- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:103-109
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露提马科斯在继承家业后遗弃双目失明的叔父阿里格诺托斯,使其沦落到申领残疾津贴,甚至在议事会中拒绝施以援手。接着谴责他非法买官,在担任账目核查官和安德罗斯岛官员期间大肆受贿并肆意施暴。
ἐπεὶ δὲ καὶ ὁ Ἀρίζηλος ἐτελεύτησεν ὁ Τιμάρχου τουτουὶ πατήρ, τοὺς μὲν πρώτους χρόνους, ἕως παῖς ἦν οὗτος, ἅπαντα τὰ μέτρια ἐγίγνετο παρὰ τῶν ἐπιτρόπων τῷ Ἀριγνώτῳ· ἐπειδὴ δʼ ἐνεγράφη Τίμαρχος εἰς τὸ ληξιαρχικὸν γραμματεῖον καὶ κύριος ἐγένετο τῆς οὐσίας, παρωσάμενος ἄνδρα πρεσβύτην καὶ ἠτυχηκότα, θεῖον ἑαυτοῦ, τήν τε οὐσίαν ἠφάνισε, καὶ τῶν ἐπιτηδείων οὐδὲν ἐδίδου τῷ Ἀριγνώτῳ, ἀλλὰ περιεῖδεν ἐκ τοσαύτης οὐσίας1 ἐν τοῖς ἀδυνάτοις μισθοφοροῦντα.
当这个提马科斯的父亲阿里泽洛斯也去世后,最初一段时期,只要此人还是个孩子,监护人便向阿里格诺托斯提供了所有合理的赡养费用。但是,一旦提马科斯被登记入公民名册并掌握了家产,他便甩开了一位年老而不幸的人——他自己的叔父,不仅挥霍掉了产业,而且没有给阿里格诺托斯提供任何生活必需品,反而坐视他在坐拥如此家产之后,竟沦落到领取残疾津贴度日。
καὶ τὸ τελευταῖον, ὃ καὶ δεινότατον, ἀπολειφθέντος τοῦ πρεσβύτου τῆς γιγνομένης τοῖς ἀδυνάτοις δοκιμασίας,2 καὶ ἱκετηρίαν θέντος εἰς τὴν βουλὴν ὑπὲρ τοῦ μισθοῦ, βουλευτὴς ὢν καὶ προεδρεύων ἐκείνην τὴν ἡμέραν, οὐκ ἠξίωσεν αὐτῷ συνειπεῖν, ἀλλὰ περιεῖδεν ἀπολέσαντα τὸν τῆς πρυτανείας μισθόν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Ἀρίγνωτον Σφήττιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε.
最后——也是最恶劣的一点——当这位老人错过了为残疾人举行的审查,并为了生活津贴而向议事会呈递祈愿橄榄枝时,提马科斯虽然在那一天身为议员且担任当值主席,却不屑于为他说一句话,反而坐视他失去了那一主席团任期内的津贴。为了证明我说的是实话,请替我传唤斯斐托斯区的阿里格诺托斯,并宣读证词。
Μαρτυρία ἀλλʼ ἴσως ἄν τις εἴποι, ὡς ἀποδόμενος τὴν πατρῴαν οἰκίαν ἑτέραν ἄλλοθί του τοῦ ἄστεως ἐκτήσατο, ἀντὶ δὲ τῆς ἐσχατιᾶς καὶ τοῦ χωρίου τοῦ Ἀλωπεκῆσι καὶ τῶν δημιουργῶν καὶ τῶν ἄλλων εἰς τἀργύρειά τι κατεσκευάσατο, ὥσπερ καὶ ὁ πατὴρ αὐτοῦ πρότερον. ἀλλʼ οὐκ ἔστι τούτῳ λοιπὸν οὐκ οἰκία, οὐ συνοικία, οὐ χωρίον, οὐκ οἰκέται, οὐ δάνεισμα, οὐκ ἄλλʼ οὐδὲν ἀφʼ ὧν ἄνθρωποι μὴ κακοῦργοι ζῶσιν. ἀλλὰ τούτῳ ἀντὶ τῶν πατρῴων περίεστι βδελυρία, συκοφαντία, θράσος, τρυφή, δειλία, ἀναίδεια, τὸ μὴ ἐπίστασθαι ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχροῖς· ἐξ ὧν ἂν ὁ κάκιστος καὶ ἀλυσιτελέστατος πολίτης γένοιτο.
〔证词〕不过也许有人会说,他变卖了父辈的宅第后,在城里的别处购置了另一栋;而代替边郊地产、阿罗佩克区的土地、工匠以及其他产业,他像他父亲从前那样在银矿区置办了某些产业。然而,他手头不仅没有剩下宅第,没有公寓楼,没有田产,没有奴隶,没有借贷,也没有任何不作恶的正经人借以维生的资产。相反,取代父辈家产的是,他充斥着卑劣、诬告、狂妄、奢靡、怯懦、无耻,以及对丑事不知羞耻的面皮——从这些品质中只会产生最坏、最无益的公民。
οὐ τοίνυν μόνον τὰ πατρῷα κατεδήδοκεν, ἀλλὰ καὶ τὰ κοινὰ τὰ ὑμέτερα, ὅσων πώποτε κύριος γέγονεν. οὗτος γὰρ ταύτην τὴν ἡλικίαν ἔχων ἣν ὑμεῖς ὁρᾶτε, οὐκ ἔστιν ἥντινα οὐκ ἧρξεν ἀρχήν, οὐδεμίαν λαχὼν οὐδὲ χειροτονηθείς, ἀλλὰ πάσας παρὰ τοὺς νόμους πριάμενος. ὧν τὰς μὲν πλείστας παρήσω, δυοῖν δʼ ἢ τριῶν μόνον μνησθήσομαι.
因此,他不仅鲸吞了父辈的产业,还鲸吞了你们的公款,只要是他曾经掌管过的份额。因为在你们所见的这个年纪,他没有哪一个官职不曾担任过,却没有一个是经由抽签或举手表决当选的,而是全都不顾法律花钱买来的。其中绝大多数我将略过不提,仅提及两到三个。
λογιστὴς γὰρ γενόμενος πλεῖστα μὲν τὴν πόλιν ἔβλαψε δῶρα λαμβάνων παρὰ τῶν μὴ δικαίως ἀρξάντων, μάλιστα δʼ ἐσυκοφάντησε τῶν ὑπευθύνων τοὺς μηδὲν ἠδικηκότας. ἦρξε δʼ ἐν Ἄνδρῳ πριάμενος τριάκοντα μνῶν τὴν ἀρχήν, δανεισάμενος ἐπʼ ἐννέα ὀβολοῖς τὴν μνᾶν, εὐπορίαν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ τοὺς συμμάχους τοὺς ὑμετέρους ποιούμενος· καὶ τοσαύτην ἀσέλγειαν ἐπεδείξατο εἰς ἐλευθέρων ἀνθρώπων γυναῖκας ἡλίκην οὐδεὶς πώποθʼ ἕτερος. ὧν οὐδένα ἐγὼ παρακαλῶ δεῦρο τὴν αὑτοῦ συμφοράν, ἣν εἵλετο σιγᾶν, εἰς πολλοὺς ἐκμαρτυρήσοντα, ἀλλʼ ὑμῖν τοῦτο καταλείπω σκοπεῖν.
因为在担任账目核查官时,他通过收受不法任职者的贿赂给城邦造成了极大的危害,且极尽诬告那些毫无过错的述职官员。他又在安德罗斯岛任职,花三十明那买下官职,以每明那每月九奥博尔的利息借债,把你们的盟友变成了他自己放纵享乐的财源;他对自由人的妻子们表现出了史无前例的暴虐淫乱。我并不传唤他们中的任何人到这里来,在众人面前公开作证他们宁愿保持沉默的不幸,而是将这留给你们自行揣摩。
τί δὲ προσδοκᾶτε; τὸν Ἀθήνησιν ὑβριστὴν οὐκ εἰς τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ εἰς τὸ σῶμα τὸ ἑαυτοῦ, νόμων ὄντων, ὑμῶν ὁρώντων, ἐχθρῶν ἐφεστηκότων, τοῦτον τὸν αὐτὸν λαβόντα ἄδειαν καὶ ἐξουσίαν καὶ ἀρχήν, τίς ἂν ἐλπίσειεν ἀπολελοιπέναι3 τι τῶν ἀσελγεστάτων ἔργων; ἤδη νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω πολλάκις ἐνεθυμήθην τὴν εὐτυχίαν τὴν τῆς ὑμετέρας πόλεως, κατὰ πολλὰ μὲν καὶ ἄλλα, οὐχ ἥκιστα δὲ καὶ κατὰ τοῦτο, ὅτι κατʼ ἐκείνους τοὺς χρόνους οὐδεὶς ἐγένετο τῆς Ἀνδρίων πόλεως ὠνητής. ἀλλὰ καθʼ αὑτὸν μὲν ἄρχων φαῦλος ἦν, μετὰ πλειόνων δὲ ἐπιεικής.
你们还能指望什么呢?这个人在雅典,在法律森严、你们众目睽睽、仇家环伺的背景下,尚且不仅对他人,甚至对自己的人身施加暴行;当这同一个人获得了免罪特权、专擅之权和官职时,谁又能指望他会放过任何最丑恶暴戾的行为呢?指着宙斯和阿波罗发誓,我早已多次思索你们城邦的幸运,在许多其他方面如此,而在这一点上尤甚:在那个时期,没有人成为安德罗斯人城邦的买主。难道他在独揽大权时是卑劣的,与众人共事时反倒是宽和正直的吗?
πόθεν;4 οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευτής ἐγένετο ἐπὶ ἄρχοντος Νικοφήμου. ἅπαντα μὲν οὖν διεξελθεῖν ἃ ἐν τούτῳ τῷ ἐνιαυτῷ ἐκακούργησε, πρὸς μικρὸν μέρος ἡμέρας οὐκ ἄξιον ἐπιχειρεῖν· ἃ δʼ ἐστὶν ἐγγυτάτω τῆς αἰτίας καθʼ ἣν ἡ παροῦσα κρίσις ἐστί, ταῦτʼ ἐρῶ διὰ βραχέων.
何谈可能!雅典人啊,此人在尼科费穆斯担任执政官的那一年成了议事会议员。要在这短短的一日片刻之间,将他在那一年中所犯下的全部恶行逐一详述,是不值得尝试的;因此,关于与本案审判所依据的指控最为切近的事项,我将简明道来。
- 103ἐκ τοσαύτης οὐσίας
介词 ἐκ 表示从原有状态或家境的急剧坠落与转变,意为“在曾拥有如此厚实的家产之后(从原本的丰裕跌落)”。这有力凸显了他与前文提及的挥霍一空之间的强烈落差。
- 104ἀπολειφθέντος τοῦ πρεσβύτου τῆς γιγνομένης τοῖς ἀδυνါτοις δοκιμασίας
属格独立结构。动词 ἀπολείπομαι 支配属格,意为“错过、缺席”,在此指老人未能参加为残疾人领取国家津贴而设立的资格审查(δοκιμασία)。
- 108τὸν Ἀθήνησιν ὑβριστὴν οὐκ εἰς τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ... τοῦτον τὸν αὐτὸν λαβόντα ἄδειαν ... τίς ἂν ἐλπίσειεν ἀπολελοιπέναι
宾格短语 τὸν Ἀθήνησιν ὑβριστὴν ... τοῦτον τὸν αὐτόν 构成了前置先取(prolepsis,或话题化破格),它预先引出不定式 ἀπολελοιπέναι 的逻辑主语。句子的核心骨架为主节 τίς ἂν ἐλπίσειεν(“谁能指望/料想?”)统摄不定式及其主语。
- 108ἀλλὰ καθʼ αὑτὸν μὲν ἄρχων φαῦλος ἦν, μετὰ πλειόνων δὲ ἐπιεικής. πόθεν;
针对设想中的辩解进行的讽刺性自问自答修辞:“难道他独自掌权时是恶劣的,而与同僚共事时反倒是公正良善的吗?绝无可能!”这里的疑问副词 πόθεν(字面意“从何而来?”)是用于断然否定的惯用表达,意为“何至于此!”或“岂有此理!”。
