← 埃斯基涅斯

控告蒂马科斯

§38-43

提马科斯出卖肉体与依附米斯戈拉斯

演说者声明将起诉提马科斯青年期后自愿出卖肉体的罪行,详述其在诊所招徕恩客、成为第一位情夫米斯戈拉斯的情童,以及在狄奥尼西亚节期间发生的一桩丑闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

οὐδὲ γὰρ ἂν δικαίως ἐμοὶ ἐπιτιμήσαιτε, εἴ τι σαφῶς εἴποιμι διδάσκειν ὑμᾶς βουλόμενος, ἀλλὰ πολὺ μᾶλλον τούτῳ, εἰ αἰσχρῶς οὕτω τυγχάνει βεβιωκώς, ὥστε τὸν τὰ τούτῳ πεπραγμένα διεξιόντα ἀδύνατον εἶναι εἰπεῖν ὡς αὐτὸς βούλεται,1 ἐὰν μή τι καὶ τῶν τοιούτων φθέγξηται ῥημάτων. εὐλαβήσομαι δʼ αὐτὸ ποιεῖν ὡς ἂν δύνωμαι μάλιστα.

因为即使我出于教导你们的愿望而直言不讳,你们亦绝不会正当地责难我,反而更应当正当地责难此人;假若他的生活竟如此卑劣,以至于叙述其所作所为的人若不口吐某些这等言辞,便无法按自己的心愿发言。不过,我将尽我所能谨慎避免这样做。

§39

σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς μετρίως μέλλω προσφέρεσθαι Τιμάρχῳ τουτῳί. ἐγὼ γάρ, ὅσα μὲν παῖς ὢν εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἡμάρτηκεν, ἀφίημι, καὶ ἔστω ταῦτα ὥσπερ τὰ ἐπὶ τῶν τριάκοντα ἢ τὰ πρὸ Εὐκλείδου, ἢ εἴ τις ἄλλη πώποτε τοιαύτη ἐγένετο προθεσμία· ἃ δὲ ἤδη φρονῶν καὶ μειράκιον ὢν καὶ τοὺς νόμους ἐπιστάμενος τοὺς τῆς πόλεως διαπέπρακται, περὶ τούτων ἐγώ τε τὰς κατηγορίας ποιήσομαι, καὶ ὑμᾶς ἐπʼ αὐτοῖς ἀξιῶ σπουδάζειν.

雅典公民们,请看我打算多么宽厚地对待这边的提马科斯。因为凡是他童年时期对其自身肉体所犯下的罪过,我一概不予追究;且让这些事就如同三十僭主时期的旧案,或欧克莱德斯执政官之前的旧案,抑或曾有过的任何其他此类法定时限一样过去;但他一旦有了辨别力、成为青年且知晓城邦法律之后所犯下的作为,对于这些事,我不仅将提出控告,并且我要求你们对此予以高度重视。

§40

οὗτος γὰρ πάντων μὲν πρῶτον, ἐπειδὴ ἀπηλλάγη ἐκ παίδων, ἐκάθητο ἐν Πειραιεῖ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου, προφάσει μὲν τῆς τέχνης μαθητής, τῇ δʼ ἀληθείᾳ πωλεῖν αὑτὸν προῃρημένος, ὡς αὐτὸ τοὖργον ἔδειξεν. ὅσοι μὲν οὖν τῶν ἐμπόρων ἢ τῶν ἄλλων ξένων ἢ τῶν πολιτῶν τῶν ἡμετέρων κατʼ ἐκείνους τοὺς χρόνους ἐχρήσαντο τῷ σώματι τῷ Τιμάρχου, ἑκὼν καὶ τούτους ὑπερβήσομαι, ἵνα μή τις εἴπῃ ὡς ἄρα λίαν ἀκριβολογοῦμαι ἅπαντα· ὧν δʼ ἐν ταῖς οἰκίαις γέγονε καταισχύνων τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πόλιν, μισθαρνῶν ἐπʼ αὐτῷ τούτῳ ὃ ἀπαγορεύει ὁ νόμος μὴ πράττειν ἢ μηδὲ δημηγορεῖν,2 περὶ τούτων ποιήσομαι τοὺς λόγους.

因为此人首先在脱离童年之后,便待在比雷埃夫斯埃乌梯迪科斯的诊所里,表面上是医术的学徒,实际上却决心出卖自己,正如事实本身所表明的那样。至于在那些时日里使用过提马科斯肉体的商贾、其他外邦人或我们本邦公民,我亦愿意将他们略过不提,以免有人说我对一切细节都过于吹毛求疵;但他曾寄宿于哪些人的家中,玷污其自身的肉体与城邦,以此赚取酬劳——而这恰恰是法律禁止去做、否则甚至不得向民众发言的事——关于这些人,我将发表我的陈词。

§41

Μισγόλας ἔστι τις Ναυκράτους, ὦ ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς κἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακώς, καὶ ἀεί τινας ἔχειν εἰωθὼς περὶ αὐτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλʼ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν. οὗτος, αἰσθόμενος ὧν ἕνεκα τὰς διατριβὰς ἐποιεῖτο Τίμαρχος οὑτοσὶ ἐπὶ τοῦ ἰατρείου, ἀργύριόν τι προαναλώσας ἀνέστησεν αὐτὸν καὶ ἔσχε παρʼ ἑαυτῷ, εὔσαρκον ὄντα καὶ νέον καὶ βδελυρὸν καὶ ἐπιτήδειον πρὸς τὸ πρᾶγμα ὃ προῃρεῖτο ἐκεῖνος μὲν πράττειν, οὗτος δὲ πάσχειν.

雅典公民们,有一位科利图斯区的瑙克拉特斯之子米斯戈拉斯,在其他方面堪称正人君子,无人能在任何地方责难他,但他却异乎寻常地沉迷于此道,习惯于身边常带有一些弹唱艺人或琴师。我说这些并非出于诋毁,而是为了让你们认清他是何等人。此人察觉到这边的提马科斯是为了何种目的在诊所里消磨时光,便预先耗费了一笔钱财,将他带离并留他在自己身边;因为提马科斯肉体丰腴、年轻、不知廉耻,并且适合于前者乐于去行、而后者乐于去承受的那桩勾当。

§42

καὶ ταῦτα οὐκ ὤκνησεν, ἀλλʼ ὑπέστη Τίμαρχος οὑτοσί, οὐδενὸς ὢν τῶν μετρίων ἐνδεής· πολλὴν γὰρ πάνυ κατέλιπεν ὁ πατὴρ αὐτῷ οὐσίαν, ἣν οὗτος κατεδήδοκεν, ὡς ἐγὼ προϊόντος ἐπιδείξω τοῦ λόγου· ἀλλʼ ἔπραξε ταῦτα δουλεύων ταῖς αἰσχίσταις ἡδοναῖς, ὀψοφαγίᾳ καὶ πολυτελείᾳ δείπνων καὶ αὐλητρίσι καὶ ἑταίραις καὶ κύβοις καὶ τοῖς ἄλλοις, ὑφʼ ὧν οὐδενὸς χρὴ κρατεῖσθαι τὸν γενναῖον καὶ ἐλεύθερον. καὶ οὐκ ᾐσχύνθη ὁ μιαρὸς οὗτος ἐκλιπὼν μὲν τὴν πατρῴαν οἰκίαν, διαιτώμενος δὲ παρὰ Μισγόλᾳ, οὔτε πατρικῷ ὄντι φίλῳ οὔθʼ ἡλικιώτῃ, ἀλλὰ παρʼ ἀλλοτρίῳ καὶ πρεσβυτέρῳ ἑαυτοῦ, καὶ παρʼ ἀκολάστῳ περὶ ταῦτα ὡραῖος ὤν.

这边的提马科斯毫不迟疑,甘愿顺从了这些事,尽管他在平常所需之物上一无所缺;因为他的父亲给他留下了极其丰厚的家产,而此人已将其挥霍殆尽,正如我随着演说的推进将要证明的那样;相反,他做出这些事,是沦为了最可耻享乐的奴隶:饕餮、奢靡的筵席、吹笛女、高级交际花、掷骰赌博以及其他诸事,一个高尚自由之人绝不应当被其中任何一件所控制。这个污秽之人毫不以抛弃父祖的宅邸、寄宿在米斯戈拉斯家中为耻——对方既非其父的朋友,亦非同龄人,而是一个陌生人且比他年长,并且在此道上毫无节制,而他自己正值青春韶华。

§43

πολλὰ μὲν οὖν καὶ ἄλλα καταγέλαστα πέπρακται Τιμάρχῳ κατʼ ἐκείνους τοὺς χρόνους, ἓν δὲ ὃ καὶ διηγήσασθαι ὑμῖν βούλομαι. ἦν μὲν Διονυσίων τῶν ἐν ἄστει ἡ πομπή, ἐπόμπευον δʼ ἐν ταὐτῷ ὅ τε Μισγόλας ὁ τοῦτον ἀνειληφὼς καὶ Φαῖδρος Καλλίου Σφήττιος. συνθεμένου δʼ αὐτοῖς συμπομπεύειν Τιμάρχου τουτουί, οἱ μὲν περὶ τὴν ἄλλην παρασκευὴν διέτριβον, οὗτος δὲ οὐκ ἐπανῆκε. παρωξυμμένος δὲ πρὸς τὸ πρᾶγμα ὁ Μισγόλας ζήτησιν αὐτοῦ ἐποιεῖτο μετὰ τοῦ Φαίδρου, ἐξαγγελθέντος δʼ αὐτοῖς3 εὑρίσκουσι τοῦτον ἐν συνοικίᾳ μετὰ ξένων τινῶν συναριστῶντα. διαπειλησαμένου δὲ τοῦ Μισγόλα καὶ τοῦ Φαίδρου τοῖς ξένοις, καὶ κελευόντων ἤδη ἀκολουθεῖν εἰς τὸ δεσμωτήριον, ὅτι μειράκιον ἐλεύθερον διέφθειραν, φοβηθέντες οἱ ξένοι ᾤχοντο καταλιπόντες τὰ παρεσκευασμένα.

在那些岁月中,提马科斯所做出的可笑之事固然还有很多,但其中有一件我愿向你们细细道来。当时正是大狄奥尼西亚节的游行,接纳了他的米斯戈拉斯与斯斐托斯区的卡利亚斯之子淮德罗斯正在一同参与游行。这边的提马科斯原本与他们约定一同参加游行,在他们忙于其他准备工作时,此人却没有返回。对此事大为恼怒的米斯戈拉斯便与淮德罗斯一同四处搜寻他;有人向他们告发之后,他们发现此人在一间出租公寓里正与几名外邦人一同共进午餐。米斯戈拉斯与淮德罗斯对那些外邦人严词恐吓,并命令他们即刻跟随前往监狱,理由是他们败坏了一个自由身青年;外邦人吓破了胆,抛下准备好的饭食便逃之夭夭了。

语法注3 条
  1. 38ὥστε τὸν τὰ τούτῳ πεπραγμένα διεξιόντα ἀδύνατον εἶναι εἰπεῖν ὡς αὐτὸς βούλεται

    在 ὥστε 引导的结果从句中,使用无人称结构 ἀδύνατον εἶναι(是不可能的),带冠词的分词短语 τὸν ... διεξιόντα(叙述……者)作为不定式 εἰπεῖν(表达/发言)的语义主语(宾格主语)。

  2. 40ὃ ἀπαγορεύει ὁ νόμος μὴ πράττειν ἢ μηδὲ δημηγορεῖν

    在表示禁止的动词 ἀπαγορεύει(禁止)之后,不定式带有赘用否定词 μή,并由 ἢ μηδὲ δημηγορεῖν(否则甚至不得发表演说)承接,体现了法律的双重禁令规定:禁止从事该行为,否则禁止公开发言。

  3. 43ἐξαγγελθέντος δʼ αὐτοῖς

    由被动态不定过去时分词 ἐξαγγελθέντος 构成的无人称属格独立结构(“当有人向他们告发/传报时”),没有具体名词作为主语,而是无人称地表示消息的传来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:38-43