← 埃斯基涅斯

控告蒂马科斯

§57-64

黑革珊德罗斯对皮塔拉科斯的施暴与恐吓

黑革珊德罗斯从皮塔拉科斯身边夺走提马科斯,夜闯其住所施暴,并在遭到起诉时企图将身为公奴的他强行占为私奴。随着黑革珊德罗斯与其兄弟在政坛崛起,处于弱势的皮塔拉科斯权衡利害后被迫撤诉自保。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57

ὢν δʼ ἐν τοιαύτῃ ἀφθονίᾳ καὶ εἰσφοιτῶν ὡς τὸν Πιττάλακον συγκυβευτὴν ὄντα, καὶ τοῦτον ἐκεῖ πρῶτον ἰδών, ἥσθη τε καὶ ἐπεθύμησε καὶ ἐβουλήθη ὡς αὑτὸν ἀναλαβεῖν, καὶ πως ἡγήσατο αὐτὸν ἐγγὺς εἶναι τῆς αὑτοῦ φύσεως. πρῶτον μὲν οὖν τῷ Πιτταλάκῳ διελέχθη δεόμενος παραδοῦναι τοῦτον· ὡς δʼ οὐκ ἔπειθεν, αὐτῷ τούτῳ προσβάλλει, καὶ οὐ πολὺν ἀνήλωσε λόγον, ἀλλʼ εὐθὺς ἐπεπείκει· καὶ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα δεινὴ ἡ ἀκακία καὶ εὐπειστία, ὥστε καὶ ἐξ αὐτῶν τούτων εἰκότως ἂν μισοῖτο.

身处如此丰裕的资财之中,且经常去拜访身为赌博同伴的皮塔拉科斯,在那里初次见到此人,黑革珊德罗斯便心生喜悦,萌生欲望,并想要将他收归己处;不知何故,他认为此人的性情与自己相近。于是起初他与皮塔拉科斯商量,请求将此人让给自己;但在未能说服对方后,他便直接找上了这个提马科斯本人,且并未多费唇舌,而是立刻就说服了他;因为确实,在这件事情本身上,他的全无戒备与极易顺从达到了骇人的地步,以至于单凭这些,他也理所当然当遭人痛恨。

§58

ὡς δʼ ἀπήλλακτο μὲν παρὰ τοῦ Πιτταλάκου, ἀνείληπτο δὲ ὑπὸ τοῦ Ἡγησάνδρου, ὠδυνᾶτο, οἶμαι, ὁ Πιττάλακος, μάτην, ὥς γʼ ᾤετο, τοσοῦτον ἀργύριον ἀνηλωκώς, καὶ ἐζηλοτύπει τὰ γιγνόμενα. καὶ ἐφοίτα ἐπὶ τὴν οἰκίαν. ὅτε δὲ αὐτοῖς ἠνώχλει, σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου καὶ Τιμάρχου· μεθυσθέντες γάρ ποτε καὶ αὐτοὶ καὶ ἄλλοι τινές, ὧν οὐ βούλομαι τὰ ὀνόματα λέγειν, εἰσπηδήσαντες νύκτωρ εἰς τὴν οἰκίαν οὗ ᾤκει ὁ Πιττάλακος, πρῶτον μὲν συνέτριβον τὰ σκευάρια καὶ διερρίπτουν εἰς τὴν ὁδόν, ἀστραγάλους τέ τινας διασείστους καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα, καὶ τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας, οὓς ἠγάπα ὁ τρισκακοδαίμων ἄνθρωπος, ἀπέκτειναν, τὸ δὲ τελευταῖον δήσαντες πρὸς τὸν κίονα αὐτὸν τὸν Πιττάλακον ἐμαστίγουν τὰς ἐξ ἀνθρώπων πληγὰς1 οὕτω πολὺν χρόνον, ὥστε καὶ τοὺς γείτονας αἰσθέσθαι τῆς κραυγῆς.

当他离开皮塔拉科斯而被黑革珊德罗斯收留之后,我想皮塔拉科斯深感痛苦,因为正如他自己所认为的那样,白白耗费了这么多银钱,且对所发生之事心生嫉妒。他便频频前往他们的住处。当他对他们造成困扰时,请看黑革珊德罗斯与提马科斯的极大蛮横:某次他们自己和另一些我不想提及其姓名的人喝得酩酊大醉,夜间冲入皮塔拉科斯所居的住宅,起初将那些器物砸碎并抛掷到街上——一些灌铅的羊拐骨、骰盅及其他赌具——并将那个倒霉透顶之人所珍爱的鹌鹑和斗鸡悉数杀死,最后将皮塔拉科斯本人捆绑在柱子上,施以超越常人忍受限度的鞭笞,持续了如此长的时间,以至于连邻居都听到了惨叫声。

§60

τῇ δʼ ὑστεραίᾳ ὑπεραγανακτήσας τῷ πράγματι ὁ Πιττάλακος ἔρχεται γυμνὸς εἰς τὴν ἀγοράν, καὶ καθίζει ἐπὶ τὸν βωμὸν τὸν τῆς μητρὸς τῶν θεῶν. ὄχλου δὲ συνδραμόντος, οἷον εἴωθε γίγνεσθαι, φοβηθέντες ὅ τε Ἡγήσανδρος καὶ ὁ Τίμαρχος μὴ ἀνακηρυχθῇ αὐτῶν ἡ βδελυρία εἰς πᾶσαν τὴν πόλιν (ἐπῄει δὲ ἐκκλησία), θέουσι πρὸς τὸν βωμὸν καὶ αὐτοὶ καὶ τῶν συγκυβευτῶν τινες, καὶ περιστάντες ἐδέοντο τοῦ Πιτταλάκου ἀναστῆναι, λέγοντες ὅτι τὸ ὅλον πρᾶγμα παροινία γέγονεν, καὶ αὐτὸς οὗτος, οὔπω μὰ Δία ὥσπερ νῦν ἀργαλέος ὢν τὴν ὄψιν, ἀλλʼ ἔτι χρήσιμος, ὑπογενειάζων τὸν ἄνθρωπον2 καὶ πάντα φάσκων πράξειν ἃ ἂν ἐκείνῳ συνδοκῇ. πέρας πείθουσιν ἀναστῆναι ἀπὸ τοῦ βωμοῦ, ὡς τευξόμενόν τινος τῶν δικαίων. ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, οὐκέτι προσεῖχον αὐτῷ τὸν νοῦν.

次日,皮塔拉科斯因对这一事件义愤填膺,赤身裸体来到广场,坐到了诸神之母的祭坛上。在人群按常例聚集起来时,黑革珊德罗斯与提马科斯惧怕他们的丑行被公诸全邦(因为民众会即将召开),他们自己与几名赌友便奔向祭坛,围在四周恳求皮塔拉科斯起身,声称整件事不过是酒后失态,而这边的本人——凭宙斯起誓,那时他的容貌尚不像现在这般惹人厌恶,而是尚有可取之处——抚摸着那人的下巴央求,声称只要合乎其意愿便愿意去做一切事情。最终他们劝说他离开了祭坛,让他以为自己能获得某种公正的补偿。然而一旦他离开广场,他们便再也不理睬他了。

§62

βαρέως δὲ φέρων τὴν ὕβριν αὐτῶν ὁ ἄνθρωπος, δίκην ἑκατέρῳ αὐτῶν λαγχάνει. ὅτε δʼ ἐδικάζετο, ἄλλην σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου· ἄνθρωπον οὐδὲν αὐτὸν ἠδικηκότα, ἀλλὰ τὸ ἐναντίον ἠδικημένον, οὐδὲ προσήκοντα αὐτῷ, ἀλλὰ δημόσιον οἰκέτην τῆς πόλεως, ἦγεν εἰς δουλείαν φάσκων ἑαυτοῦ εἶναι. ἐν παντὶ δὲ κακοῦ γενόμενος ὁ Πιττάλακος προσπίπτει ἀνδρὶ καὶ μάλα χρηστῷ. ἔστι τις Γλαύκων Χολαργεύς· οὗτος αὐτὸν ἀφαιρεῖται εἰς ἐλευθερίαν.3

那人因难以忍受他们的侮辱,便向他们二人各自提起了诉讼。 而在他进行诉讼时,请看黑革珊德罗斯的另一桩极大蛮横:对于一个根本未曾侵害过他、反倒遭受了他侵害的人,一个并不属于他、而是城邦公有奴隶的人,他竟以声称是自己的私产为由企图将其掳为奴隶。陷入绝境的皮塔拉科斯投奔了一位十分正直的人。有一位霍拉尔戈斯区的格劳孔;正是此人出面以诉讼维护了他的自由身份。

§63

τὸ δὲ μετὰ τοῦτο δικῶν λήξεις ἐποιήσαντο. προϊόντος δὲ τοῦ χρόνου ἐπέτρεψαν διαγνῶναι τὸ πρᾶγμα Διοπείθει τῷ Σουνιεῖ, δημότῃ τε ὄντι τοῦ Ἡγησάνδρου, καὶ ἤδη ποτὲ καὶ χρησαμένῳ, ὅτʼ ἦν ἐν ἡλικίᾳ· παραλαβὼν δὲ τὸ πρᾶγμα ὁ Διοπείθης ἀνεβάλλετο χαριζόμενος τούτοις χρόνους ἐκ χρόνων.

在这之后,他们提起了相互诉讼。随着时间的推移,他们将此事托付给苏尼昂区的迪奥佩忒斯进行仲裁,此人既是黑革珊德罗斯的同区人,且过去在〔黑革珊德罗斯〕正值风华之年时曾享用过他;迪奥佩忒斯接手此事后,为了讨好他们而一次又一次地无限期拖延。

§64

ὡς δὲ παρῄει ἐπὶ τὸ βῆμα τὸ ὑμέτερον ὁ Ἡγήσανδρος, ὅτε καὶ προσεπολέμει Ἀριστοφῶντι τῷ Ἀζηνιεῖ, πρὶν αὐτῷ τὴν αὐτὴν ταύτην ἐν τῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖν4 ἥνπερ ἐγὼ Τιμάρχῳ, καὶ ἐπειδὴ Κρωβύλος ὁ ἀδελφὸς αὐτοῦ ἐδημηγόρει, καὶ ὅλως ἀπετόλμων ὑμῖν οὗτοι περὶ τῶν Ἑλληνικῶν συμβουλεύειν, ἐνταῦθα ἤδη καταμεμψάμενος ἑαυτὸν ὁ Πιττάλακος, καὶ ἐκλογισάμενος ὅστις ὢν πρὸς οὕστινας ἐπολέμει εὖ ἐβουλεύσατο (δεῖ γὰρ τἀληθὲς λέγειν)· ἡσυχίαν ἔσχεν, καὶ ἠγάπησεν εἴ τι μὴ προσλάβοι καινὸν κακόν. ἐνταῦθα δὴ τὴν καλὴν ταύτην νίκην νενικηκὼς ὁ Ἡγήσανδρος ἀκονιτί, εἶχε παρʼ ἑαυτῷ Τίμαρχον τουτονί.

直到黑革珊德罗斯登上了你们的讲坛,那时他正与阿泽尼亚区的阿里斯托丰交恶——那是在阿里斯托丰威胁要在民众大会上对他提起同样的审查宣告(正如我对提马科斯所做的一样)之前——而其兄弟克罗比洛斯也在向民众发表演说,总之他们竟敢在希腊大事上向你们进言,到了此时,皮塔拉科斯自责自咎,盘算着自己是何等身份,而与他作对的又是何许人,便做出了明智的决定(因为必须讲出实情):他保持沉默,只要不再招致新的灾祸便已感到满足了。 就这样,黑革珊德罗斯未费吹灰之力赢得了这场漂亮的胜利,将这边的提马科斯留在身边。

语法注4 条
  1. 59ἐμαστίγουν τὰς ἐξ ἀνθρώπων πληγὰς

    修饰动词 ἐμαστίγουν 的同源内宾格。介词短语 ἐξ ἀνθρώπων 字面意为“出自人之外/超出人类常度的”,在此用作习语,形容“超越常人忍受限度的”、“残酷非人的”拷打。

  2. 61ὑπογενειάζων τὸν ἄνθρωπον

    及物动词结构,表示古典时期抚摸或托起对方下巴以示哀求、恳请的传统动作。宾格 τὸν ἄνθρωπον 为哀求的对象(即皮塔拉科斯)。

  3. 62ἦγεν εἰς δουλείαν ... ἀφαιρεῖται εἰς ἐλευθερίαν

    雅典法律中关于人身身份争议的标准法律对举术语。ἄγειν εἰς δουλείαν 指声称某人具有奴隶身份并予以拘押/掳掠;ἀφαιρεῖσθαι εἰς ἐλευθερίαν 则指第三方出面(作为自由保证人)主张其人身自由并将其解救出来。

  4. 64πρὶν αὐτῷ τὴν αὐτὴν ταύτην ἐν τῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖν

    从属连词 πρίν 带直陈式过去时(ἠπείλησεν),表示已发生的确定事实(“在阿里斯托丰向他威胁提起……之前”)。此句在 ὡς δὲ παρῄει ... καὶ ἐπειδή 所引导的时间背景中起到插入性补充说明的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:57-64