← 埃斯基涅斯

控告蒂马科斯

§23-29

公民大会的议事程序与演说资格的剥夺条件

演说者阐述了公民大会的议事程序(先就神事、使节及世俗事务表决,再依次由年过五十者及其他合资格者发言),将梭伦等古代先贤的庄重节制与提马科斯的丑态相对比,并逐一论述剥夺发表演说资格的法定条件(虐待父母、逃避兵役或弃盾、卖淫)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

καὶ πῶς κελεύει τοὺς προέδρους χρηματίζειν; ἐπειδὰν τὸ καθάρσιον περιενεχθῇ καὶ ὁ κῆρυξ τὰς πατρίους εὐχὰς εὔξηται, προχειροτονεῖν κελεύει τοὺς προέδρους περὶ ἱερῶν τῶν πατρίων καὶ κήρυξι καὶ πρεσβείαις καὶ ὁσίων,1 καὶ μετὰ ταῦτα ἐπερωτᾷ ὁ κῆρυξ· τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων; ἐπειδὰν δὲ οὗτοι πάντες εἴπωσι, τότʼ ἤδη κελεύει λέγειν τῶν ἄλλων Ἀθηναίων τὸν βουλόμενον, οἷς ἔξεστιν.

那么,他命令主席团如何主持议事呢?每当净仪之牲被抬行环绕、传令官做过祖传的祈祷之后,他便命令主席团就祖传的神圣事务、传令官与使节事务以及世俗事务进行预先表决;此后传令官便发问: “年逾五十岁者中,有谁愿意发言?” 而当这些人全部陈述完毕之后,他才命令其余雅典人中凡愿意且有资格发言之人进行发言。

§24

σκέψασθε δὴ ὡς καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι. οὐκ ἠγνόει οἶμαι ὁ νομοθέτης ὅτι οἱ πρεσβύτεροι τῷ μὲν εὖ φρονεῖν ἀκμάζουσιν, ἡ δὲ τόλμα ἤδη αὐτοὺς ἄρχεται ἐπιλείπειν διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων. βουλόμενος δὴ συνεθίσαι τοὺς ἄριστα φρονοῦντας, τούτους ἐπάναγκες περὶ τῶν πραγμάτων λέγειν,2 ἐπειδὴ ὀνομαστὶ αὐτῶν ἕνα ἕκαστον ἀπορεῖ προσειπεῖν, τῇ ἐπωνυμίᾳ τῆς ὅλης ἡλικίας περιλαβὼν παρακαλεῖ ἐπὶ τὸ βῆμα καὶ προτρέπει δημηγορεῖν. ἅμα δὲ καὶ τοὺς νεωτέρους διδάσκει αἰσχύνεσθαι τοὺς πρεσβυτέρους, καὶ πάνθʼ ὑστέρους πράττειν, καὶ τιμᾶν τὸ γῆρας, εἰς ὃ πάντες ἀφιξόμεθα, ἐὰν ἄρα διαγενώμεθα.

雅典公民们,请深思这是何等周详!我想立法者并非不知道年长者在明达事理上正值巅峰,但因阅历深广,勇气已开始从他们身上消退。因此他希望使最具见识之人养成习惯,令他们务必就国事建言;既然无法逐一呼唤他们的名字,便以整个年龄段的统称将他们揽括在内,召唤他们登上讲坛,勉励他们向民众发表演说。与此同时,他也教导年轻一代敬重长辈,凡事退居其后,并尊重老年——假若我们能活下去,我们所有人都将步入此境地。

§25

καὶ οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς καὶ ὁ Ἀριστείδης, ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Τιμάρχῳ τουτῳί, ὥστε ὃ νυνὶ πάντες ἐν ἔθει πράττομεν, τὸ τὴν χεῖρα ἔξω ἔχοντες λέγειν, τότε τοῦτο θρασύ τι ἐδόκει εἶναι, καὶ εὐλαβοῦντο αὐτὸ πράττειν. μέγα δὲ πάνυ τούτου σημεῖον ἔργῳ ὑμῖν οἶμαι ἐπιδείξειν. εὖ γὰρ οἶδʼ ὅτι πάντες ἐκπεπλεύκατε εἰς Σαλαμῖνα καὶ τεθεωρήκατε τὴν Σόλωνος εἰκόνα, καὶ αὐτοὶ μαρτυρήσαιτʼ ἂν ὅτι ἐν τῇ ἀγορᾷ τῇ Σαλαμινίων ἀνάκειται ὁ Σόλων ἐντὸς τὴν χεῖρα ἔχων. τοῦτο δʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπόμνημα καὶ μίμημα τοῦ Σόλωνος σχήματος, ὃν τρόπον ἔχων αὐτὸς διελέγετο τῷ δήμῳ τῶν Ἀθηναίων.

那些古代的演说家——伯里克利、地米斯托克利,以及拥有与眼前这位提马科斯截然不同美名的阿里斯泰得——是如此庄重沉稳,以致我们今日人人习以为常的举动,即将手伸出袍外发表演说,在当时被视为是一种狂妄无礼之举,他们对此极力防备而不为。我想我能在实物中向你们展示这一点极为重大的明证。因为我确知你们都曾渡海前往萨拉米斯并瞻仰过梭伦的雕像,你们自己也能作证,在萨拉米斯人的广场上竖立着的梭伦雕像是将手收在衣袍之内的。雅典公民们,这是梭伦体态仪表的纪念与再现,显示了他亲自向雅典民众讲话时的风姿。

§26

σκέψασθε δή, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσον διαφέρει ὁ Σόλων Τιμάρχου καὶ οἱ ἄνδρες ἐκεῖνοι ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην. ἐκεῖνοι μέν γε ᾐσχύνοντο ἔξω τὴν χεῖρα ἔχοντες λέγειν, οὑτοσὶ δὲ οὐ πάλαι, ἀλλὰ πρώην ποτὲ ῥίψας θοἰμάτιον γυμνὸς ἐπαγκρατίαζεν ἐν τῇ ἐκκλησίᾳ, οὕτω κακῶς καὶ αἰσχρῶς διακείμενος τὸ σῶμα ὑπὸ μέθης καὶ βδελυρίας, ὥστε τούς γε εὖ φρονοῦντας ἐγκαλύψασθαι, αἰσχυνθέντας ὑπὲρ τῆς πόλεως, εἰ τοιούτοις συμβούλοις χρώμεθα.

雅典公民们,请深思梭伦以及我方才提及的那些先贤与提马科斯之间有多么巨大的差异!那些人连将手伸在袍外发言都感到羞惭,而此人并非很久以前,而是就在前不久,在公民大会上脱掷衣袍,赤身裸体摆出搏击架势,因酗酒与淫猥而使肉体处于如此污秽丑恶的状态,以致那些明智之士都掩住面孔,为城邦竟任用这等建言者而深感羞耻。

§27

ἃ συνιδὼν ὁ νομοθέτης διαρρήδην ἀπέδειξεν οὓς χρὴ δημηγορεῖν καὶ οὓς οὐ δεῖ λέγειν ἐν τῷ δήμῳ. καὶ οὐκ ἀπελαύνει ἀπὸ τοῦ βήματος, εἴ τις μὴ προγόνων ἐστὶν ἐστρατηγηκότων, οὐδέ γε εἰ τέχνην τινὰ ἐργάζεται ἐπικουρῶν τῇ ἀναγκαίᾳ τροφῇ, ἀλλὰ τούτους καὶ μάλιστα ἀσπάζεται, καὶ διὰ τοῦτο πολλάκις ἐπερωτᾷ, τίς ἀγορεύειν βούλεται.

立法者洞察及此,明确指出了何人应当向民众演说,何人不该在公民大会中发言。他并不因某人祖先未曾担任将军就将其逐出讲坛,亦不因某人从事某种手艺以谋求必需的生计而予排斥,反而对这些人最为欢迎,因而屡次询问:“有谁愿意发言?”

§28

τίνας δʼ οὐκ ᾤετο δεῖν λέγειν; τοὺς αἰσχρῶς βεβιωκότας· τούτους οὐκ ἐᾷ δημηγορεῖν. καὶ ποῦ τοῦτο δηλοῖ; δοκιμασία, φησί, ῥητόρων· ἐάν τις λέγῃ ἐν τῷ δήμῳ τὸν πατέρα τύπτων ἢ τὴν μητέρα, ἢ μὴ τρέφων, ἢ μὴ παρέχων οἴκησιν· τοῦτον οὐκ ἐᾷ λέγειν. νὴ Δία καλῶς γε, ὡς ἔγωγέ φημι. διὰ τί; ὅτι εἴ τις, οὓς ἐξ ἴσου δεῖ τιμᾶν τοῖς θεοῖς, εἰς τούτους ἐστὶ φαῦλος, τί ποτε, φησίν, ὑπʼ αὐτοῦ πείσονται οἱ ἀλλότριοι καὶ ἡ πόλις ὅλη; καὶ τίσι δεύτερον ἀπεῖπε μὴ λέγειν; ἢ τὰς στρατείας, φησί, μὴ ἐστρατευμένος, ὅσαι ἂν αὐτῷ προσταχθῶσιν, ἢ τὴν ἀσπίδα ἀποβεβληκώς, δίκαια λέγων. τί δή ποτε; ἄνθρωπε, τῇ πόλει, ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι ἢ διὰ δειλίαν μὴ δυνατὸς εἶ ἐπαμῦναι, μηδὲ συμβουλεύειν ἀξίου. τρίτον τίσι διαλέγεται; ἢ πεπορνευμένος, φησίν, ἢ ἡταιρηκώς· τὸν γὰρ τὸ σῶμα τὸ ἑαυτοῦ ἐφʼ ὕβρει πεπρακότα, καὶ τὰ κοινὰ τῆς πόλεως ῥᾳδίως ἡγήσατο ἀποδώσεσθαι.3 τέταρτον τίσι διαλέγεται;

那么他认为何人不该发言呢?那些过着可耻生活之人;他不容许这些人向民众发表演说。他在何处表明了这一点呢? 他说, “演说家的 资格审查:若有人殴打父亲或母亲,或不予赡养,或不提供住所,却在公民大会中发言——”他不容许此人发言。凭宙斯起誓,照我说,这极为妥当!为何如此?因为,若有人对理当与诸神同受尊崇之人尚且恶劣,那么,他说,外人乃至整个城邦在他手中究竟会遭受何等对待呢?其次,他又禁止何人发言呢? 他说,“或者未服 所派定的一切兵役者,或抛弃盾牌者,”这是极其公允的规定。究竟为何?“你这人啊,对于你不为之操持兵刃、或因怯懦而无法加以援救的城邦,你休得妄想为其出谋划策!”第三,他又对何人提出训诫呢? 他说, “或者被男妓化者, 或者曾行卖淫者;”因为他认为,出卖自身肉体任人羞辱之人,亦会轻易将城邦的公共利益出卖。第四,他又对何人提出训诫呢?

语法注3 条
  1. 23προχειροτονεῖν κελεύει τοὺς προέδρους περὶ ἱερῶν τῶν πατρίων καὶ κήρυξι καὶ πρεσβείαις καὶ ὁσίων

    在依附于 προχειροτονεῖν(进行预先表决)的句构中,介词短语 περὶ ἱερῶν τῶν πατρίων 与后面的属格 καὶ ὁσίων 遥相呼应,而夹在当中的 κήρυξι καὶ πρεσβείαις 则作与格。此与格表对象或关涉(“对于传令官与使节是否接见与听取”),并非受 περί 支配,而是作为表决程序所关涉对象的独立补足语。

  2. 24βουλόμενος δὴ συνεθίσαι τοὺς ἄριστα φρονοῦντας, τούτους ἐπάναγκες περὶ τῶν πραγμάτων λέγειν

    句首的前置宾语 τοὺς ἄριστα φρονοῦντας 被紧随其后的指示代词 τούτους 复述,充当不定词 λέγειν 的逻辑主语。中性形容词 ἐπάναγκες(有义务的、必须的)作为宾格不定词结构(τούτους ... λέγειν)的谓词性补足语,整个结构受支配于主动词 συνεθίσαι(使养成习惯),意即“使最具见识之人养成将发言视为义务的习惯”。

  3. 29τὸν γὰρ τὸ σῶμα τὸ ἑαυτοῦ ἐφʼ ὕβρει πεπρακότα, καὶ τὰ κοινὰ τῆς πόλεως ῥᾳδίως ἡγήσατο ἀποδώσεσθαι

    作将来时不定词 ἀποδώσεσθαι(出卖)的逻辑主语的宾格短语 τὸν ... πεπρακότα,被大幅前置在支配动词 ἡγήσατο 之前(倒置/主题前置)。通过将宾格置于句首,强烈突出了“出卖自身肉体任人羞辱者”这一话题,从而鲜明地衬托出其必然也会轻易出卖城邦公共利益的推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:23-29