← 埃斯基涅斯

控告蒂马科斯

§1-8

控告的缘由与民主政体中的法律意义

埃斯基涅斯解释了此前从未主动兴讼的自己为何对提马科斯提起资格审查,阐述了现行法律在维系民主政体中的根本作用,并宣布将依照古代立法者制定的道德法规顺序展开控告。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας,1 ἀλλʼ ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων παρεσχηκώς, ὁρῶν δὲ τήν τε πόλιν μεγάλα βλαπτομένην ὑπὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος παρὰ τοὺς νόμους, καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος (ὃν δὲ τρόπον, προϊόντος ἐπιδείξω τοῦ λόγου), ἕν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις καὶ ὑμῖν καὶ ἐμαυτῷ· εἰδὼς δʼ αὐτὸν ἔνοχον ὄντα οἷς ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τοῦ γραμματέως, ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν ταυτηνί. καὶ ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι.

雅典公民们,我从未对任何公民提起过公诉,也未曾在任期审计中刁难过任何人,而是正如我自认为的那样,在每件事上都保持克制;但我看到城邦正因这里的提马科斯违背法律发表演说而遭受巨大损害,而我自己私下也遭到其诬告(至于其手段,我将在演说展开时予以说明),我认为,若不出手援助整个城邦、法律、你们以及我自己,将是最可耻的事情之一。得知他完全触犯了你们刚才听到书记员朗读的那些条文,我便向他提请了这场资格审查。看来,雅典公民们,在公开审判中人们常说的话绝非虚言:私人的仇隙确实能纠正非常多的公事。

§3

τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανήσεται οὔθʼ ἡ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθʼ οἱ νόμοι οὔθʼ ὑμεῖς οὔτʼ ἐγώ, ἀλλʼ αὐτὸς οὗτος ἑαυτῷ. οἱ μὲν γὰρ νόμοι προεῖπον αὐτῷ αἰσχρῶς βεβιωκότι μὴ δημηγορεῖν, ἐπίταγμα, ὥς γε δὴ ἐγὼ κρίνω, οὐ χαλεπὸν ἐπιτάξαντες, ἀλλὰ καὶ πάνυ ῥᾴδιον· ἐμὲ δʼ ἐξῆν αὐτῷ, εἰ ἐσωφρόνει, μὴ συκοφαντεῖν. περὶ μὲν οὖν τούτων μετρίως ἐλπίζω μοι προειρῆσθαι.

因此,整个诉讼对提马科斯而言,显而易见起因既非城邦,亦非法律、你们或我,而是他咎由自取。因为法律早已告诫生活可耻的他不得发表演说——正如我所判断的,这是下达了一道绝非困难、甚至是极为容易的命令——而他若是头脑清醒,本可以不去诬告我。关于这些,我希望自己所作的前言已算适度。

§4

οὐκ ἀγνοῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μέλλω ἐν πρώτοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες·2 ἀλλά μοι δοκεῖ καιρὸς εἶναι καὶ ἐμὲ νῦν πρὸς ὑμᾶς τῷ αὐτῷ λόγῳ χρήσασθαι. ὁμολογοῦνται γὰρ τρεῖς εἶναι πολιτεῖαι παρὰ πᾶσιν ἀνθρώποις, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημοκρατία· διοικοῦνται δʼ αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι τοῖς τρόποις τῶν ἐφεστηκότων, αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι τοῖς νόμοις τοῖς κειμένοις.

雅典公民们,我也并非不知道,我首先要说的这些话,你们显然早就从别人那里听过了;但我以为,现在也是由我向你们采用同一论说的好时机。因为全人类公认存在三种政体:僭主政体、寡头政体和民主政体;僭主政体和寡头政体依凭统治者的性情治理,而民主城邦则依凭现行的法律治理。

§5

εὖ δʼ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὰ μὲν τῶν δημοκρατουμένων σώματα καὶ τὴν πολιτείαν οἱ νόμοι σῴζουσι, τὰ δὲ τῶν τυράννων καὶ ὀλιγαρχικῶν ἀπιστία καὶ ἡ μετὰ τῶν ὅπλων φρουρά. φυλακτέον δὴ τοῖς μὲν ὀλιγαρχικοῖς καὶ τοῖς τὴν ἄνισον πολιτείαν πολιτευομένοις τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας καταλύοντας,3 ὑμῖν δὲ τοῖς τὴν ἴσην καὶ ἔννομον πολιτείαν ἔχουσι τοὺς παρὰ τοὺς νόμους ἢ λέγοντας ἢ βεβιωκότας· ἐντεῦθεν γὰρ ἰσχύσετε, ὅταν εὐνομῆσθε καὶ μὴ καταλύησθε ὑπὸ τῶν παρανομούντων.

雅典公民们,你们要清楚知道,法律守护着民主体制下公民的肉身与政体,而猜疑与武装卫队则守护着僭主与寡头统治者的肉身。因此,寡头统治者和治理不平等政体的人必须防范那些以强权暴力推翻政体的人,而享有平等与守法政体的你们,则必须防范那些违背法律发表演说或生活的人;因为唯有当你们行守法之治且不被不法之徒推翻时,你们才会获得力量。

§6

προσήκειν δὲ ἔγωγε νομίζω, ὅταν μὲν νομοθετῶμεν, τοῦθʼ ἡμᾶς σκοπεῖν, ὅπως καλῶς ἔχοντας καὶ συμφέροντας νόμους τῇ πολιτείᾳ θησόμεθα, ἐπειδὰν δὲ νομοθετήσωμεν, τοῖς νόμοις τοῖς κειμένοις πείθεσθαι, τοὺς δὲ μὴ πειθομένους κολάζειν, εἰ δεῖ τὰ τῆς πόλεως καλῶς ἔχειν. σκέψασθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσην πρόνοιαν περὶ σωφροσύνης ἐποιήσατο ὁ Σόλων ἐκεῖνος, ὁ παλαιὸς νομοθέτης, καὶ ὁ Δράκων καὶ οἱ κατὰ τοὺς χρόνους ἐκείνους νομοθέται.

我自己认为,当我们立法时,我们应当考虑如何为政体制定优良且有益的法律;而在完成立法后,则应当服从现行法律,并惩处不服从者,如果城邦的事务要保持良好状态的话。 雅典公民们,请想一想,那位古代立法者梭伦、德拉古以及那个时代的立法者们,对节制倾注了何等深远的关切。

§7

πρῶτον μὲν γὰρ περὶ τῆς σωφροσύνης τῶν παίδων τῶν ἡμετέρων ἐνομοθέτησαν, καὶ διαρρήδην ἀπέδειξαν, ἃ χρὴ τὸν παῖδα τὸν ἐλεύθερον ἐπιτηδεύειν, καὶ ὡς δεῖ αὐτὸν τραφῆναι, ἔπειτα δεύτερον περὶ τῶν μειρακίων, τρίτον δʼ ἐφεξῆς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων. καὶ τούτους τοὺς νόμους ἀναγράψαντες ὑμῖν παρακατέθεντο, καὶ ὑμᾶς αὐτῶν ἐπέστησαν φύλακας.

因为他们首先为我们孩童的节制立法,明确规定自由人孩童应当从事何种操行,以及应当如何被抚育;其次是针对青年人;第三依次是针对其他年龄段,不仅针对普通公民,也针对演说家。他们将这些法律铭刻下来,托付给你们,并指派你们作为其看护者。

§8

βούλομαι δὴ καὶ ἐγὼ νυνὶ πρὸς ὑμᾶς τὸν αὐτὸν τρόπον χρήσασθαι τῷ λόγῳ ὅνπερ τοῖς νόμοις ὁ νομοθέτης. πρῶτον μὲν γὰρ διέξειμι πρὸς ὑμᾶς τοὺς νόμους οἳ κεῖνται περὶ τῆς εὐκοσμίας τῶν παίδων τῶν ὑμετέρων, ἔπειτα δεύτερον τοὺς περὶ τῶν μειρακίων, τρίτον δʼ ἐφεξῆς τοὺς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων· οὕτω γὰρ ἄν μοι μάλιστα ὑπολαμβάνω τοὺς λόγους εὐμαθεῖς γενέσθαι.4 ἅμα δὲ καὶ βούλομαι, ὦ ἄνδρες Ἀθηναῖοι, διεξελθεῖν πρῶτον πρὸς ὑμᾶς, ὡς ἔχουσιν οἱ νόμοι οἱ τῆς πόλεως, πάλιν δὲ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου· εὑρήσετε γὰρ αὐτὸν ἐναντίως ἅπασι τοῖς νόμοις βεβιωκότα.

如今,我也正想在向你们发表演说时,采用立法者对待法律的同样方式。因为我首先将向你们阐述关于你们孩童品行端正的现行法律,其次阐述关于青年人的法律,第三依次阐述关于其他年龄段的法律,不仅包括普通公民的,也包括演说家的;因为我认定唯有这样,我的陈词才最容易被理解。与此同时,雅典公民们,我也希望首先向你们说明城邦法律的规定究竟如何,随后再将提马科斯的品行与法律逐一对照;因为你们会发现,他的生活与全部法律背道而驰。

语法注4 条
  1. 1οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας

    置于句首的否定宾格短语 οὐδένα πώποτε τῶν πολιτῶν 是后文分词 γραψάμενος 与 λυπήσας 的直接宾语,这种超前倒装(hyperbaton)意在开篇强调演说者过往克制、不主动兴讼的处事态度。主句的限定动词延后至下一节的 ἡγησάμην,整个长句通过一系列伴随分词(παρεσχηκώς、ὁρῶν、συκοφαντούμενος)引导,最终落实到 ἕν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι。

  2. 4ἃ μέλλω ἐν πρώτοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες

    关系从句 ἃ μέλλω ἐν πρώτοις λέγειν 采用了先提构词(prolepsis),置于从属连词 ὅτι 之前,充当从句中动词 ἀκηκοότες 的宾语(ἀκούω 可接所听事物之宾格)。按常规语序当为 οὐκ ἀγνοῶ ὅτι φανεῖσθε ἀκηκοότες ἃ μέλλω λέγειν,此处将话题前置以作铺垫。

  3. 5φυλακτέον δὴ τοῖς μὲν ὀλιγαρχικοῖς καὶ τοῖς τὴν ἄνισον πολιτείαν πολιτευομένοις τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας καταλύοντας

    动形容词 φυλακτέον 构成中性单数的无人称结构,以与格表示施动主体(τοῖς μὲν ὀλιγαρχικοῖς... / ὑμῖν δὲ...),以宾格表示需要提防的对象(τοὺς ... καταλύοντας / τοὺς ... λέγοντας ἢ βεβιωκότας)。短语 ἐν χειρῶν νόμῳ(字面意为“按双手之法”)是表示“凭武力/暴力”的成语性表达。

  4. 8οὕτω γὰρ ἄν μοι μάλιστα ὑπολαμβάνω τοὺς λόγους εὐμαθεῖς γενέσθαι

    语气小词 ἄν 在位置上紧靠限定动词 ὑπολαμβάνω,但在句法上修饰不定式 γενέσθαι(代表间接引语中带 ἄν 的愿望语气潜势用法:οὕτω γὰρ ἂν ... γένοιντο)。在表示思考或表达的动词前提前出现 ἄν 是古典阿提卡散文的常见修辞特色。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:1-8