚的一处地产、安菲特罗佩的另一处地产,以及银矿区的两处工场,一处在奥隆,另一处在斯拉苏卢斯。

§102

ὅθεν δὲ ταῦτʼ ηὐπόρησεν, ἐγὼ ἐρῶ. ἦσαν οὗτοι τρεῖς ἀδελφοί, Εὐπόλεμός τε ὁ παιδοτρίβης καὶ Ἀρίζηλος ὁ τούτου πατὴρ καὶ Ἀρίγνωτος, ὃς ἔτι καὶ νῦν ἔστι, πρεσβύτης διεφθαρμένος τοὺς ὀφθαλμούς. τούτων πρῶτος ἐτελεύτησεν Εὐπόλεμος, ἀνεμήτου τῆς οὐσίας οὔσης, δεύτερος δʼ Ἀρίζηλος ὁ Τιμάρχου πατήρ· ὅτε δʼ ἔζη, πᾶσαν τὴν οὐσίαν διεχείριζε διὰ τὴν ἀσθένειαν καὶ τὴν συμφορὰν τὴν περὶ τὰ ὄμματα τοῦ Ἀριγνώτου καὶ διὰ τὸ τετελευτηκέναι τὸν Εὐπόλεμον, καί τι καὶ εἰς τροφὴν συνταξάμενος ἐδίδου τῷ Ἀριγνώτῳ.

至于他是从何处获得这些财产的,我来说明。从前有三兄弟:体育教师欧波勒摩斯、此人的父亲阿里泽洛斯,以及至今依然健在的老人阿里格诺托斯,后者的双眼已经失明。在他们当中,欧波勒摩斯在财产尚未分割前最先去世,第二个去世的是提马科斯的父亲阿里泽洛斯;但当阿里泽洛斯在世时,由于阿里格诺托斯的衰弱和眼疾的不幸,加之欧波勒摩斯已经故去,他便掌管着全部家产,并在订立协议后给阿里格诺托斯一部分生活赡养费。

语法注4 条
  1. 96τοῦ ἤδη εὑρίσκοντος

    表示价格的属格(genitive of price)。分词 εὑρίσκοντος 取其商业用法,意为“卖得(价钱)”或“作价”,与副词 ἤδη(当场、立即)连用,表示“以当时能立刻卖出的价格”。

  2. 97ἀφʼ ἧς ἕτερος μὲν κἂν ἐλῃτούργει

    κἂν 为 καὶ ἄν 的缩合形式,与未完成过去时直陈式 ἐλῃτούργει 连用,构成过去与事实相反的虚拟/潜势表达:“若是换了别人,甚至本可凭此承担公共捐造(liturgy)”。

  3. 99τὸ δʼ Ἀλωπεκῆσι χωρίον

    悬垂对格(accusativus pendens)。该短语在句首以对格形式作为话题引出,但在随后的主句中被动词 ἀπέσχετο 所要求的属格指示代词 οὐδὲ τούτου τοῦ χωρίου 重新接管。

  4. 101φοβηθεὶς γὰρ τὰς λῃτουργίας ἀπέδοτο

    动词 ἀπέδοτο 的主语是提马科斯的父亲阿里泽洛斯,用以解释前一句“其父曾拥有不少现钱”。因为显见的不动产会被派定沉重的公共捐造义务,其父为了逃避捐造,遂将这些地产变卖为难以追查的隐匿现金。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:96-102