← 埃斯基涅斯

控告蒂马科斯

§30-37

挥霍家产者的演说禁令与严明执法

埃斯基涅斯指出不得登坛演说的第四条标准是败尽家业,并命人宣读了有关演说家规范秩序的法律,强调唯有法庭施以严惩方能维护法律的效力,随后转入对提马科斯恶劣行径的剖析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30

ἢ τὰ πατρῷα, φησί, κατεδηδοκώς, ἢ ὧν ἂν κληρονόμος γένηται·1 τὸν γὰρ τὴν ἰδίαν οἰκίαν κακῶς οἰκήσαντα, καὶ τὰ κοινὰ τῆς πόλεως παραπλησίως ἡγήσατο διαθήσειν, καὶ οὐκ ἐδόκει οἷόν τʼ εἶναι τῷ νομοθέτῃ τὸν αὐτὸν ἄνθρωπον ἰδίᾳ μὲν εἶναι πονηρόν, δημοσίᾳ δὲ χρηστόν, οὐδʼ ᾤετο δεῖν τὸν ῥήτορα ἥκειν ἐπὶ τὸ βῆμα τῶν λόγων ἐπιμεληθέντα πρότερον, ἀλλʼ οὐ τοῦ βίου.

“或者食尽了祖传家产, 他说, 或者食尽了他所继承的任何产业。” 因为他认为,治不好自己私家的人,亦会同样治理城邦的公事;在立法者看来,同一个人绝不可能在私底下恶劣,而在公事上却有益于人;他亦不认为演说家应当先精心修饰辞藻,却不修饬品行,便登上讲坛。

§31

καὶ παρὰ μὲν ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, κἂν πάνυ κακῶς καὶ ἁπλῶς ῥηθῇ, χρήσιμα τὰ λεγόμενα ἡγήσατο εἶναι τοῖς ἀκούουσι· παρὰ δὲ ἀνθρώπου βδελυροῦ, καὶ καταγελάστως μὲν κεχρημένου τῷ ἑαυτοῦ σώματι, αἰσχρῶς δὲ τὴν πατρῴαν οὐσίαν κατεδηδοκότος, οὐδʼ ἂν εὖ πάνυ λεχθῇ συνοίσειν ἡγήσατο τοῖς ἀκούουσι.

而且出自一位高尚之士的话,哪怕说得十分拙劣和朴素,他亦认为听众受其裨益;然而出自一个可鄙之人——他既可笑地滥用自身肉体,又丑恶地耗尽祖传资产——哪怕说得十分精妙,他亦认为无益于听众。

§32

τούτους οὖν ἐξείργει ἀπὸ τοῦ βήματος, τούτους ἀπαγορεύει μὴ δημηγορεῖν. ἐὰν δέ τις παρὰ ταῦτα μὴ μόνον λέγῃ, ἀλλὰ καὶ συκοφαντῇ καὶ ἀσελγαίνῃ, καὶ μηκέτι τὸν τοιοῦτον ἄνθρωπον δύνηται λέγειν ἡ πόλις, δοκιμασίαν μέν, φησίν, ἐπαγγειλάτω Ἀθηναίων ὁ βουλόμενος, οἷς ἔξεστιν, ὑμᾶς δʼ ἤδη κελεύει περὶ τούτων ἐν τῷ δικαστηρίῳ διαγιγνώσκειν· καὶ νῦν ἐγὼ κατὰ τοῦτον τὸν νόμον ἥκω πρὸς ὑμᾶς.

因此,他将这些人逐出讲坛,禁止这些人向民众发表演说。若有人违反这些规定,不仅发言,而且妄加诬告、肆意妄为,以致城邦再也无法容忍这等之人发言,他说, “雅典人中凡愿意且有资格者, 便当提出资格审查的控告”,并且他进而命令你们在法庭中就这些事务作出判决;而如今,我正是依此法律来到你们面前。

§33

ταῦτα μὲν οὖν πάλαι νενομοθέτηται· ὑμεῖς δʼ ἔτι προσέθεσθε καινὸν νόμον μετὰ τὸ καλὸν παγκράτιον, ὃ οὗτος ἐπαγκρατίασεν ἐν τῇ ἐκκλησίᾳ, ὑπεραισχυνθέντες ἐπὶ τῷ πράγματι, καθʼ ἑκάστην ἐκκλησίαν ἀποκληροῦν φυλὴν ἐπὶ τὸ βῆμα, ἥτις προεδρεύσει. καὶ τί προσέταξεν ὁ τιθεὶς τὸν νόμον; καθῆσθαι κελεύει τοὺς φυλέτας βοηθοῦντας τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, ὡς εἰ μὴ βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς2 περὶ τῶν σπουδαιοτάτων πραγμάτων.

这些法律在很久以前便已制定;但在那场精彩的“角力”——即此人在公民大会上所进行的角力——之后,你们因对此事深感奇耻大辱,便又追加了一条新法律:在每次公民大会上抽签选出一个部族登上讲坛值班主持。立此法律者命令了什么呢?他命令部族成员坐镇支持法律与民主政制,深知若我们不从某处调派援助来抗击那些如此生活之人,我们甚至将无法就最重大的事务进行审议。

§34

ἔστι δʼ οὐδὲν ὄφελος, ὦ ἄνδρες Ἀθηναῖοι, ζητεῖν τοὺς τοιούτους ἀνθρώπους ἀπελαύνειν ἀπὸ τοῦ βήματος ταῖς κραυγαῖς· οὐ γὰρ αἰσχύνονται· ἀλλὰ τιμωρίαις τούτους ἀπεθίζειν χρή· μόνως γὰρ ἂν οὕτως ἀνεκτοὶ γένοιντο. ἀναγνώσεται οὖν ὑμῖν τοὺς νόμους τοὺς περὶ τῆς εὐκοσμίας κειμένους τῶν ῥητόρων. τὸν γὰρ περὶ τῆς προεδρίας τῶν φυλῶν νόμον Τίμαρχος οὑτοσὶ καὶ ἕτεροι τοιοῦτοι ῥήτορες συνελθόντες γεγραμμένοι εἰσὶ μὴ ἐπιτήδειον εἶναι,3 ἵνʼ ἐξῇ αὐτοῖς καὶ ζῆν καὶ λέγειν ὡς αὐτοὶ βούλονται.

雅典公民们,企图用呼喊声将这等人逐出讲坛是毫无用处的,因为他们不知羞耻;必须用惩处来革除他们的恶习;唯有如此,他们才可能变得尚可容忍。 因此,书记将为你们宣读有关演说家规范秩序的法律。因为对于关于部族主持席位的法律,眼前的提马科斯和其他这等演说家串通一气,指控该法不合时宜,以便他们能够按照自己的意愿去生活和发言。

§35

Νόμοι [τῶν ῥητόρων ἐάν τις λέγῃ ἐν τῇ βουλῇ ἢ ἐν τῷ δήμῳ μὴ περὶ τοῦ εἰσφερομένου, ἢ μὴ χωρὶς περὶ ἑκάστου, ἢ δὶς περὶ τοῦ αὐτοῦ ὁ αὐτὸς τῆς αὐτῆς, ἢ λοιδορῆται, ἢ κακῶς ἀγορεύῃ τινά, ἢ ὑποκρούῃ, ἢ χρηματιζόντων μεταξὺ ἀνεστηκὼς λέγῃ περί του μὴ ἐπὶ τοῦ βήματος, ἢ παρακελεύηται, ἢ ἕλκῃ τὸν ἐπιστάτην, ἀφειμένης τῆς ἐκκλησίας ἢ τῆς βουλῆς κυριευέτωσαν οἱ πρόεδροι μέχρι πεντήκοντα δραχμῶν καθʼ ἕκαστον ἀδίκημα ἐγγράφειν τοῖς πράκτορσιν. ἐὰν δὲ πλέονος ἄξιος ᾖ ζημίας, ἐπιβαλόντες μέχρι πεντήκοντα δραχμῶν εἰσφερέτωσαν εἰς τὴν βουλὴν ἢ εἰς τὴν πρώτην ἐκκλησίαν. ὅταν δʼ ἐξίωσιν αἱ κλήσεις, κρινάτωσαν. καὶ ἐὰν καταγνωσθῇ αὐτοῦ κρύβδην ψηφιζομένων, ἐγγραψάτωσαν οἱ πρόεδροι τοῖς πράκτορσιν.] τῶν μὲν οὖν νόμων ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εὖ οἶδʼ ὅτι δοκοῦσιν ὑμῖν καλῶς ἔχειν. τούτους μέντοι τοὺς νόμους εἶναι χρησίμους ἢ ἀχρήστους ἐφʼ ὑμῖν ἐστιν· ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δʼ ἀφιῆτε, καλοὶ μέν, κύριοι δὲ οὐκέτι.

法律 [演说家中若有人在议事会或公民大会中发言不针对所提议题,或不将各项议题分开陈述,或同一个人在同一天就同一议题发言两次,或肆意辱骂,或中伤他人,或打断发言,或在主持议事期间站起来不在讲坛上就某事发言,或煽动扰乱,或拉扯主持人,在公民大会或议事会散会后,主席团有权就每项违纪行为向征税官登记处以最高五十德拉克马的罚款。若他该受更重的惩罚,则在处以最高五十德拉克马之后,将其移交议事会或移交第一次公民大会;当传唤期满时,由他们进行审理;若通过秘密投票裁定其有罪,主席团便向征税官予以登记。]雅典公民们,你们已经听到了这些法律,我确知你们认为它们十分优良。然而,这些法律是有用还是无用,完全取决于你们;因为若你们惩罚不法之徒,法律对你们而言便是优良且权威的;但若你们予以宽纵,它们虽是优良的,却不再具有效力。

§37

βούλομαι δέ, ὥσπερ ὑπεθέμην, ἐπειδὴ περὶ τῶν νόμων εἴρηκα, πάλιν τὸ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου, ἵνʼ εἰδῆτε ὅσον διαφέρουσι τῶν νόμων τῶν ὑμετέρων. δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, συγγνώμην ἔχειν, ἐὰν ἀναγκαζόμενος λέγειν περὶ ἐπιτηδευμάτων φύσει μὲν μὴ καλῶν, τούτῳ δὲ πεπραγμένων, ἐξαχθῶ τι ῥῆμα εἰπεῖν ὅ ἐστιν ὅμοιον τοῖς ἔργοις τοῖς Τιμάρχου.

正如我开头所建议的那样,既然我已陈述了法律,接着我愿反过来将提马科斯的品行与这些法律相互对照检视,好让你们明白他的品行与你们的法律有多大的差距。雅典公民们,我恳请你们予以谅解:当我被迫陈述那些本质上并不雅观、却为此人所作下的行径时,假若我被诱使说出任何与提马科斯的作为相似的词句,请你们宽恕我。

语法注3 条
  1. 30ἢ ὧν ἂν κληρονόμος γένηται

    此处省略了作为 κατεδηδοκώς 宾格宾语的先行词 ταῦτα(ἢ [ταῦτα] ὧν ἂν κληρονόμος γένηται),关系代词 ὧν 在从句内部受 κληρονόμος γένηται 支配而呈属格。

  2. 33ὡς εἰ μὴ βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς

    在连词 ὡς 引导并插入条件从句(εἰ μὴ... μεταπεμψόμεθα)之后,接以宾格分词短语 δυνησομένους ἡμᾶς。此为带 ὡς 表示立法者主观动机的宾格绝对分词结构,或承前文动词隐含的思维概念(如“认为”)而构成的宾格分词从属结构。

  3. 34γεγραμμένοι εἰσὶ μὴ ἐπιτήδειον εἶναι

    此处为完成时中动分词与 εἰσί 构成的迂说法(periphrastic perfect)。中动语态 γράφομαι 支配宾语(τὸν νόμον)表示“起诉/控告”,指提马科斯等人提起了指控该法律“不合时宜”(μὴ ἐπιτήδειον εἶναι)的诉讼。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:30-37