- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:74-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举妓馆娼妓以及各区举行公民权审查的先例,论证即便缺乏直接的目击证据,单凭间接情状与公众共知的事实,提马科斯的卖淫罪行也已确凿无疑。
σκέψασθε δὲ καὶ ἐκ παραδειγμάτων· ἀνάγκη δʼ ἴσως ἔσται παραπλήσια τὰ παραδείγματα εἶναι τοῖς τρόποις τοῖς Τιμάρχου. ὁρᾶτε τουτουσὶ τοὺς ἐπὶ τῶν οἰκημάτων καθημένους, τοὺς ὁμολογουμένως τὴν πρᾶξιν πράττοντας. οὗτοι μέντοι ὅταν πρὸς τῇ ἀνάγκῃ ταύτῃ γίγνωνται, ὅμως πρό γε τῆς αἰσχύνης προβάλλονταί τι καὶ συγκλῄουσι τὰς θύρας. εἰ δή τις ὑμᾶς ἔροιτο τοὺς ὁδῷ πορευομένους, τί νῦν ὁ ἄνθρωπος πράττει, εὐθὺς ἂν εἴποιτε τοῦ ἔργου τοὔνομα, οὐχ ὁρῶντες, οὐδʼ εἰδότες τὸν εἰσεληλυθότα ὅστις ἦν,1 ἀλλὰ τὴν προαίρεσιν τῆς ἐργασίας τοῦ ἀνθρώπου συνειδότες, καὶ τὸ πρᾶγμα γνωρίζετε.
你们也可以从具体事例来思考一下;而且这些事例恐怕必然与提马科斯的行径极为相似。请看那些坐在妓馆门前、公然从事这一勾当的人。然而,每当他们陷于这种无可奈何的境地时,终究还是会在羞耻面前设置遮挡,关上大门。假如有谁向正走在路上的你们询问:“那个男人现在在做什么?”,即便你们并未看见、也不知进去的人是谁,但只要深知那人营生的企图,便会立刻道出那种勾当的名称,认出这桩行径。
οὐκοῦν τὸν αὐτὸν τρόπον προσήκει ὑμᾶς καὶ περὶ Τιμάρχου ἐξετάζειν, καὶ μὴ σκοπεῖν εἴ τις εἶδεν, ἀλλʼ εἰ πέπρακται τούτῳ ἡ πρᾶξις. ἐπεὶ πρὸς θεῶν τί χρὴ λέγειν, Τίμαρχε; τί ἂν εἴποις αὐτὸς περὶ ἑτέρου ἀνθρώπου ἐπὶ τῇ αἰτίᾳ ταύτῃ κρινομένου; ἢ τί χρὴ λέγειν, ὅταν μειράκιον νέον, καταλιπὸν τὴν πατρῴαν οἰκίαν, ἐν ἀλλοτρίαις οἰκίαις νυκτερεύῃ, τὴν ὄψιν ἑτέρων διαφέρον, καὶ πολυτελῆ δεῖπνα δειπνῇ ἀσύμβολον, καὶ αὐλητρίδας ἔχῃ καὶ ἑταίρας τὰς πολυτελεστάτας, καὶ κυβεύῃ, καὶ μηδὲν ἐκτίνῃ αὐτός, ἀλλʼ ἕτερος ὑπὲρ ἐκείνου;
因此,你们以同样的方式来考察提马科斯,不去查问是否有人亲见,而是查问这桩勾当是否确实由他所为,才是理所应当的。因为指着诸神起誓,提马科斯啊,该怎么说呢?如果换作另一个因这一罪名受审的人,你自己会怎么说?或者说,当一个年轻小伙子弃绝父亲的家门,留宿在别人的寓所,容貌出众,不出分摊之资便享用奢华宴席,拥有吹笛女和最昂贵的高等艺妓,掷骰赌博,自己分文不掏,反而由他人替他买单,这时人们究竟该怎么说?
ἔτι ταῦτα μαντείας προσδεῖται; οὐκ εὔδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τὰ τηλικαῦτα ἐπιτάγματά τισιν ἐπιτάττοντα καὶ αὐτὸν ἀντὶ τούτων ἡδονάς τινας παρασκευάζειν τοῖς τὸ ἀργύριον προαναλίσκουσιν; οὐ γὰρ ἔχω, μὰ τὸν Δία τὸν Ὀλύμπιον, τίνα τρόπον εὐφημότερον μνησθῶ τῶν σοὶ καταγελάστως πεπραγμένων ἔργων.
这难道还需要求神问卜吗?对某些人提出这等要求的人,自身必然要作为回报,向那些预先花钱的人提供某种欢愉,这难道不是昭然若揭吗?凭奥林匹斯的宙斯起誓,我实在没有办法以更体面的措辞来提及你那些荒唐可笑的行径了。
θεωρήσατε δέ, εἰ βούλεσθε, τὸ πρᾶγμα καὶ ἐκ πολιτικῶν τινων παραδειγμάτων, καὶ μάλιστα ἐκ τούτων ἃ νυνὶ μετὰ χεῖρας ἔχετε. γεγόνασι διαψηφίσεις ἐν τοῖς δήμοις, καὶ ἕκαστος ἡμῶν ψῆφον δέδωκε περὶ τοῦ σώματος, ὅστις Ἀθηναῖος ὄντως ἐστὶ καὶ ὅστις μή. καὶ ἔγωγε, ἐπειδὰν προσστῶ πρὸς τὸ δικαστήριον καὶ ἀκροάσωμαι τῶν ἀγωνιζομένων, ὁρῶ ὅτι ἀεὶ τὸ αὐτὸ παρʼ ὑμῖν ἰσχύει. ἐπειδὰν γὰρ εἴπῃ ὁ κατήγορος·
如果你们愿意,也可以从一些城邦政治的先例来考察此事,特别是从你们当下亲身经历的事情来考察。各区曾举行过公民权审查投票,我们每个人都针对人身身份投过票,裁决谁是真正的雅典人,谁不是。而我自己每当走近法庭、倾听诉讼当事人的辩论时,都看到同样的原则在你们当中始终发挥着效力。因为每当控告人说:
ἄνδρες δικασταί, τουτουὶ κατεψηφίσαντο οἱ δημόται ὀμόσαντες, οὐδενὸς ἀνθρώπων οὔτε κατηγορήσαντος οὔτε καταμαρτυρήσαντος, ἀλλʼ αὐτοὶ συνειδότες, εὐθὺς θορυβεῖτε ὑμεῖς ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως·2 οὐδὲν γὰρ οἶμαι δοκεῖ προσδεῖσθαι ὑμῖν λόγου οὐδὲ μαρτυρίας, ὅσα τις σαφῶς οἶδεν αὐτός.
“审判官阁下,各区区民是在立誓之后投票判定此人失去资格的,当时没有任何人出面控告或作不利的证言,而是他们自己知情”,你们便立刻群起喧嚷,认定受审者无权分享城邦的公民权;因为我想,在你们看来,凡是人所确知的事,根本不需要任何言辞或证言。
φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτʼ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δʼ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δʼ ἐκ τοῦ νόμου ἢ τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δὲ κῆρυξ οὑτοσὶ ὁ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή,3 τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδʼ ὅτι κατέγνωτʼ ἂν αὐτοῦ.
那么,指着宙斯起誓,请想一想:倘若如同对待门第出身一样,针对这种生活恶习也必须对提马科斯投票表决他是否有罪,而案件在法庭受审,一如现在这样提交到你们面前,但依法律或法令,既不允许我控告,也不允许他辩护,而此刻站在我身旁的这位传令官按照法律的规定向你们宣告: “有孔之票归于认为提马科斯确曾卖淫者,实心之票归于认为没有者”,你们会投下怎样的票?我确凿知道,你们必定会判他有罪。
εἰ δή τις με ἔροιτο ὑμῶν· σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα; εἴποιμʼ ἄν· διότι πεπαρρησίασθέ μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος ἀναβῇ ἐπὶ τὸ βῆμα· καὶ ἡ βουλή, ὅτε ἐβούλευε πέρυσιν. εἰ γὰρ μνησθείη τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.
假若你们当中有人问我: “那你怎么知道我们会投票定他的罪呢?” 我便会说: “因为你们曾毫无保留地对我直言相告,与我交谈过。” 而且各人是在何时何地如此作为的,我来提醒你们:每当此人登上讲坛之时;还有议事会,在〔此人〕去年担任议事会议员之时〔也是如此〕。因为只要他提及修葺城墙或塔楼,或者提及某人被押解到何处,你们便立刻大喊大笑,并且自己喊出了你们深知他所犯下的那些丑行的名称。
- 74τὸν εἰσεληλυθότα ὅστις ἦν
提前句式(prolepsis)。间接疑问从句(ὅστις ἦν)的逻辑主语被提前置于支配分词(εἰδότες)之后作为直接宾语(宾格 τὸν εἰσεληλυθότα)。
- 78ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως
带 ὡς 的绝对宾格(accusativus absolutus)。采用了无人称动词 μέτεστι 的中性单数分词 μετόν,支配人称与格(τῷ κρινομένῳ)与事物属格(τῆς πόλεως),表示陪审官的主观判断或依据(“认定受审者无权分享城邦”)。
- 79τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή
传令程式中的部分属格(partitive genitive)与并列主格省略结构。开头的 τῶν ψήφων 为部分属格,随后的两个主格 ἡ τετρυπημένη(有孔投票,主张定罪)与 ἡ πλήρης(实心投票,主张无罪)分别与带与格 ὅτῳ 的关系从句对应,构成简要的表决告示。
