- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:44-49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者强调提马科斯出卖色相之事已是众人皆知的实情,说明自己为米斯戈拉斯拟定了得体的证词,阐明对方拒不出庭或否认作证皆属徒劳,并预先提醒陪审官注意米斯戈拉斯外貌显年轻的特点。
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω,1 πάντες, ὅσοι κατʼ ἐκείνους τοὺς χρόνους ἐγίγνωσκον Μισγόλαν καὶ Τίμαρχον, ἴσασιν. ᾗ δὴ καὶ πάνυ χαίρω, ὅτι μοι γέγονεν ἡ δίκη πρὸς ἄνθρωπον οὐκ ἠγνοημένον ὑφʼ ὑμῶν, οὐδʼ ἀπʼ ἄλλου γιγνωσκόμενον οὐδενός, ἢ ἀπʼ αὐτοῦ τοῦ ἐπιτηδεύματος περὶ οὗ καὶ τὴν ψῆφον μέλλετε φέρειν. περὶ μὲν γὰρ τῶν ἀγνοουμένων σαφεῖς ἴσως προσήκει τὰς ἀποδείξεις ποιεῖσθαι τὸν κατήγορον, περὶ δὲ τῶν ὁμολογουμένων οὐ λίαν ἔγωγε μέγα ἔργον εἶναι νομίζω τὸ κατηγορεῖν· ἀναμνῆσαι γὰρ μόνον προσήκει τοὺς ἀκούοντας.
而且我说这些确属实情,在那个时期认识米斯戈拉斯与提马科斯的所有人都心知肚明。因此,我确实感到万分庆幸,因为与我打官司的人并非不为你们所知,亦非因任何其他缘故而闻名,恰恰是因你们也即将就此投下选票的这一营生而为人所知。因为对于未知的事情,原告出示清晰的证据或许是适宜的,但对于众人公认的事情,我个人并不认为进行控告是一件多么浩大的工程;因为只需提醒听众便足矣。
ἐγὼ τοίνυν καίπερ ὁμολογουμένου τοῦ πράγματος, ἐπειδὴ ἐν δικαστηρίῳ ἐσμέν, γέγραφα μαρτυρίαν τῷ Μισγόλᾳ ἀληθῆ μέν, οὐκ ἀπαίδευτον δέ, ὥς γʼ ἐμαυτὸν πείθω. αὐτὸ μὲν γὰρ τοὔνομα τοῦ ἔργου ὃ ἔπραττε πρὸς τοῦτον, οὐκ ἐγγράφω, οὐδʼ ἄλλο γέγραφα οὐδὲν ὃ ἐπιζήμιόν ἐστιν ἐκ τῶν νόμων τῷ τἀληθῆ μαρτυρήσαντι· ἃ δέ ἐστιν ὑμῖν τε ἀκοῦσαι γνώριμα, ἀκίνδυνά τε τῷ μαρτυροῦντι καὶ μὴ αἰσχρά, ταῦτα γέγραφα.
因此,尽管此事已是公认的事实,但既然我们身在法庭之上,我便为米斯戈拉斯拟定了一份证词,据我自己的确信,这份证词既真实,又不失得体。因为对于他与此人所行勾当的实际名称,我并未写入,亦未写下任何根据法律会对如实作证者造成损害的内容;至于那些你们听来便能知晓、对作证者安全且不显下流的事情,我则写了下来。
ἐὰν μὲν οὖν ἐθελήσῃ ὁ Μισγόλας δεῦρο παρελθὼν τἀληθῆ μαρτυρεῖν, τὰ δίκαια ποιήσει· ἐὰν δὲ προαιρῆται ἐκκλητευθῆναι2 μᾶλλον ἢ τἀληθῆ μαρτυρεῖν, ὑμεῖς τὸ ὅλον πρᾶγμα συνίδετε. εἰ γὰρ ὁ μὲν πράξας αἰσχυνεῖται καὶ προαιρήσεται χιλίας μᾶλλον δραχμὰς ἀποτεῖσαι τῷ δημοσίῳ, ὥστε μὴ δεῖξαι τὸ πρόσωπον τὸ ἑαυτοῦ ὑμῖν, ὁ δὲ πεπονθὼς δημηγορήσει, σοφὸς ὁ νομοθέτης ὁ τοὺς οὕτω βδελυροὺς ἐξείργων ἀπὸ τοῦ βήματος.
假若米斯戈拉斯愿意走上前来如实作证,他将行公正之事;但若他宁愿选择因拒不到庭而被传讯罚款,也不愿如实作证,请你们看清整个事件的实质。因为,倘若那行事的一方感到羞耻,宁愿向国库缴纳一千德拉克马,以求不必在你们面前露面,而那承受的一方却要在民会中发表演说,那么将如此丑恶之辈逐出讲坛的立法者实乃明智。
ἐὰν δʼ ἄρα ὑπακούσῃ μέν, τράπηται δὲ ἐπὶ τὸ ἀναιδέστατον, ἐπὶ τὸ ἐξόμνυσθαι τὰς ἀληθείας, ὡς Τιμάρχῳ μὲν χάριτας ἀποδιδούς, ἑτέροις δʼ ἐπίδειξιν ποιούμενος ὡς εὖ ἐπίσταται τὰ τοιαῦτα συγκρύπτειν, πρῶτον μὲν εἰς ἑαυτὸν ἐξαμαρτήσεται, ἔπειτα οὐδὲν ἔσται πλέον. ἑτέραν γὰρ ἐγὼ γέγραφα μαρτυρίαν τοῖς εἰδόσι Τίμαρχον τουτονὶ καταλιπόντα τὴν πατρῴαν οἰκίαν καὶ διαιτώμενον παρὰ Μισγόλᾳ, πρᾶγμα οἶμαι χαλεπὸν ἐξεργάσασθαι ἐπιχειρῶν· οὔτε γάρ με δεῖ τοὺς ἐμαυτοῦ φίλους μάρτυρας παρασχέσθαι, οὔτε τοὺς τούτων ἐχθρούς, οὔτε τοὺς μηδετέρους ἡμῶν γιγνώσκοντας, ἀλλὰ τοὺς τούτων φίλους.
假若他应召出庭,却转向最不知廉耻的行径,转向发誓否认实情——似乎以此偿还对提马科斯的人情,并向其他人炫耀自己是多么善于掩盖这等勾当——那么首先他将自食恶果,其次这也不会带来任何好处。因为我还为那些知晓这边的提马科斯抛弃父祖家宅寄宿于米斯戈拉斯处的人们拟定了另一份证词;我认为我是在尝试完成一件棘手之事,因为我既不必提供我自己的朋友作证,亦不必提供他们的仇敌作证,也不必提供对我们双方一无所知的人作证,而是必须提供他们自己的朋友作证。
ἂν δʼ ἄρα καὶ τούτους πείσωσι μὴ μαρτυρεῖν, ὡς οὐκ οἴομαι· εἰ δὲ μή, ἀλλʼ οὐχ ἅπαντάς γε· ἐκεῖνό γε οὐ μήποτε δυνήσονται,3 ἀφελέσθαι τὴν ἀλήθειαν, οὐδὲ τὴν ἐν τῇ πόλει περὶ Τιμάρχου φήμην, ἣν οὐκ ἐγὼ τούτῳ παρεσκεύασα, ἀλλʼ αὐτὸς οὗτος ἑαυτῷ. οὕτω γὰρ χρὴ καθαρὸν εἶναι τὸν βίον τοῦ σώφρονος ἀνδρός, ὥστε μηδʼ ἐπιδέχεσθαι δόξαν αἰτίας πονηρᾶς.
即使他们也说服了这些人不来作证——我认为他们办不到;即便办到了,也绝不可能说服所有人——他们却绝不可能做到那件事:抹煞真相,或抹煞城邦中关于提马科斯的声名;这声名并非我为他捏造,而是他自己为自己招致的。因为节制之人的生活必须纯洁无瑕,乃至根本不容纳邪恶指控的名声。
βούλομαι δὲ κἀκεῖνο προειπεῖν, ἐὰν ἄρα ὑπακούσῃ ὁ Μισγόλας τοῖς νόμοις καὶ ὑμῖν. εἰσὶ φύσεις ἀνθρώπων πολὺ διαφέρουσαι ὀφθῆναι τῶν ἄλλων τὰ περὶ τὴν ἡλικίαν· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πολὺν ἀριθμὸν χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δʼ ἐστὶ τῶν ἀνδρῶν ὁ Μισγόλας. τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος·4 καὶ ἐγὼ μὲν τοσαυτασὶ πολιὰς ἔχω ὅσας ὑμεῖς ὁρᾶτε, ἀλλʼ οὐκ ἐκεῖνος. διὰ τί οὖν ταῦτα προλέγω; ἵνα μὴ ἐξαίφνης αὐτὸν ἰδόντες θαυμάσητε καὶ τοιοῦτόν τι τῇ διανοίᾳ ὑπολάβητε· ὦ Ἡράκλεις, ἀλλʼ οὗτός γε τούτου οὐ πολὺ διαφέρει. ἅμα μὲν γὰρ ἡ φύσις ἐστὶ τοιαύτη τοῦ ἀνδρός, ἅμα δὲ ἤδη μειρακίῳ ὄντι αὐτῷ ἐπλησίαζεν.
此外,假若米斯戈拉斯确实顺从法律和你们,我还想把那件事预先说明。在人的天生容貌中,有些在年龄方面在外表上与旁人大相径庭;因为有些人虽然年轻,看起来却成熟老成,另一些人虽然经历了大把岁月,看起来却全然年轻。米斯戈拉斯便是这些人之一。因为他恰好与我同龄,是同期的青年军训练同伴,今年正是我们的第四十五个年头;而我正如你们所见生了这许多白发,他却没有。那么我为何要提前说这些呢?以免你们突然见到他时感到惊愕,并在心中产生类似这样的看法: “天哪,可这人与他〔提马科斯〕相比并没有相差多少啊!” 因为一方面这人的容貌天生便是如此,另一方面他在与提马科斯交往时,对方也早已是青年了。
- 44καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω
ταῦτα 是主动词 ἴσασιν 的宾语,后接的名词性从句 ὅτι ἀληθῆ λέγω(“我说这些确属实情”)以前置先取(prolepsis)的方式对其内容加以具体补足。
- 46ἐκκλητευθῆναι
ἐκκλητεύω 的被动不定式。雅典法律专有名词,指被传唤作证者无正当理由拒不出庭时,被控藐视法庭并处以一千德拉克马罚金的缺席传讯程序。
- 48οὐ μήποτε δυνήσονται
由 οὐ μή 后接将来时直陈语气(δυνήσονται)构成的强否定句式,表示带有强烈断定的否定:“他们绝不可能做到……”。
- 49ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος
借助属有/关联与格 ἡμῖν 以及序数词 πέμπτον καὶ τετταρακοστόν 表示年龄的句式:“对我们而言今年是第四十五个年头”,即“我们现年四十五岁”。
