← 埃斯基涅斯

控告蒂马科斯

§65-73

格劳孔的证词与关于卖淫证据的反驳

演说者出示了格劳孔关于解救皮塔拉科斯自由身份的证词,随后传唤黑革珊德罗斯以揭露其无耻本性,并依据法律规定驳斥了对方要求提供卖淫直接目击证人的辩护策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, πάντες ἴστε·1 τίς γὰρ ὑμῶν πώποτε εἰς τοὖψον ἀφῖκται καὶ τὰς δαπάνας τὰς τούτων οὐ τεθεώρηκεν; ἢ τίς τοῖς τούτων κώμοις καὶ μάχαις περιτυχὼν οὐκ ἠχθέσθη ὑπὲρ τῆς πόλεως; ὅμως δέ, ἐπειδήπερ ἐν δικαστηρίῳ ἐσμέν, κάλει μοι Γλαύκωνα Χολαργέα τὸν ἀφελόμενον εἰς ἐλευθερίαν τὸν Πιττάλακον, καὶ τὰς ἑτέρας μαρτυρίας ἀναγίγνωσκε.

至于我说这些是实情,你们全都知道。因为你们当中有谁曾去过鱼市而未曾目睹这干人的挥霍?或者有谁遇上他们的纵饮狂欢与争斗斗殴,而不为城邦感到痛心?然而,既然我们身处法庭之中,请为我传唤霍拉尔戈斯区的格劳孔,即拯救皮塔拉科斯恢复自由身份的人,并请宣读其他证言。

§66

Μαρτυρίαι [μαρτυρεῖ Γλαύκων Τιμαίου Χολαργεύς. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν. χρόνῳ δʼ ὕστερον ἐλθὼν πρὸς ἐμὲ Πιττάλακος ἔφη βούλεσθαι διαλυθῆναι τὰ πρὸς Ἡγήσανδρον προσπέμψας αὐτῷ, ὥστε ἄρασθαι τὰς δίκας,2 ἥν τε αὐτὸς ἐνεκαλέσατο Ἡγησάνδρῳ καὶ Τιμάρχῳ, καὶ ἣν Ἡγήσανδρος τῆς δουλείας αὐτῷ. καὶ διελύθησαν. ὡσαύτως Ἀμφισθένης μαρτυρεῖ. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν, καὶ τὰ ἑξῆς.] οὐκοῦν καὶ αὐτὸν ὑμῖν καλῶ τὸν Ἡγήσανδρον. γέγραφα δʼ αὐτῷ μαρτυρίαν κοσμιωτέραν μὲν ἢ κατʼ ἐκεῖνον, μικρῷ δὲ σαφεστέραν ἢ τῷ Μισγόλᾳ. οὐκ ἀγνοῶ δʼ ὅτι ἀπομεῖται καὶ ἐπιορκήσει. διὰ τί οὖν καλῶ ἐπὶ τὴν μαρτυρίαν; ἵνʼ ὑμῖν ἐπιδείξω οἵους ἀπεργάζεται ἀνθρώπους τὸ ἐπιτήδευμα τοῦτο, ὡς καταφρονοῦντας μὲν τῶν θεῶν, ὑπερορῶντας δὲ τοὺς νόμους, ὀλιγώρως δὲ ἔχοντας πρὸς ἅπασαν αἰσχύνην. κάλει μοι τὸν Ἡγήσανδρον.

证言 [霍拉尔戈斯区蒂迈奥斯之子格劳孔作证:当皮塔拉科斯被黑革珊德罗斯掳掠充为奴隶时,我出面以法律维护其自由身。过了些时日,皮塔拉科斯来到我这里,说他派人向黑革珊德罗斯传信,希望化解彼此间的过节,从而撤回诉讼——包括他本人对黑革珊德罗斯及提马科斯提起的诉讼,以及黑革珊德罗斯针对他的奴隶身份所提起的诉讼。于是他们达成了和解。 安菲斯忒涅斯同样作证:当皮塔拉科斯被黑革珊德罗斯掳掠充为奴隶时,我出面以法律维护其自由身,以下类同。]因此,我也要为你们传唤黑革珊德罗斯本人。我为他拟定了一份证词,虽比他的为人更为体面,但比给米斯戈拉斯的那份略为明晰。我并非不知道他会拒绝起誓并做伪誓。那么我为何要传唤他作证呢?是为了向你们展示,这种生活习气会把人变成什么样——使人蔑视诸神,藐视法律,对一切羞耻漠不关心。请为我传唤黑革珊德罗斯。

§68

Μαρτυρία [Ἡγήσανδρος Διφίλου Στειριεὺς μαρτυρεῖ. ὅτε κατέπλευσα ἐξ Ἑλλησπόντου, κατέλαβον παρὰ Πιτταλάκῳ τῷ κυβευτῇ διατρίβοντα Τίμαρχον τὸν Ἀριζήλου, καὶ ἐξ ἐκείνης τῆς γνώσεως ἐχρησάμην Τιμάρχῳ ὁμιλῶν τῇ αὐτῇ χρήσει ᾗ καὶ τὸ πρότερον Λεωδάμαντι.] οὐκ ἠγνόουν ὅτι ὑπερόψεται τὸν ὅρκον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ προεῖπον ὑμῖν. κἀκεῖνό γε πρόδηλόν ἐστιν, ὅτι ἐπειδὴ νῦν οὐκ ἐθέλει μαρτυρεῖν, αὐτίκα πάρεισιν ἐν τῇ ἀπολογίᾳ. καὶ οὐδὲν μὰ Δία θαυμαστόν· ἀναβήσεται γὰρ οἶμαι δεῦρο πιστεύων τῷ ἑαυτοῦ βίῳ ἀνὴρ καλὸς κἀγαθὸς καὶ μισοπόνηρος, καὶ τὸν Λεωδάμαντα ὅστις ἦν οὐ γιγνώσκων, ἐφʼ ᾧ ὑμεῖς ἐθορυβήσατε τῆς μαρτυρίας ἀναγιγνωσκομένης.

证言 [斯特伊里亚区迪菲洛斯之子黑革珊德罗斯作证:当我从赫勒斯滂归航时,发现阿里泽洛斯之子提马科斯客居在赌徒皮塔拉科斯处;由那次结识,我便与提马科斯发生了交往,其交往方式一如我先前与莱奥达马斯的一样。]雅典的男人们,我并非不知道他会无视誓言,反而早已向你们预先说明。而那一点无论如何也是显而易见的:既然他现在不愿作证,稍后在辩护时立刻就会出场。凭宙斯起誓,这绝不足为奇;因为我想,他将以自己那堪称良善且痛恨奸恶者的生活为凭依,登台来到这里,装作全然不知莱奥达马斯是何许人——而在宣读证词提及此人时,你们曾大声喧哗骚动。

§70

ἆρά γε ἐξαχθήσομαί τι σαφέστερον εἰπεῖν ἢ κατὰ τὴν ἐμαυτοῦ φύσιν; εἴπατέ μοι πρὸς τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅστις αὑτὸν κατῄσχυνε πρὸς Ἡγήσανδρον, οὐ δοκεῖ ὑμῖν πρὸς τὸν πόρνον πεπορνεῦσθαι; ἢ τίνας αὐτοὺς οὐκ οἰόμεθʼ ὑπερβολὰς ποιεῖσθαι βδελυρίας παροινοῦντας καὶ μονουμένους; οὐκ οἴεσθε τὸν Ἡγήσανδρον ἀπολυόμενον τὰς πρὸς τὸν Λεωδάμαντα πράξεις τὰς περιβοήτους, ἃς ὑμεῖς ἅπαντες σύνιστε, ὑπερήφανα ἐπιτάγματα ἐπιτάττειν, ὡς ταῖς τούτου ὑπερβολαῖς αὐτὸν δόξοντα μέτρια διαπεπρᾶχθαι;3

难道我真会被迫说出比我天性所容许的更为露骨的话吗?雅典的男人们,请指着宙斯和诸神告诉我:凡是对黑革珊德罗斯丧失廉耻之人,难道在你们看来不是对一个男妓卖淫吗?或者说,当他们醉酒而独处一处时,我们能料想他们还有什么极端的丑行做不出来呢?黑革珊德罗斯为了摆脱自己与莱奥达马斯之间那段你们全都知道的臭名昭著的行为,难道你们不认为他曾提出傲慢非凡的要求,以为借助此人的极端过分之举,他自己反倒显得所作所为颇有节制吗?

§71

ἀλλʼ ὅμως ὄψεσθε ὅτι καὶ μάλα ἐπιστρεφῶς καὶ ῥητορικῶς αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ Κρωβύλος αὐτίκα μάλα δεῦρο ἀναπηδήσαντες ταῦτα μὲν εἶναι πολλῆς ἀβελτερίας φήσουσιν, ἃ ἐγὼ λέγω, ἀξιώσουσι δέ με μάρτυρας παρασχέσθαι διαρρήδην μαρτυροῦντας, ὅπου ἔπραττεν, ὅπως ἐποίει, ἢ τίς εἶδεν, ἢ τίς ἦν ὁ τρόπος, πρᾶγμα οἶμαι ἀναιδὲς λέγοντες, οὐ γὰρ ἔγωγε ὑπολαμβάνω οὕτως ὑμᾶς ἐπιλήσμονας εἶναι, ὥστε ἀμνημονεῖν ὧν ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνωσκομένων νόμων, ἐν οἷς γέγραπται, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐπὶ ταύτην τὴν πρᾶξιν, ἢ ἐάν τις ἑαυτὸν μισθώσῃ, ἔνοχον εἶναι τοῖς μεγίστοις καὶ τοῖς ἴσοις ἐπιτιμίοις. τίς οὖν οὕτω ταλαίπωρός ἐστιν ἄνθρωπος, ὅστις ἂν ἐθελήσειε σαφῶς τοιαύτην μαρτυρίαν μαρτυρῆσαι, ἐξ ἧς ὑπάρχει αὐτῷ, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἐπιδεικνύναι ἔνοχον ὄντα ἑαυτὸν τοῖς ἐσχάτοις ἐπιτιμίοις;4

然而你们将看到,他本人及其兄弟克罗比洛斯立刻就会一跃登上讲坛,以极度敏锐且雄辩的辞令声称我所说的这些全是极大的愚妄之谈,并要求我交出明确作证的证人,证明〔提马科斯〕在何处所为、如何行事、谁人亲见、或是何种行径——我想,他们是在提出毫无廉耻的无理要求。因为我绝不认为你们会如此健忘,以致忘记不久前听到宣读的法律;其中明文规定:凡为这种行径而雇佣任何雅典人者,或凡出租自己者,均当承受最严厉且相等的惩罚。那么,有谁是如此苦恼可怜之人,竟甘愿明确作出这样的证言,以至于如果他说了真话,其结果便是证明自己当受最严厉的惩罚?

§73

οὐκοῦν ὑπόλοιπόν ἐστι τὸν πεπονθότα ὁμολογεῖν. ἀλλὰ διὰ τοῦτο κρίνεται, ὅτι ταῦτα πράξας παρὰ τοὺς νόμους δημηγορεῖ. βούλεσθε οὖν τὸ ὅλον πρᾶγμα ἀφῶμεν καὶ μὴ ζητῶμεν; νὴ τὸν Ποσειδῶ καλῶς ἄρα τὴν πόλιν οἰκήσομεν, εἰ ἃ αὐτοὶ ἔργῳ ἴσμεν γιγνόμενα, ταῦτα ἐὰν μή τις ἡμῖν δεῦρο παρελθὼν σαφῶς ἅμα καὶ ἀναισχύντως μαρτυρήσῃ, διὰ τοῦτο ἐπιλησόμεθα.

因此,剩下的唯有让承受这种受辱之事者自己承认了。但他之所以受审,恰恰是因为做出了这种事却违背法律在向公众发表演说。那么你们是否希望我们彻底放弃此案并不再追究呢?凭波塞冬起誓,倘若我们自己亲眼明知确凿发生之事,只因无人走上台来同时明确而不知羞耻地作证,我们便因此将其抛诸脑后,那我们可真是把城邦治理得太好了!

语法注4 条
  1. 65καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, πάντες ἴστε

    ταῦτα 是提前结构(prolepsis),本应在 ὅτι 从句内充当宾语的成分被提到了主句句首。

  2. 66ὥστε ἄρασθαι τὰς δίκας

    由 ὥστε 加不定词构成的结果/目的从句。法庭用语 αἴρεσθαι τὰς δίκας 在此表示“撤回/撤销诉讼”。

  3. 70ὡς ταῖς τούτου ὑπερβολαῖς αὐτὸν δόξοντα μέτρια διαπεπρᾶχθαι

    带 ὡς 的分词对格句(绝对对格/主观意图表达),将来时分词 δόξοντα 与 αὐτόν 一致,表示主句主语黑革珊德罗斯的主观设想:“以为由于此人的过激行径,自己将显得……”。

  4. 72ἐξ ἧς ὑπάρχει αὐτῷ, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἐπιδεικνύναι ἔνοχον ὄντα ἑαυτὸν τοῖς ἐσχάτοις ἐπιτιμίοις

    关系代词 ἧς 的先行词为 τοιαύτην μαρτυρίαν。非人称用法 ὑπάρχει αὐτῷ 搭配不定词 ἐπιδεικνύναι,意为“其结果将使他……/他将注定……”,后面紧接补充性分词结构 ἔνοχον ὄντα ἑαυτόν(表明自身负有罪责)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:65-73