← 埃斯基涅斯

控告蒂马科斯

§89-95

效仿战神山议事会与挥霍家产指控

埃斯基涅斯敦促审判官效仿战神山议事会,依据长期以来的公知常理与推断而非辩方捏造的证词来裁判隐秘罪行;他驳斥了演说撰写人所谓出卖肉体与挥霍家产不可并存的说辞,并开始讲述提马科斯挥霍资产的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§89

εἰ μὲν τοίνυν ἦν ὁ ἀγὼν οὑτοσὶ ἐν πόλει ἐκκλήτῳ, ὑμᾶς ἂν ἔγωγε ἠξίωσα μάρτυράς μοι γενέσθαι, τοὺς ἄριστα εἰδότας ὅτι ἀληθῆ λέγω· εἰ δʼ ὁ μὲν ἀγών ἐστιν1 Ἀθήνησιν, οἱ δʼ αὐτοὶ δικασταί μοι καὶ μάρτυρές ἐστε τῶν λόγων, ἐμοὶ μὲν ἀναμιμνῄσκειν προσήκει, ὑμᾶς δέ μοι μὴ ἀπιστεῖν. καὶ γὰρ ἔμοιγε δοκεῖ Τίμαρχος οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ αὑτοῦ μόνον ἐσπουδακέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τῶν ταὐτὰ διαπεπραγμένων αὐτῷ.

因此,如果这场诉讼是在一个上诉城市举行,我本会请求你们作为最清楚我所言属实的人成为我的证人;但既然审判是在雅典进行,而你们自己既是审判官又是听取我言论的见证人,那么我理当提醒你们,你们也不应当对我产生怀疑。雅典人啊,在我看来,这位提马科斯不仅是在为他自己奔走,也是为了那些和他犯下同样罪行的人。

§90

εἰ γὰρ ἡ μὲν πρᾶξις αὕτη ἔσται, ὥσπερ εἴωθε γίγνεσθαι, λάθρᾳ καὶ ἐν ἐρημίαις καὶ ἐν ἰδίαις οἰκίαις, ὁ δὲ ἄριστα μὲν εἰδώς, καταισχύνας δέ τινα τῶν πολιτῶν, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἔνοχος ἔσται τοῖς μεγίστοις ἐπιτιμίοις, ὁ δὲ κρινόμενος καταμεμαρτυρημένος ὑπὸ τοῦ ἑαυτοῦ βίου καὶ τῆς ἀληθείας2 ἀξιώσει μὴ ἐξ ὧν γιγνώσκεται, ἀλλʼ ἐκ τῶν μαρτυριῶν κρίνεσθαι, ἀνῄρηται ὁ νόμος καὶ ἡ ἀλήθεια, καὶ δέδεικται φανερὰ ὁδός, διʼ ἧς οἱ τὰ μέγιστα κακουργοῦντες ἀποφεύξονται.

因为,如果这种勾当像往常那样是在暗地里、在荒僻之所和私人宅邸中进行的,而那个最知情且玷污了某位公民的人,倘若说出真情作证,就必须承担最严厉的惩罚;受审者明明已被他自己的平生作为和真相所指证,却还要要求依据证词而非依据众所周知的事实来受审,那么法律和真理便荡然无存,而一条任凭罪大恶极之徒脱逃的坦途也就被昭示天下了。

§91

τίς γὰρ ἢ τῶν λωποδυτῶν ἢ τῶν μοιχῶν ἢ τῶν ἀνδροφόνων, ἢ τῶν τὰ μέγιστα μὲν ἀδικούντων, λάθρᾳ δὲ τοῦτο πραττόντων, δώσει δίκην; καὶ γὰρ τούτων οἱ μὲν ἐπʼ αὐτοφώρῳ ἁλόντες, ἐὰν ὁμολογῶσι, παραχρῆμα θανάτῳ ζημιοῦνται, οἱ δὲ λαθόντες καὶ ἔξαρνοι γιγνόμενοι κρίνονται ἐν τοῖς δικαστηρίοις, εὑρίσκεται δὲ ἡ ἀλήθεια ἐκ τῶν εἰκότων.

否则,在那些窃衣贼、通奸者、杀人犯,或者那些犯下滔天罪行却秘密行事的人当中,究竟有谁会受到惩处呢?因为在这些人当中,当场被捕并认罪的,会被立即处以死刑;而那些秘密行事并拒不认罪的,则在法庭上受审,真相是从盖然性推断中找出的。

§92

χρήσασθε δὴ παραδείγματι τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, τῷ ἀκριβεστάτῳ συνεδρίῳ τῶν ἐν τῇ πόλει. πολλοὺς γὰρ ἤδη ἔγωγε τεθεώρηκα ἐν τῷ βουλευτηρίῳ τούτῳ εὖ πάνυ εἰπόντας καὶ μάρτυρας πορισαμένους ἁλόντας· ἤδη δέ τινας κακῶς πάνυ διαλεχθέντας καὶ πρᾶγμα ἀμάρτυρον ἔχοντας οἶδα νικήσαντας. οὐ γὰρ ἐκ τοῦ λόγου μόνον οὐδʼ ἐκ τῶν μαρτυριῶν, ἀλλʼ ἐξ ὧν αὐτοὶ συνίσασι καὶ ἐξητάκασι, τὴν ψῆφον φέρουσι. τοιγάρτοι διατελεῖ τοῦτο τὸ συνέδριον εὐδοκιμοῦν ἐν τῇ πόλει.

请你们以战神山议事会为榜样吧,那是城邦中最严谨的法庭。因为在那个审判所里,我亲眼见过许多人虽然陈词精彩且证人齐备,却依然被判有罪;我也知道有些人虽然言辞拙劣、案无旁证,却最终胜诉。因为他们投票表决,不仅依据演说,也不仅依据证词,而是依据他们自己深知并调查过的事实。正因如此,这个法庭才在城邦中始终享有崇高的声誉。

§93

τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμεῖς τὴν κρίσιν ταύτην ποιήσασθε. πρῶτον μὲν μηδὲν ὑμῖν ἔστω πιστότερον ὧν αὐτοὶ σύνιστε καὶ πέπεισθε περὶ Τιμάρχου τουτουί, ἔπειτα τὸ πρᾶγμα θεωρεῖτε μὴ ἐκ τοῦ παρόντος, ἀλλʼ ἐκ τοῦ παρεληλυθότος χρόνου. οἱ μὲν γὰρ ἐν τῷ παρεληλυθότι χρόνῳ λόγοι λεγόμενοι περὶ Τιμάρχου καὶ τῶν τούτου ἐπιτηδευμάτων διὰ τὴν ἀλήθειαν ἐλέγοντο, οἱ δʼ ἐν τῇδε τῇ ἡμέρᾳ ῥηθησόμενοι διὰ τὴν κρίσιν τῆς ὑμετέρας ἀπάτης ἕνεκα. ἀπόδοτε οὖν τὴν ψῆφον τῷ πλείονι χρόνῳ καὶ τῇ ἀληθείᾳ καὶ οἷς αὐτοὶ σύνιστε.

雅典人啊,请你们也以同样的方式进行这场审判。首先,在你们看来,绝没有任何东西比你们自己关于提马科斯所深知并确信的事实更加可信;其次,不要从当下、而要从过去的时间来审视这件事情。因为过去关于提马科斯及其行径所流传的话语,是出于真相而说的;而今天将要说出的言辞,则是由于审判、为了欺骗你们而说的。因此,请把你们的选票投给更长久的时间、投给真相,以及投给你们自己深知的事实。

§94

καίτοι λογογράφος γέ τις φησίν, ὁ μηχανώμενος αὐτῷ τὴν ἀπολογίαν, ἐναντία με λέγειν ἐμαυτῷ. οὐ γὰρ δὴ δοκεῖν εἶναι αὐτῷ δυνατὸν3 τὸν αὐτὸν ἄνθρωπον πεπορνεῦσθαι καὶ τὰ πατρῷα κατεδηδοκέναι· τὸ μὲν γὰρ ἡμαρτηκέναι τι περὶ τὸ σῶμα παιδὸς εἶναί φησι, τὸ δὲ τὰ πατρῷα κατεδηδοκέναι ἀνδρός. ἔτι δὲ τοὺς καταισχύνοντας αὑτοὺς μισθούς φησι πράττεσθαι τοῦ πράγματος· ἀποθαυμάζων οὖν περιέρχεται καὶ τερατευόμενος κατὰ τὴν ἀγοράν, εἰ ὁ αὐτὸς πεπόρνευταί τε καὶ τὰ πατρῷα κατεδήδοκεν.

然而,替他谋划辩护的某个演说撰写人却声称我自相矛盾。他说,在他看来同一人不可能既出卖肉体又挥霍父产;因为他说,在身体上犯下过错是男童所为,而挥霍父产则是成年男子所为。此外他还说,玷污自己的人是为此勾当获取报酬的;所以他在市场上到处走动,大惊小怪、故弄玄虚,追问同一个人是否当真既卖淫又耗尽了祖产。

§95

εἰ δέ τις ἀγνοεῖ ταῦθʼ ὅπως ἔχει, ἐγὼ σαφέστερον αὐτὰ πειράσομαι διορίσαι τῷ λόγῳ. ἕως μὲν γὰρ ἀντήρκει ἡ τῆς ἐπικλήρου οὐσία ἣν Ἡγήσανδρος ὁ τοῦτον ἔχων ἔγημε, καὶ τὸ ἀργύριον ὃ ἦλθεν ἔχων ἐκ τῆς μετὰ Τιμομάχου ἀποδημίας, ἦσαν ἐπὶ πολλῆς ἀσελγείας καὶ ἀφθονίας· ἐπειδὴ δὲ ταῦτα μὲν ἀπωλώλει καὶ κατεκεκύβευτο καὶ κατωψοφάγητο, οὑτοσὶ δʼ ἔξωρος ἐγένετο, ἐδίδου δʼ εἰκότως οὐδεὶς ἔτι οὐδέν, ἡ δὲ βδελυρὰ φύσις καὶ ἀνόσιος ἀεὶ τῶν αὐτῶν ἐπεθύμει, καὶ καθʼ ὑπερβολὴν ἀκρασίας ἕτερον ἐφʼ ἑτέρῳ ἐπίταγμα ἐπέταττε,

假使有人不明白事情的底细,我将试图在演说中更清晰地予以阐明。因为只要包养他的黑格桑德罗斯所娶的那位女继承人的财产,以及他随同提摩马科斯远征带回的金钱还足够支持,他们就沉溺于极度的放荡与奢靡之中;但当这些钱财已经散失,被赌博和暴饮暴食挥霍殆尽,而这个人又色衰爱弛、理所当然不再有人给予他分文,但他那卑鄙而不义的本性却始终渴求同样的事物,并且在极度的放纵中施加了一个接一个的命令,

语法注3 条
  1. 89εἰ μὲν τοίνυν ἦν... εἰ δʼ ὁ μὲν ἀγών ἐστιν

    此处通过 μέν... δέ 将非真实条件句(εἰ 搭配未完成过去时 ἦν... ἄν 搭配不定过去时 ἠξίωσα,“若是……我本会要求……”)与陈述语气现在的真实条件句(εἰ δʼ... ἐστιν,“但既然事实上是……”)并置对比。

  2. 90καταμεμαρτυρημένος ὑπὸ τοῦ ἑαυτοῦ βίου καὶ τῆς ἀληθείας

    动词 καταμαρτυρέω(作不利指证)的完成时被动态分词 καταμεμαρτυρημένος 搭配表示动作主体的 ὑπό 加属格。此处将“他自己的平生”与“真理”这两个抽象概念拟人化为作出不利指控的证人。

  3. 94οὐ γὰρ δὴ δοκεῖν εἶναι αὐτῷ δυνατὸν

    不定式 δοκεῖν 由前文引述动词 φησίν(间接引语)所管辖,自身又构成非人称结构 δοκεῖν δυνατὸν εἶναι(“在他看来……是可能的”),并进而引导带宾格主词的不定式从句(τὸν αὐτὸν ἄνθρωπον πεπορνεῦσθαι καὶ...),形成了层层嵌套的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:89-95