← 埃斯基涅斯

控告蒂马科斯

§50-56

提马科斯向皮塔拉科斯等多人的卖淫行为

埃斯基涅斯呈交了证实提马科斯与米斯戈拉斯同居的证词,随后指控提马科斯并非单纯的娈童,而是先后委身于安提克勒斯及城邦公奴皮塔拉科斯等多人的职业卖淫者,并引出黑革珊德罗斯的登场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50

ἵνα δὲ μὴ διατρίβω, πρῶτον μὲν κάλει μοι τοὺς εἰδότας Τίμαρχον τουτονὶ διαιτώμενον ἐν τῇ Μισγόλα οἰκίᾳ, ἔπειτα τὴν Φαίδρου μαρτυρίαν ἀναγίγνωσκε, τελευταίαν δέ μοι λαβὲ τὴν αὐτοῦ Μισγόλα μαρτυρίαν, ἐὰν ἄρα καὶ τοὺς θεοὺς δεδιὼς καὶ τοὺς συνειδότας αἰσχυνόμενος καὶ τοὺς ἄλλους πολίτας καὶ ὑμᾶς τοὺς δικαστὰς ἐθελήσῃ τἀληθῆ μαρτυρεῖν. Μαρτυρίαι [Μισγόλας Νικίου Πειραιεὺς μαρτυρεῖ. ἐμοὶ ἐγένετο ἐν συνηθείᾳ Τίμαρχος ὁ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου ποτὲ καθεζόμενος, καὶ κατὰ τὴν γνῶσίν μου τὴν πρότερον αὐτὸν πολυωρῶν εἰς τὴν νῦν οὐ διέλιπον.] εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχος οὑτοσὶ διέμεινε παρὰ τῷ Μισγόλᾳ καὶ μηκέτι ὡς ἄλλον ἧκε, μετριώτερʼ ἂν διεπέπρακτο, εἰ δή τι τῶν τοιούτων ἐστὶ μέτριον, καὶ ἔγωγε οὐκ ἂν ἐτόλμησα αὐτὸν οὐδὲν αἰτιᾶσθαι ἄλλʼ ἢ ὅπερ ὁ νομοθέτης παρρησιάζεται, ἡταιρηκέναι μόνον· ὁ γὰρ πρὸς ἕνα τοῦτο πράττων, ἐπὶ μισθῷ δὲ τὴν πρᾶξιν ποιούμενος, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.

为了不耽搁时间,首先请为我传唤那些知道这边的提马科斯曾起居于米斯戈拉斯家宅的人;其次,请宣读淮德罗斯的证词;最后,请为我取来米斯戈拉斯本人的证词,如果他确实因畏惧神明、羞对知情者、其他公民以及身为审判官的你们,而愿意如实作证的话。 证词 [佩拉埃乌斯区尼客阿斯之子米斯戈拉斯作证:曾在欧梯狄科斯医术诊所坐待的提马科斯与我结下交情,根据我早先的相识,直到如今我都未曾中断对他的关照。]那么,雅典的男士们,倘若这边的提马科斯一直留在米斯戈拉斯身边,不再去投奔他人,那么他的所作所为本会是较为克制的——如果此类行径中真有什么算得上克制的话——而我本人也绝不敢控告他除立法者公然指明的罪名之外的任何罪名,即仅仅是被包养为娈童;因为只与一人行此事,且为了报酬而进行这一勾当的人,在我看来正是承担此项罪责的。

§52

ἐὰν δʼ ὑμᾶς ἀναμνήσας ἐπιδείξω, ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον, αὐτοὺς δὲ λέγων ὧν ἐν ταῖς οἰκίαις ἀνειλημμένος γέγονε, μὴ μόνον παρὰ τῷ Μισγόλᾳ μεμισθαρνηκότα αὐτὸν ἐπὶ τῷ σώματι, ἀλλὰ καὶ παρʼ ἑτέρῳ καὶ πάλιν παρʼ ἄλλῳ, καὶ παρὰ τούτου ὡς ἕτερον ἐληλυθότα, οὐκέτι δήπου φανεῖται μόνον ἡταιρηκώς, ἀλλὰ (μὰ τὸν Διόνυσον οὐκ οἶδʼ ὅπως δυνήσομαι περιπλέκειν ὅλην τὴν ἡμέραν) καὶ πεπορνευμένος·1 ὁ γὰρ εἰκῇ τοῦτο καὶ πρὸς πολλοὺς πράττων καὶ μισθοῦ, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.

但假若我在提醒你们之后,略过客多尼得斯、奥托克雷得斯和特尔珊德罗斯这些粗鄙之徒,直接指名道姓提及收留他的那些人家,向你们指出他不仅在米斯戈拉斯那里为求酬劳而出卖肉体,而且在另一个人处,又在又一个人处出卖,并且从这一个人处转投另一个人处,那么他想必就不再显得仅仅是被包养,而是——凭狄奥尼索斯起誓,我不知道整整一天我将如何能够一直委婉其辞——亦充当了卖淫者;因为随意、与多人行此事且为了收取报酬的人,在我看来正是承担此项罪责的。

§53

ἐπειδὴ τοίνυν ὁ Μισγόλας τῇ τε δαπάνῃ ἀπεῖπε καὶ τοῦτον ἐξέπεμψε παρʼ ἑαυτοῦ, μετὰ τοῦτο ἀναλαμβάνει αὐτὸν Ἀντικλῆς Καλλίου Εὐωνυμεύς. οὗτος μὲν οὖν ἄπεστιν ἐν Σάμῳ μετὰ τῶν κληρούχων· ἀλλὰ τὰ μετὰ ταῦτα ἐρῶ. ὡς γὰρ ἀπηλλάγη παρὰ τοῦ Ἀντικλέους καὶ τοῦ Μισγόλα Τίμαρχος οὑτοσί, οὐκ ἐνουθέτησεν ἑαυτόν, οὐδὲ βελτιόνων διατριβῶν ἥψατο, ἀλλὰ διημέρευεν ἐν τῷ κυβείῳ, οὗ ἡ τηλία τίθεται καὶ τοὺς ἀλεκτρυόνας συμβάλλουσιν καὶ κυβεύουσιν· ἤδη γὰρ οἶμαί τινας ὑμῶν ἑωρακέναι, εἰ δὲ μή, ἀλλʼ ἀκηκοέναι γε.

因此,当米斯戈拉斯因不堪开销而放弃并将他赶出门后,在这之后,欧欧纽蒙区卡利亚斯之子安提克勒斯接纳了他。此人如今正与份地移居者一同身在萨摩斯,不在本地;但我将讲述这之后的事情。因为当这边的提马科斯脱离了安提克勒斯和米斯戈拉斯之后,他并未警戒自己,亦未从事较好的行当,而是终日在赌场度日,那里摆设着博戏台,人们斗鸡、掷骰子;因为我想你们中有些人已经见过,即使没见过,至少也听说过。

§54

τῶν δὲ ἐκ τῆς διατριβῆς ταύτης ἐστί τις Πιττάλακος, ἄνθρωπος δημόσιος οἰκέτης τῆς πόλεως. οὗτος εὐπορῶν ἀργυρίου καὶ ἰδὼν τοῦτον ἐν τῇ διατριβῇ, ἀνέλαβεν αὐτὸν καὶ ἔσχε παρʼ ἑαυτῷ. καὶ ταῦτʼ οὐκ ἐδυσχέρανεν ὁ μιαρὸς οὑτοσί, μέλλων ἑαυτὸν καταισχύνειν πρὸς ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως· ἀλλʼ εἰ λήψεται χορηγὸν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ, τοῦτο μόνον ἐσκέψατο,2 τῶν δὲ καλῶν ἢ τῶν αἰσχίστων οὐδεμίαν πώποτε πρόνοιαν ἐποιήσατο.

在这帮常客中有一人名叫皮塔拉科斯,是城邦的公有奴隶。此人手头宽裕,在这一聚会场所见到他后,便将他收留并留置在自己处。而这边的卑鄙之徒对于即将与一个属于城邦的公有奴隶发生关系来玷污自己一事毫不介意;他唯一考虑的,只是能否为自己的污秽行径找到一个资助者,却从未对体面的事情或最可耻的事情有过任何顾及。

§55

καὶ τοιαῦτα ἁμαρτήματα καὶ τοιαύτας ὕβρεις ἐγὼ ἀκήκοα γεγονέναι ὑπὸ τοῦ ἀνθρώπου τούτου εἰς τὸ σῶμα τὸ Τιμάρχου, οἵας ἐγὼ μὰ τὸν Δία τὸν Ὀλύμπιον οὐκ ἂν τολμήσαιμι πρὸς ὑμᾶς εἰπεῖν· ἃ γὰρ οὑτοσὶ ἔργῳ πράττων οὐκ ᾐσχύνετο, ταῦτʼ ἐγὼ λόγῳ σαφῶς ἐν ὑμῖν εἰπὼν οὐκ ἂν δεξαίμην ζῆν.3 ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τούτους ἐν οἷς οὗτος ἦν παρὰ τῷ Πιτταλάκῳ, καταπλεῖ δεῦρο ἐξ Ἑλλησπόντου Ἡγήσανδρος, περὶ οὗ πάλαι εὖ οἶδʼ ὅτι θαυμάζετε διότι οὐ μέμνημαι· οὕτως ἐναργές ἐστιν ὃ ἐρῶ.

关于这人对提马科斯的身体所犯下的这等罪过与侮辱,我所听闻之事,凭奥林匹斯山的宙斯起誓,我绝不敢在你们面前说出口;因为此人在行动中所行而不觉羞耻的事情,我若以言语在你们面前露骨地说出,我绝不愿苟活于世。正是在他与皮塔拉科斯在一起的这同一时期,黑革珊德罗斯从赫勒斯滂扬帆抵达这里;我深知你们早已在诧异我为何至今未曾提及他;因为我即将讲述的事情是如此昭然若揭。

§56

οὗτος ὁ Ἡγήσανδρος ἀφικνεῖται, ὃν ὑμεῖς ἴστε κάλλιον ἢ ἐγώ. ἔτυχε δὲ τότε συμπλεύσας εἰς Ἑλλήσποντον ταμίας Τιμομάχῳ τῷ Ἀχαρνεῖ τῷ στρατηγήσαντι, καὶ ἧκε δεῦρο ἀπολελαυκώς, ὡς λέγεται, τῆς ἐκείνου εὐηθείας, ἔχων οὐκ ἐλάττους ὀγδοήκοντα μνᾶς ἀργυρίου· καὶ τρόπον τινὰ οὐχ ἥκιστα αἴτιος ἐγένετο Τιμομάχῳ τῆς συμφορᾶς.

这位黑革珊德罗斯抵达了,你们比我更了解他。他那时恰好作为司库,与曾任将领的阿哈尔奈区提摩马科斯一同乘船前往赫勒斯滂,据传他利用了那人的忠厚愚直,携带着不少于八十米纳的银钱来到这里;而且在某种程度上,他是导致提摩马科斯遭遇厄运的主因之一。

语法注3 条
  1. 51ἡταιρηκέναι μόνον ... καὶ πεπορνευμένος

    埃斯基涅斯在此对ἡταιρηκέναι(受雇作为特定情人的娈童/伴侣)与πεπορνευμένος(以谋利为目的与不特定多数人交易的卖淫者)作出了明确的法律与概念区分。前者被界定为“针对单一对象且为取酬而行事者”,而后者则被界定为“随意且针对多人、为了金钱而行事者”。

  2. 54ἀλλʼ εἰ λήψεται χορηγὸν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ, τοῦτο μόνον ἐσκέψατο

    连词εἰ引导间接疑问从句(“是否能够获得……”),作为主句动词ἐσκέψατο的宾语从句。从句使用将来时直陈语气λήψεται,生动地保留了提马科斯当时直接思虑时的原话视角。

  3. 55ταῦτʼ ἐγὼ λόγῳ σαφῶς ἐν ὑμῖν εἰπὼν οὐκ ἂν δεξαίμην ζῆν

    分词εἰπών具有条件副词性功能(“若说出……”),与主句的潜在希求语气(οὐκ ἂν δεξαίμην)相呼应,构成假设句(“若在你们面前直言不讳地说出这些,我绝不愿苟活于世”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:50-56