- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:15-22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐释了侮慢罪法律及其保护范围延伸至奴隶的深意,随后引述剥夺曾卖淫者担任官职、公开发言及宗教特权之资格的法律以弹劾提马科斯,进而转向公民大会秩序法规的讨论。
τὸν τῆς ὕβρεως, ὃς ἑνὶ κεφαλαίῳ ἅπαντα τὰ τοιαῦτα συλλαβὼν ἔχει· ἐν ᾧ διαρρήδην γέγραπται, ἐάν τις ὑβρίζῃ εἰς παῖδα (ὑβρίζει δὲ δή που ὁ μισθούμενος) ἢ ἄνδρα ἢ γυναῖκα, ἢ τῶν ἐλευθέρων τινὰ ἢ τῶν δούλων, ἢ ἐὰν παράνομόν τι ποιῇ εἰς τούτων τινά, γραφὰς ὕβρεως εἶναι πεποίηκεν καὶ τίμημα ἐπέθηκεν,1 ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι. λέγε τὸν νόμον.
便是关于侮慢(傲慢暴力)的法律,它将所有此类行为统括于一个总目之下;其中明确载明,若有人对孩童(而那承租之人自然是施加侮慢者)、成年男子或妇女,无论是自由人还是奴隶中的一人施加侮慢,或者对他们之中的任何人做出违法行径,立法者设立了侮慢罪公诉,并规定了其应当承受或缴纳的刑罚与赔偿。朗读法律。
Νόμος [ἄν τις Ἀθηναίων ἐλεύθερον παῖδα ὑβρίσῃ, γραφέσθω ὁ κύριος τοῦ παιδὸς πρὸς τοὺς θεσμοθέτας, τίμημα ἐπιγραψάμενος. οὗ δʼ ἂν τὸ δικαστήριον καταψηφίσηται, παραδοθεὶς τοῖς ἕνδεκα τεθνάτω αὐθημερόν. ἐὰν δὲ εἰς ἀργύριον καταψηφισθῇ, ἀποτεισάτω ἐν ἕνδεκα ἡμέραις μετὰ τὴν δίκην, ἐὰν μὴ παραχρῆμα δύνηται ἀποτίνειν· ἕως δὲ τοῦ ἀποτεῖσαι εἱρχθήτω. ἔνοχοι δὲ ἔστασαν ταῖσδε ταῖς αἰτίαις καὶ οἱ εἰς τὰ οἰκετικὰ σώματα ἐξαμαρτάνοντες.] ἴσως ἂν οὖν τις θαυμάσειεν ἐξαίφνης ἀκούσας, τί δή ποτʼ ἐν τῷ νόμῳ τῷ τῆς ὕβρεως προσεγράφη τοῦτο τὸ ῥῆμα, τὸ τῶν δούλων. τοῦτο δὲ ἐὰν σκοπῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, εὑρήσετε ὅτι πάντων ἄριστα ἔχει· οὐ γὰρ ὑπὲρ τῶν οἰκετῶν ἐσπούδασεν ὁ νομοθέτης, ἀλλὰ βουλόμενος ὑμᾶς ἐθίσαι πολὺ ἀπέχειν τῆς τῶν ἐλευθέρων ὕβρεως, προσέγραψε μηδʼ εἰς τοὺς δούλους ὑβρίζειν. ὅλως δὲ ἐν δημοκρατίᾳ τὸν εἰς ὁντινοῦν ὑβριστήν, τοῦτον οὐκ ἐπιτήδειον ἡγήσατο εἶναι συμπολιτεύεσθαι.
〔法律〕〔若有任何雅典人对自由人孩童施加侮慢,孩童的法定监护人当在附记罚则提议后,向司法执政官呈递诉状。对法庭投票定罪者,移交十一人官署后,当于当日处死。若判决处以罚金,而无法立即缴纳,当在审判后十一天内缴纳;在缴纳之前,当予以拘禁。对家奴身体犯罪者,亦当受同等罪责追究。〕听到这里,或许有人会顿生疑惑:究竟为何在关于侮慢的法律中,添上了“奴隶的”这一字眼?但雅典公民们,若你们予以考察,就会发现这处置得最为妥当;因为立法者并非热心于家奴本身,而是希望以此使你们养成远离对自由人施加侮慢的习惯,遂附带规定亦不得侮慢奴隶。总而言之,他认为在民主政体中,对任何人施加侮慢之人,皆不适宜共同享有公民生活。
κἀκεῖνο δέ μοι συνδιαμνημονεύσατε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐνταῦθʼ ὁ νομοθέτης οὔπω διαλέγεται αὐτῷ τῷ σώματι τοῦ παιδός, ἀλλὰ τοῖς περὶ τὸν παῖδα, πατρί, ἀδελφῷ, ἐπιτρόπῳ, διδασκάλοις, καὶ ὅλως τοῖς κυρίοις· ἐπειδὰν δʼ ἐγγραφῇ τις εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, καὶ τοὺς νόμους εἰδῇ τοὺς τῆς πόλεως, καὶ ἤδη δύνηται διαλογίζεσθαι τὰ καλὰ καὶ τὰ μή, οὐκέτι ἑτέρῳ διαλέγεται, ἀλλʼ ἤδη αὐτῷ, ὦ Τίμαρχε.
雅典公民们,亦请随我一同记取这一点:在此阶段,立法者尚未与孩童本人直接对话,而是对其身旁之人——父亲、兄弟、监护人、教师,以及总之握有监护之权的人说话;然而,一旦某人被登记入公民名册,知晓城邦的法律,且已能够自行辨析善美与丑恶之时,立法者便不再对旁人说话,而是直接对本人说话了,提马科斯啊!
καὶ πῶς λέγει; ἄν τις Ἀθηναίων, φησίν, ἑταιρήσῃ, μὴ ἐξέστω αὐτῷ τῶν ἐννέα ἀρχόντων γενέσθαι, ὅτι οἶμαι στεφανηφόρος ἡ ἀρχή, μηδʼ ἱερωσύνην ἱερώσασθαι, ὡς οὐδὲ καθαρεύοντι τῷ σώματι,2 μηδὲ συνδικησάτω, φησί, τῷ δημοσίῳ, μηδὲ ἀρξάτω ἀρχὴν μηδεμίαν μηδέποτε, μήτʼ ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴν μήτε χειροτονητήν· μηδὲ κηρυκευσάτω, μηδὲ πρεσβευσάτω, μηδὲ τοὺς πρεσβεύσαντας κρινέτω, μηδὲ συκοφαντείτω μισθωθείς, μηδὲ γνώμην εἰπάτω μηδέποτε μήτε ἐν τῇ βουλῇ μήτε ἐν τῷ δήμῳ, μηδʼ ἂν δεινότατος ᾖ λέγειν Ἀθηναίων. ἐὰν δέ τις παρὰ ταῦτα πράττῃ, γραφὰς ἑταιρήσεως πεποίηκε καὶ τὰ μέγιστα ἐπιτίμια ἐπέθηκεν. λέγε αὐτοῖς καὶ τοῦτον τὸν νόμον, ἵνʼ εἰδῆτε οἵων νόμων ὑμῖν κειμένων, ὡς καλῶν καὶ σωφρόνων, τετόλμηκε Τίμαρχος δημηγορεῖν, ὁ τοιοῦτος τὸν τρόπον οἷον ὑμεῖς ἐπίστασθε.
他是如何规定的呢?他说:“若有任何雅典人曾经卖淫,便不得令其成为九名执政官之一”——我想这是由于该官职佩戴花冠的缘故——“亦不得担任祭司之职”,因其身体甚至并非纯洁,“亦不得为公家担任辩护人”,他说,“亦绝不得担任任何官职,不论是国内的还是国外的,不论是抽签产生的还是举手表决产生的;亦不得充当传令官,亦不得充当使节,亦不得审判那些曾出使之人,亦不得受雇进行诬告,亦绝不得在议事会或公民大会中提出议案,哪怕他是雅典人中最善辞令之人。”若有人违反这些规定行事,立法者设立了卖淫罪公诉,并处以最严厉的惩罚。也向他们朗读这条法律,好让你们明白:在为你们设立了如此崇高而庄重的法律的情形下,如你们深知其品性的提马科斯,竟然敢于向民众发表演说!
Νόμος [ἐάν τις Ἀθηναῖος ἑταιρήσῃ, μὴ ἐξέστω αὐτῷ τῶν ἐννέα ἀρχόντων γενέσθαι, μηδʼ ἱερωσύνην ἱερώσασθαι, μηδὲ συνδικῆσαι τῷ δήμῳ, μηδὲ ἀρχὴν ἀρχέτω μηδεμίαν, μήτε ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴν μήτε χειροτονητήν, μηδʼ ἐπὶ κηρυκείαν ἀποστελλέσθω, μηδὲ γνώμην λεγέτω, μηδʼ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσίτω, μηδʼ ἐν ταῖς κοιναῖς στεφανηφορίαις στεφανούσθω, μηδʼ ἐντὸς τῆς ἀγορᾶς τῶν περιρραντηρίων πορευέσθω. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, καταγνωσθέντος αὐτοῦ ἑταιρεῖν, θανάτῳ ζημιούσθω.] τοῦτον μὲν τὸν νόμον ἔθηκε περὶ τῶν μειρακίων τῶν προχείρως εἰς τὰ ἑαυτῶν σώματα ἐξαμαρτανόντων· οὓς δὲ ὀλίγῳ πρότερον ὑμῖν ἀνέγνω, περὶ τῶν παίδων· οὓς δὲ νυνὶ μέλλω λέγειν, περὶ τῶν ἄλλων Ἀθηναίων. ἀπαλλαγεὶς γὰρ τῶν νόμων τούτων ἐσκέψατο, τίνα χρὴ τρόπον συλλεγομένους ἡμᾶς εἰς τὰς ἐκκλησίας βουλεύεσθαι περὶ τῶν σπουδαιοτάτων πραγμάτων. καὶ πόθεν ἄρχεται; νόμοι, φησί, περὶ εὐκοσμίας. ἀπὸ σωφροσύνης πρῶτον ἤρξατο, ὡς, ὅπου πλείστη εὐκοσμία ἐστί, ταύτην ἄριστα τὴν πόλιν οἰκησομένην.3
〔法律〕〔若有任何雅典人曾经卖淫,便不得令其成为九名执政官之一,亦不得担任祭司之职,亦不得为民众担任辩护人,亦不得担任任何官职,不论是国内的还是国外的,不论是抽签产生的还是举手表决产生的,亦不得被派遣执行传令使命,亦不得提出议案,亦不得进入由公费维持的圣所,亦不得在公众佩冠典礼上被授予花冠,亦不得步入广场净水钵的界线之内。若有人违反这些规定行事,一经判定犯有卖淫罪,当处死刑。〕他制定这条法律,是针对那些轻率地对自身肉体犯罪的青年人;而刚才向你们朗读的,是针对孩童的;我现在将要提及的,则是针对其余雅典人的。因为在处理完这些法律之后,他考量了当我们聚集到公民大会中时,应当以何种方式就最重大的事务进行商议。那么他是从何处着手的呢? 他说, “关于良好秩序的 法律”。 他首先从节制出发,认为凡良好秩序最为充裕之地,该城邦必能治理得最为完善。
- 15ἐν ᾧ διαρρήδην γέγραπται, ἐάν τις ὑβρίζῃ εἰς παῖδα ... γραφὰς ὕβρεως εἶναι πεποίηκεν καὶ τίμημα ἐπέθηκεν
此处出现破格语法(句法中断/anacoluthon):在关系分句 ἐν ᾧ διαρρήδην γέγραπται(“在其中明确载明”)之后,接条件从句 ἐάν τις ὑβρίζῃ...,按常理后文应接不定词间接引语或直接引文,但句子直接转换为以立法者或法律为主语的直陈式完成时和不定过去时主谓语动词(πεποίηκεν 与 ἐπέθηκεν)。
- 19ὡς οὐδὲ καθαρεύοντι τῷ σώματι
由表示原因的 ὡς 与与格分词短语(καθαρεύοντι τῷ σώματι)结合而成,与前面 μὴ ἐξέστω αὐτῷ(“不容许他……”)中受支配的与格代词 αὐτῷ 一致,用以说明其丧失资格的原因。τῷ σώματι 是表示范围或方面的限定与格(“在身体上”)。
- 22ὡς, ὅπου πλείστη εὐκοσμία ἐστί, ταύτην ἄριστα τὴν πόλιν οἰκησομένην
由表达主观动机或判断的 ὡς 引导带宾格将来时分词(οἰκησομένην,具被动含义,“将被治理”)的结构,属于独立宾格结构或相当于省略了思考动词的间接引语。名词短语 ταύτην τὴν πόλιν 作为分词在逻辑上的宾格主语,与关系从句 ὅπου πλείστη εὐκοσμία ἐστί 形成照应。
