- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:81-88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯回忆了以往公民大会上一位战神山议员发言时民众哄堂大笑并公开嘲讽提马科斯丑行的往事,并援引此前法庭贿赂案在无直接目击证人的情况下依然判定死刑的先例,以此驳斥提马科斯以缺乏直接证人为由寻求脱罪的辩解。
καὶ τὰ μὲν πολλὰ καὶ παλαιὰ ἐάσω, τὰ δὲ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γενόμενα, ὅτε ἐγὼ τὴν ἐπαγγελίαν ταύτην Τιμάρχῳ ἐπήγγειλα, ταῦθʼ ὑμᾶς ἀναμνῆσαι βούλομαι. τῆς γὰρ βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ πρόσοδον ποιουμένης πρὸς τὸν δῆμον κατὰ τὸ ψήφισμα, ὃ οὗτος εἰρήκει περὶ τῶν οἰκήσεων τῶν ἐν τῇ Πυκνί, ἦν μὲν ὁ τὸν λόγον λέγων ἐκ τῶν Ἀρεοπαγιτῶν Αὐτόλυκος, καλῶς νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ σεμνῶς καὶ ἀξίως ἐκείνου τοῦ συνεδρίου βεβιωκώς·
许多昔日旧事我就暂且不提了,但我希望提醒你们注意,正在我向提马科斯提出这项诉讼预告的当届公民大会上所发生的事情。 因为当战神山议事会根据提马科斯就普纽克斯山上的住宅所提出的法令向民众提出报告时,代表战神山议事会议员发言的是奥托吕科斯——凭宙斯和阿波罗起誓,他为人正直、庄重,生平无愧于那个议事会。
ἐπειδὴ δέ που προϊόντος τοῦ λόγου εἶπεν ὅτι τό γε εἰσήγημα τὸ Τιμάρχου ἀποδοκιμάζει ἡ βουλή, καὶ περὶ τῆς ἐρημίας ταύτης καὶ τοῦ τόπου τοῦ ἐν τῇ Πυκνὶ μὴ θαυμάσητε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ Τίμαρχος ἐμπειροτέρως ἔχει1 τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, ἀνεθορυβήσατε ὑμεῖς ἐνταῦθα καὶ ἔφατε τὸν Αὐτόλυκον ἀληθῆ λέγειν· εἶναι γὰρ αὐτὸν ἔμπειρον.
随着发言的进行,他提到议事会否决了提马科斯的提案,并且说道: “雅典人啊,关于这处荒僻之地以及普纽克斯山上的地方,倘若提马科斯比战神山议事会更富于经验,你们不必感到惊奇,”这时你们哄堂大哗,纷纷说奥托吕科斯说了真话,因为提马科斯确实经验丰富。
ἀγνοήσας δʼ ὑμῶν τὸν θόρυβον, ὁ Αὐτόλυκος μάλα σκυθρωπάσας καὶ διαλιπὼν εἶπεν· ἡμεῖς μέντοι, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ Ἀρεοπαγῖται οὔτε κατηγοροῦμεν οὔτε ἀπολογούμεθα, οὐ γὰρ ἡμῖν πάτριόν ἐστιν, ἔχομεν δὲ τοιαύτην τινὰ συγγνώμην Τιμάρχῳ· οὗτος ἴσως, ἔφη, ᾠήθη ἐν τῇ ἡσυχίᾳ ταύτῃ μικρὸν ὑμῶν ἑκάστῳ ἀνάλωμα γίγνεσθαι. πάλιν ἐπὶ τῇ ἡσυχίᾳ καὶ τῷ μικρῷ ἀναλώματι μείζων ἀπήντα παρʼ ὑμῶν μετὰ γέλωτος θόρυβος.
奥托吕科斯不解你们喧闹的缘由,面露极度不悦之色,停顿片刻后说道: “然而,雅典人啊,我们战神山议员既不提出控告,也不进行辩护,因为这不是我们的祖传成法;不过我们对提马科斯抱有某种谅解。因为他或许认为,”他说,“在这般清静之地,你们每人所需的花费会更少。” 听到“清静”与“花费少”这两个词,你们当中再次爆发出一阵伴着欢笑的更大喧哗。
ὡς δʼ ἐπεμνήσθη τῶν οἰκοπέδων καὶ τῶν λάκκων, οὐδʼ ἀναλαβεῖν αὑτοὺς ἐδύνασθε. ἔνθα δὴ καὶ παρέρχεται Πύρρανδρος ἐπιτιμήσων ὑμῖν, καὶ ἤρετο τὸν δῆμον, εἰ οὐκ αἰσχύνοιντο γελῶντες παρούσης τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου. ὑμεῖς δʼ ἐξεβάλλετε αὐτὸν ὑπολαμβάνοντες· ἴσμεν, ὦ Πύρρανδρε, ὅτι οὐ δεῖ γελᾶν τούτων ἐναντίον· ἀλλʼ οὕτως ἰσχυρόν ἐστιν ἡ ἀλήθεια, ὥστε πάντων ἐπικρατεῖν τῶν ἀνθρωπίνων λογισμῶν.
而当他提到宅基地和蓄水池时,你们甚至再也无法自持了。就在此时,皮兰德罗斯走上前来训斥你们,质问民众在战神山议事会面前大笑难道不感到羞耻吗。但你们打断他的话,反唇相讥将他赶了下去: “皮兰德罗斯,我们知道不该在他们面前发笑;但真理的力量是如此强大,以至于压倒了人类的一切顾忌。”
ταύτην ἐγὼ ὑπολαμβάνω μαρτυρίαν μεμαρτυρῆσθαι ὑμῖν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ὃν ἁλῶναι ψευδομαρτυρίων οὐ καλῶς ἔχει.2 οὐκοῦν ἄτοπον, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μηδὲν μὲν ἐμοῦ λέγοντος αὐτοὶ βοᾶτε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε τούτῳ, ἐμοῦ δὲ λέγοντος ἐπιλέλησθε, καὶ μὴ γενομένης μὲν κρίσεως περὶ τοῦ πράγματος ἑάλω ἄν, γεγονότος δὲ ἐλέγχου ἀποφεύξεται.
我认为,这就是雅典民众向你们作出的证言,而判定这一民众犯有伪证罪是绝不妥当的。雅典人啊,倘若在我不说话时,你们自己便大声喊出你们深知他所犯下的那些丑行的名称,而当我说起时,你们却忘得一干二净;如果未就此事举行审判,他本会被定罪,而如今展开了审查,他反要被宣告无罪,这难道不是荒唐透顶吗?
ἐπεὶ δὲ ἐμνήσθην τῶν διαψηφίσεων καὶ τῶν Δημοφίλου πολιτευμάτων, βούλομαί τι καὶ ἄλλο παράδειγμα περὶ τούτων εἰπεῖν. ὁ γὰρ αὐτὸς οὗτος ἀνὴρ καὶ πρότερόν τι τοιοῦτον πολίτευμα ἐπολιτεύσατο. ᾐτιάσατό τινας εἶναι οἳ ἄρα ἐνεχείρουν συνδεκάζειν τὴν ἐκκλησίαν καὶ τἆλλα δικαστήρια, ὥσπερ καὶ νυνὶ Νικόστρατος· καὶ περὶ τούτων κρίσεις αἱ μὲν γεγόνασιν, αἱ δὲ ἐνεστᾶσιν ἔτι.
既然我提到了公民权审查投票和德摩菲洛斯的政策,我还想就这些事情再举一个例子。因为正是这同一个人,此前也推行过类似的政策。他曾指控有些人竟企图收买公民大会和其他法庭,正如现在的尼科斯特拉托斯一样;关于这些人,有的案件已经判决,有的仍在审理之中。
φέρε δὴ πρὸς τοῦ Διὸς καὶ θεῶν, εἰ ἐπὶ τὴν αὐτὴν ἐτράποντο ἀπολογίαν ἥνπερ Τίμαρχος νυνὶ καὶ οἱ συναγορεύοντες αὐτῷ, καὶ ἠξίουν διαρρήδην τινὰ μαρτυρεῖν περὶ τῆς αἰτίας ἢ τοὺς δικαστὰς μὴ πιστεύειν· πᾶσα δήπου ἀνάγκη ἦν ἐκ τοῦ λόγου τούτου μαρτυρεῖν τὸν μέν, ὡς ἐδέκαζε, τὸν δέ, ὡς ἐδεκάζετο, προκειμένης ἑκατέρῳ ζημίας ἐκ τοῦ νόμου θανάτου,3 ὥσπερ ἐνθάδε, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐφʼ ὕβρει, καὶ πάλιν ἐάν τις Ἀθηναίων ἐπὶ τῇ τοῦ σώματος αἰσχύνῃ ἑκὼν μισθαρνῇ.
指着宙斯和诸神起誓,请想一想:倘若他们也诉诸提马科斯和替他辩护的人如今所采取的同一种辩解,要求必须有人针对指控明确作证,否则审判官就不予采信,那会如何?依此说来,一方必须作证说自己曾行贿,另一方必须作证说自己曾受贿,这岂非成了绝对的必然?尽管法律为双方规定的刑罚都是死刑,正如在此处一样——倘若有人为施行侮辱而雇佣某位雅典人,或者某位雅典人为了自己肉体的耻辱而自愿受雇取酬,依法都要处死。
ἔστιν οὖν ὅστις ἂν ἐμαρτύρησεν, ἢ κατήγορος ὃς ἐνεχείρησʼ ἂν τοιαύτην ποιεῖσθαι τὴν ἀπόδειξιν τοῦ πράγματος; οὐ δῆτα. τί οὖν; ἀπέφυγον οἱ κρινόμενοι; μὰ τὸν Ἡρακλέα, ἐπεὶ θανάτῳ ἐζημιώθησαν,4 πολὺ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω ἔλαττον ἁμάρτημα ἡμαρτηκότες τουτουὶ τοῦ ἀνθρώπου· ἐκεῖνοι μέν γε οἱ ταλαίπωροι οὐ δυνάμενοι γῆρας ἅμα καὶ πενίαν ἀμύνεσθαι, τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ταύταις ἐχρήσαντο ταῖς συμφοραῖς, οὗτος δʼ οὐκ ἐθέλων τὴν ἑαυτοῦ βδελυρίαν κατέχειν.
那么,难道有谁会出面作证,或者有哪位控告人会企图对事情作出这样的证明吗?绝不可能。那又如何?受审的人被宣告无罪了吗?凭赫拉克勒斯起誓,绝没有,因为他们被处以死刑;凭宙斯和阿波罗起誓,他们犯下的罪过远比这个人的要轻得多!那些可怜的人是因为无法同时抵御衰老与贫困——人类当中最大的祸患——才遭遇了这些不幸,而这个人,却是不愿克制自己的卑鄙淫荡。
- 82μὴ θαυμάσητε ... εἰ Τίμαρχος ἐμπειροτέρως ἔχει
μὴ θαυμάσητε 是由 μή 搭配不定过去时虚拟式构成的禁止句(“请不要惊奇”)。在表示情感的动词(如 θαυμάζω)之后,εἰ 从句起到了委婉引出事实内容的宾语从句作用(“倘若/提马科斯比……更富于经验”)。
- 85ὃν ἁλῶναι ψευδομαρτυρίων οὐ καλῶς ἔχει
关系代词 ὃν 指代先行词 τὸν δῆμον τὸν Ἀθηναίων,在非人称短语 οὐ καλῶς ἔχει(“……是不妥当的”)所支配的不定式 ἁλῶναι(“被判罪”)中作其逻辑主语(宾格加不定式结构)。属格 ψευδομαρτυρίων 是由动词 ἁλίσκομαι 所要求的表示罪名的属格(罪由属格)。
- 87προκειμένης ἑκατέρῳ ζημίας ἐκ τοῦ νόμου θανάτου
属格独立结构(genitive absolute)。θανάτου 作 ζημίας 的同位语性质的刑罚属格(“死刑这一刑罚”)。在语境中带有让步意味(“尽管依照法律双方都面临着死刑的惩罚”),强调了如果必须有直接证言,当事人就必须自证其罪,这在法理上是荒谬不通的。
- 88μὰ τὸν Ἡρακλέα, ἐπεὶ θανάτῳ ἐζημιώθησαν
在誓言 μὰ τὸν Ἡρακλέα 之后,由 ἐπεί 引导的从句为前面修辞疑问句所隐含的否定回答提供了依据(“绝没有免罪,因为事实上他们被判处了死刑”)。这种省略了主句否定命题的说明性/反驳性 ἐπεί 用法起到了强烈的论断效果。
