- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:9-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯列举并令书吏朗读了古法中关于学校与体育馆开放时间、官员监管及歌舞队赞助人年龄资格等规定,随后阐述了严惩出租自由孩童卖淫及拉皮条的法律,指出失德父亲被剥夺赡养权却仍由儿子收葬的立法用意。
ὁ γὰρ νομοθέτης πρῶτον μὲν τοῖς διδασκάλοις, οἷς ἐξ ἀνάγκης παρακατατιθέμεθα τοὺς ἡμετέρους αὐτῶν παῖδας, οἷς ἐστιν ὁ μὲν βίος ἀπὸ τοῦ σωφρονεῖν, ἡ δʼ ἀπορία ἐκ τῶν ἐναντίων, ὅμως ἀπιστῶν φαίνεται,1 καὶ διαρρήδην ἀποδείκνυσι, πρῶτον μὲν ἣν ὥραν προσήκει ἰέναι τὸν παῖδα τὸν ἐλεύθερον εἰς τὸ διδασκαλεῖον, ἔπειτα μετὰ πόσων παίδων εἰσιέναι, καὶ πηνίκα ἀπιέναι, καὶ τοὺς διδασκάλους τὰ διδασκαλεῖα καὶ τοὺς παιδοτρίβας τὰς παλαίστρας ἀνοίγειν μὲν ἀπαγορεύει μὴ πρότερον πρὶν ἂν ἥλιος ἀνίσχῃ, κλῄειν δὲ προστάττει πρὸ ἡλίου δεδυκότος, τὰς ἐρημίας καὶ τὸ σκότος ἐν πλείστῃ ὑποψίᾳ ποιούμενος· καὶ τοὺς νεανίσκους τοὺς εἰσφοιτῶντας οὕς τινας δεῖ εἶναι2 καὶ ἅς τινας ἡλικίας ἔχοντας, καὶ ἀρχὴν ἥτις ἔσται ἡ τούτων ἐπιμελησομένη, καὶ περὶ παιδαγωγῶν ἐπιμελείας καὶ περὶ Μουσείων ἐν τοῖς διδασκαλείοις καὶ περὶ Ἑρμαίων ἐν ταῖς παλαίστραις, καὶ τὸ τελευταῖον περὶ τῆς συμφοιτήσεως τῶν παίδων καὶ τῶν χορῶν τῶν κυκλίων.
因为首先,立法者甚至表现出对教师们的不信任——而我们迫于无奈不得不将自己的孩子托付给他们,这些教师的生计维系于谨守节制,而其困顿则源于相反的行为——并且明确规定:首先,自由人孩童应当在何时前往学校,其次,应当同多少孩童一同进校,以及应当在何时离开;他还禁止教师们在日出前开门办学,禁止体育教练在日出前开放训练场,并命令他们在日落前关闭,因为他对无人之境和黑暗怀有极大的戒心。他还规定了出入学校的青年人应当是何种人、处于何等年龄,规定了应当由何种官员主管这些事务,并就管教仆人(护送奴隶)的监管、学校中的缪斯节、训练场中的赫尔墨斯节,以及最后关于孩童的结伴同行和环形歌舞队作出了规定。
κελεύει γὰρ τὸν χορηγὸν τὸν μέλλοντα τὴν οὐσίαν τὴν ἑαυτοῦ εἰς ὑμᾶς ἀναλίσκειν ὑπὲρ τετταράκοντα ἔτη γεγονότα τοῦτο πράττειν, ἵνʼ ἤδη ἐν τῇ σωφρονεστάτῃ αὑτοῦ ἡλικίᾳ ὤν, οὕτως ἐντυγχάνῃ τοῖς ὑμετέροις παισίν. ἀναγνώσεται οὖν ὑμῖν τούτους τοὺς νόμους, ἵνʼ εἰδῆτε ὅτι ὁ νομοθέτης ἡγήσατο τὸν καλῶς τραφέντα παῖδα ἄνδρα γενόμενον χρήσιμον ἔσεσθαι τῇ πόλει· ὅταν δʼ ἡ φύσις τοῦ ἀνθρώπου εὐθὺς πονηρὰν τὴν ἀρχὴν λάβῃ τῆς παιδείας, ἐκ τῶν κακῶς τεθραμμένων παίδων παραπλησίους ἡγήσατο πολίτας ἔσεσθαι Τιμάρχῳ τουτῳί. λέγε αὐτοῖς τοὺς νόμους τούτους.
因为他命令那位将要为你们花费自己财产的歌舞队赞助人(编舞官),必须在年过四十岁之后方可担任此职,以便使他处于自己一生中最有节制的年龄,从而以此种状态与你们的孩童接触。 因此,〔书记官〕将向你们朗读这些法律,好让你们明白:立法者认为,抚育良好的孩童成人之后将成为对城邦有用之人;但当一个人的天性在教育之初便走向败坏时,从恶劣抚养的孩童中便会产生类似于这里的提马科斯这样的公民。向他们朗读这些法律。
Νόμοι [οἱ δὲ τῶν παίδων διδάσκαλοι ἀνοιγέτωσαν μὲν τὰ διδασκαλεῖα μὴ πρότερον ἡλίου ἀνιόντος, κλειέτωσαν δὲ πρὸ ἡλίου δύνοντος. καὶ μὴ ἐξέστω τοῖς ὑπὲρ τὴν τῶν παίδων ἡλικίαν οὖσιν εἰσιέναι τῶν παίδων ἔνδον ὄντων, ἐὰν μὴ υἱὸς διδασκάλου ἢ ἀδελφὸς ἢ θυγατρὸς ἀνήρ· ἐὰν δέ τις παρὰ ταῦτʼ εἰσίῃ, θανάτῳ ζημιούσθω. καὶ οἱ γυμνασιάρχαι τοῖς Ἑρμαίοις μὴ ἐάτωσαν συγκαθιέναι μηδένα τῶν ἐν ἡλικίᾳ τρόπῳ μηδενί· ἐὰν δὲ ἐπιτρέπῃ καὶ μὴ ἐξείργῃ τοῦ γυμνασίου, ἔνοχος ἔστω ὁ γυμνασιάρχης τῷ τῆς ἐλευθέρων φθορᾶς νόμῳ. οἱ δὲ χορηγοὶ οἱ καθιστάμενοι ὑπὸ τοῦ δήμου ἔστωσαν τὴν ἡλικίαν ὑπὲρ τετταράκοντα ἔτη.] μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, νομοθετεῖ περὶ ἀδικημάτων μεγάλων μέν, γιγνομένων δʼ οἶμαι ἐν τῇ πόλει· ἐκ γὰρ τοῦ πράττεσθαί τινʼ ὧν οὐ προσῆκεν, ἐκ τούτου τοὺς νόμους ἔθεντο οἱ παλαιοί. διαρρήδην γοῦν λέγει ὁ νόμος, ἐάν τινα ἐκμισθώσῃ ἑταιρεῖν πατὴρ ἢ ἀδελφὸς ἢ θεῖος ἢ ἐπίτροπος ἢ ὅλως τῶν κυρίων τις, κατʼ αὐτοῦ μὲν τοῦ παιδὸς οὐκ ἐᾷ γραφὴν εἶναι, κατὰ δὲ τοῦ μισθώσαντος καὶ τοῦ μισθωσαμένου, τοῦ μὲν ὅτι ἐξεμίσθωσε, τοῦ δὲ ὅτι, φησίν, ἐμισθώσατο. καὶ ἴσα τὰ ἐπιτίμια ἑκατέρῳ πεποίηκε, καὶ μὴ ἐπάναγκες εἶναι τῷ παιδὶ ἡβήσαντι τρέφειν τὸν πατέρα μηδὲ οἴκησιν παρέχειν, ὃς ἂν ἐκμισθωθῇ ἑταιρεῖν· ἀποθανόντα δὲ θαπτέτω καὶ τἆλλα ποιείτω τὰ νομιζόμενα.
〔法律〕〔孩童的教师们在日出前不得开门办学,在日落前必须关门。当孩童在校内时,凡超过孩童年龄者一律不得进入,除非他是教师的儿子、兄弟或女婿;若有人违反此规定擅自进入,当处死刑。体育馆主管在赫尔墨斯节期间,绝不得以任何方式允许任何成年人混入其中;若他纵容而不将其逐出体育馆,体育馆主管当依关于腐化自由人的法律定罪。由民众指派的歌舞队赞助人,其年龄应当在四十岁以上。〕雅典公民们,在此之后,他针对一些重大且我认为城邦中确实存在的不端行径立了法;因为正是由于某些不当之事的发生,古人才确立了这些法律。法律无论如何明确规定:如果父亲、兄弟、叔父、监护人或任何尊长将某人出租卖淫,法律不允许对孩童本人提起公诉,而只对出租者和承租者提起公诉,针对前者是因为他将其出租,针对后者则是因为他予以承租。法律为双方设立了同等的惩罚,并规定:凡被出租卖淫者,成年之后没有义务供养其父亲或为其提供住所;但当父亲去世后,他必须将其安葬并履行其余的传统礼仪。
σκέψασθε δή, ὡς καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι. ζῶντος μὲν αὐτοῦ ἀφαιρεῖται τὴν ὄνησιν τῆς παιδοποιίας, ὥσπερ ἐκεῖνος ἐκείνου τὴν παρρησίαν,3 τελευτήσαντα δὲ αὐτόν, ἡνίκα ὁ μὲν εὐεργετούμενος οὐκ αἰσθάνεται ὧν εὖ πάσχει, τιμᾶται δὲ ὁ νόμος καὶ τὸ θεῖον, θάπτειν ἤδη κελεύει καὶ τἆλλα ποιεῖν τὰ νομιζόμενα. καὶ τίνα ἕτερον νόμον ἔθηκε φύλακα τῶν ὑμετέρων παίδων; τὸν τῆς προαγωγείας, τὰ μέγιστα ἐπιτίμια ἐπιγράψας, ἐάν τις ἐλεύθερον παῖδα ἢ γυναῖκα προαγωγεύῃ. καὶ ποῖον ἄλλον;
雅典公民们,请想一想,这是何等周全。当父亲在世时,法律剥夺了他从生育子嗣中获得的一切益处,正如他当年剥夺了儿子的公民发言权一样;但当他死后,在受惠者感知不到所受之惠,而法律与神明之秩序受到尊崇之际,法律这才命令儿子将其安葬并履行其余的传统礼仪。 那么,他又制定了何种法律来作为你们孩童的监护呢?便是关于拉皮条的法律,规定凡拉拢自由人孩童或妇女卖淫者,将受到最严厉的惩罚。还有何种法律呢?
- 9ὁ γὰρ νομοθέτης πρῶτον μὲν τοῖς διδασκάλοις, οἷς ἐξ ἀνάγκης παρακατατιθέμεθα τοὺς ἡμετέρους αὐτῶν παῖδας, οἷς ἐστιν ὁ μὲν βίος ἀπὸ τοῦ σωφρονεῖν, ἡ δʼ ἀπορία ἐκ τῶν ἐναντίων, ὅμως ἀπιστῶν φαίνεται
句首的与格 τοῖς διδασκάλοις 在受到两个并列的关系代词从句(οἷς ἐξ ἀνάγκης... 和 οἷς ἐστιν...)修饰后,与句末的分词短语 ὅμως ἀπιστῶν φαίνεται 中的 ἀπιστῶν 搭配,构成了明显的语序倒置与离隔(hyperbaton)。此外,φαίνεται 接分词表示“显而易见地做某事”,而非单纯的虚饰外观。
- 10καὶ τοὺς νεανίσκους τοὺς εἰσφοιτῶντας οὕς τινας δεῖ εἶναι
提置/先取构式(prolepsis)。本应作为间接疑问从句 οὕς τινας δεῖ εἶναι 的逻辑主语的名词短语 τοὺς νεανίσκους τοὺς εἰσφοιτῶντας,被前置为先行主动词 ἀποδείκνυσι 的宾格宾语。
- 14ὥσπερ ἐκεῖνος ἐκείνου τὴν παρρησίαν
指示代词 ἐκεῖνος 在不同格位上的对比对应用法:主格 ἐκεῖνος 指代父亲(ὁ πατήρ),而属格 ἐκείνου 指代儿子(ὁ παῖς)。此处省略了动词 ἀφείλετο,意即“正如那人(父亲)剥夺了那人(儿子)的公开自由发言权一样”。
