- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:181-188
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯继斯巴达长者的轶事之后,引证雅典先祖对贞洁的严苛要求以及梭伦针对通奸妇人和引诱者的法令,力劝审判官定罪蒂马科斯,并警告说开释一个自愿卖淫的演说家将摧毁公共教育并败坏城邦治理。
ἅμα δὲ παρακαλέσας ἄλλον τινὰ τῶν Λακεδαιμονίων, ἄνδρα λέγειν μὲν οὐκ εὐφυᾶ, τὰ δὲ κατὰ πόλεμον λαμπρὸν καὶ πρὸς δικαιοσύνην καὶ ἐγκράτειαν διαφέροντα, ἐπέταξεν αὐτῷ τὰς αὐτὰς εἰπεῖν γνώμας οὕτως ὅπως ἂν δύνηται, ἃς εἶπεν ὁ πρότερος ῥήτωρ, ἵνα, ἔφη, οἱ Λακεδαιμόνιοι ἀνδρὸς ἀγαθοῦ φθεγξαμένου ψηφίσωνται, τὰς δὲ τῶν ἀποδεδειλιακότων καὶ πονηρῶν ἀνθρώπων φωνὰς μηδὲ τοῖς ὠσὶ προσδέχωνται. ταῦθʼ ὁ γέρων ὁ ἐκ παιδὸς σεσωφρονηκὼς παρῄνεσε τοῖς ἑαυτοῦ πολίταις. ταχύ γʼ ἂν Τίμαρχον ἢ τὸν κίναιδον Δημοσθένην εἴασε πολιτεύεσθαι.1
与此同时,他唤来斯巴达人中的另一人——此人虽不善辞令,但在战事上功勋卓著,在正义与克制方面亦出类拔萃——命令他尽其所能,把前一位演说者所陈述的相同主张重复一遍,他说: “为的是让斯巴达人能在一位善人发表演讲时投下赞成票,而对那些退缩成懦夫与恶徒之辈的声调,甚至不予倾听。” 这就是那位自幼严谨自持的长者向他本邦公民提出的劝诫。若是他,断然不会容许蒂马科斯或那个沉湎于男色的德摩斯梯尼参与政事!
ἵνα δὲ μὴ δοκῶ Λακεδαιμονίους θεραπεύειν, καὶ τῶν ἡμετέρων προγόνων μνησθήσομαι. οὕτω γὰρ ἦσαν πρὸς τὰς αἰσχύνας χαλεποί, καὶ περὶ πλείστου τῶν τέκνων τὴν σωφροσύνην ἐποιοῦντο, ὥστʼ ἀνὴρ εἷς τῶν πολιτῶν, εὑρὼν τὴν ἑαυτοῦ θυγατέρα διεφθαρμένην, καὶ τὴν ἡλικίαν οὐ καλῶς διαφυλάξασαν μέχρι γάμου, ἐγκατῳκοδόμησεν αὐτὴν μεθʼ ἵππου εἰς ἔρημον οἰκίαν, ὑφʼ οὗ προδήλως ἔμελλεν ἀπολεῖσθαι συγκαθειργμένη.2 καὶ ἔτι καὶ νῦν τῆς οἰκίας ταύτης ἕστηκε τὰ οἰκόπεδα ἐν τῷ ὑμετέρῳ ἄστει, καὶ ὁ τόπος οὗτος καλεῖται παρʼ ἵππον καὶ κόρην.
为了不显得我是在阿谀斯巴达人,我也要提一提我们自己的先祖。因为他们对可耻之事也是如此严苛,将子女的贞操看得重于一切,以至于公民中的一人在发现自己的女儿失贞、未能恪守贞洁直至完婚时,竟将她与一匹马一同囚禁在一所空宅之中,在同遭监禁之下,她显然注定要命丧其蹄下。直到如今,那所房屋的宅基依然立于你们的城中,这地方被称为“在马与少女之旁”。
ὁ δὲ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος γέγραφεν ἀρχαίως καὶ σεμνῶς περὶ τῆς τῶν γυναικῶν εὐκοσμίας. τὴν γὰρ γυναῖκα ἐφʼ ᾗ ἂν ἁλῷ μοιχός, οὐκ ἐᾷ κοσμεῖσθαι, οὐδὲ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσιέναι, ἵνα μὴ τὰς ἀναμαρτήτους τῶν γυναικῶν ἀναμειγνυμένη διαφθείρῃ· ἐὰν δʼ εἰσίῃ ἢ κοσμῆται, τὸν ἐντυχόντα κελεύει καταρρηγνύναι τὰ ἱμάτια καὶ τὸν κόσμον ἀφαιρεῖσθαι καὶ τύπτειν, εἰργόμενον θανάτου καὶ τοῦ ἀνάπηρον ποιῆσαι, ἀτιμῶν τὴν τοιαύτην γυναῖκα καὶ τὸν βίον ἀβίωτον αὐτῇ κατασκευάζων.
而立法者中最具盛名的梭伦,也以古朴而严整的笔触就妇女的端庄风纪作了规定。因为凡被当场捕获奸夫的妇人,他一概不允许其修饰容貌,亦不得进入公立神庙,免得她混迹其中败坏那些未曾犯错的妇女;如果她擅自进入或修饰容貌,他便下令任何遇见她的人皆可撕碎其衣衫、夺下其饰物并予以殴打,唯独不得致其死命或致其残疾,以此羞辱这等妇人,使她的生活生不如死。
καὶ τὰς προαγωγοὺς καὶ τοὺς προαγωγοὺς γράφεσθαι κελεύει, κἂν ἁλῶσι, θανάτῳ ζημιοῦν, ὅτι τῶν ἐξαμαρτάνειν ἐπιθυμούντων ὀκνούντων καὶ αἰσχυνομένων ἀλλήλοις ἐντυγχάνειν, αὐτοὶ τὴν αὑτῶν ἀναίδειαν παρασχόντες ἐπὶ μισθῷ τὸ πρᾶγμα εἰς διάπειραν καὶ λόγον κατέστησαν.
他又下令对男女拉皮条者提起控告,一旦罪名成立,即处以死刑;因为每当意图犯下过错之人因顾忌和羞耻而不敢私下会面时,这些撮合者便为了报酬出卖自身的无耻,使这一苟且之事得以付诸试探与言说。
ἔπειθʼ οἱ μὲν πατέρες ὑμῶν οὕτω περὶ τῶν αἰσχρῶν καὶ καλῶν διεγίγνωσκον, ὑμεῖς δὲ Τίμαρχον τὸν τοῖς αἰσχίστοις ἐπιτηδεύμασιν ἔνοχον ἀφήσετε; τὸν ἄνδρα μὲν καὶ ἄρρενα τὸ σῶμα, γυναικεῖα δὲ ἁμαρτήματα ἡμαρτηκότα; τίς οὖν ὑμῶν γυναῖκα λαβὼν ἀδικοῦσαν τιμωρήσεται; ἢ τίς οὐκ ἀπαίδευτος εἶναι δόξει τῇ μὲν κατὰ φύσιν ἁμαρτανούσῃ χαλεπαίνων, τῷ δὲ παρὰ φύσιν ἑαυτὸν ὑβρίσαντι συμβούλῳ χρώμενος;
既然你们的父祖对美耻之辨有如此明断,你们难道竟要放免犯下最可耻劣迹的蒂马科斯吗?他虽为男子且具男儿之躯,却犯下了属于女子的罪过!那么你们当中还有谁在抓住犯下不义之举的妻子时能够予以惩处?又或者,有谁一方面苛责顺乎自然而犯错的女人,另一方面却任用逆乎自然凌辱自身的男人作为谋士,而不被视为缺乏教养之辈呢?
τίνα δʼ ἔχων ἕκαστος ὑμῶν γνώμην ἐπάνεισιν οἴκαδε ἐκ τοῦ δικαστηρίου; οὔτε γὰρ ὁ κρινόμενος ἀφανής, ἀλλὰ γνώριμος, οὔθʼ ὁ νόμος ὁ περὶ τῆς τῶν ῥητόρων δοκιμασίας φαῦλος, ἀλλὰ κάλλιστος, τό τʼ ἐρέσθαι τοῖς παισὶ καὶ τοῖς μειρακίοις τοὺς ἑαυτῶν οἰκείους, ὅπως τὸ πρᾶγμα κέκριται, πρόχειρον.3
你们每一个人离开法庭回到家中时,心中将怀着怎样的念头?因为受审之人并非无名之辈,而是众人皆知的人物;关于演说家资格审查的法律亦非微不足道,而是至为优良;孩子们和年轻人向自己的家人询问案件如何判决,更是随时可见的情形。
τί οὖν δὴ λέξετε οἱ τῆς ψήφου νυνὶ γεγονότες κύριοι, ὅταν οἱ ὑμέτεροι παῖδες ὑμᾶς ἔρωνται, εἰ κατεδικάσατε ἢ ἀπεψηφίσασθε; οὐχ ἅμα Τίμαρχον ἀπολῦσαι ὁμολογήσετε, καὶ τὴν κοινὴν παιδείαν ἀνατρέψετε; τί δʼ ὄφελος παιδαγωγοὺς τρέφειν ἢ παιδοτρίβας καὶ διδασκάλους τοῖς παισὶν ἐφιστάναι, ὅταν οἱ τὴν τῶν νόμων παρακαταθήκην ἔχοντες πρὸς τὰς αἰσχύνας κατακάμπτωνται;
如今掌握表决大权的你们,当你们的孩子询问你们是判了有罪还是予以开释时,你们究竟该如何回答?难道你们在承认放免了蒂马科斯的同时,不也推翻了公共教育的根基吗?当执掌法律寄托之人向无耻之举屈服时,供养教仆、为孩子们延请体育教官与教师又有何益处呢?
θαυμάζω δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο, εἰ4 τοὺς μὲν πορνοβοσκοὺς μισεῖτε, τοὺς δʼ ἑκόντας πεπορνευμένους ἀφήσετε· καὶ ὡς ἔοικεν ὁ αὐτὸς οὗτος ἀνὴρ ἱερωσύνην μὲν οὐδενὸς θεῶν κληρώσεται, ὡς οὐκ ὢν ἐκ τῶν νόμων καθαρὸς τὸ σῶμα γράψει δʼ ἐν τοῖς ψηφίσμασιν εὐχὰς ὑπὲρ τῆς πόλεως ταῖς σεμναῖς θεαῖς. εἶτα τί θαυμάζομεν τὴν κοινὴν ἀπραξίαν, τοιούτων ῥητόρων ἐπὶ τὰς τοῦ δήμου γνώμας ἐπιγραφομένων; καὶ τὸν αἰσχρῶς οἴκοι βεβιωκότα ἔξω τῆς πόλεως πρεσβευτὴν πέμψομεν, καὶ τούτῳ περὶ τῶν μεγίστων διαπιστεύσομεν; τί δʼ οὐκ ἂν ἀποδοῖτο ὁ τὴν τοῦ σώματος ὕβριν πεπρακώς; τίνα δʼ ἂν οὗτος ἐλεήσειεν ὁ αὑτὸν οὐκ ἐλεήσας;
雅典的男人们,我对你们的这桩事也深感诧异:你们既然憎恨蓄妓者,难道却要放免那些自愿卖淫之人吗?而且看来,这同一个男人按照法律将绝不会通过抽签获得任何神明祭司的职位,因为他的肉体不洁;但他却会在政令中为城邦向威严的诸女神起草祈祷文!既然有这等演说家署名于民众的决议案之上,我们又何必对城邦事务的全面废弛感到奇怪呢?难道我们要把一个在家中生活可耻的人作为使节派往城外,并在最重大的事务上托付给这个人吗?一个连自己身体的受辱都予以出卖的人,还有什么不会出卖的呢?一个连自己都不曾怜悯的人,又会去怜悯谁呢?
- 181ταχύ γʼ ἂν Τίμαρχον ἢ τὸν κίναιδον Δημοσθένην εἴασε πολιτεύεσθαι
直陈式过去时 εἴασε 带有小词 ἄν,构成与过去事实相反的虚拟语气。副词 ταχύ 与强调小词 γέ 连用,字面上是“他会很快容许”,实际上表达强烈的反讽与否定(“他断然不会容许……”)。
- 182ὑφʼ οὗ προδήλως ἔμελλεν ἀπολεῖσθαι συγκαθειργμένη
关系代词短语 ὑφʼ οὗ 的先行词是紧邻的 ἵππου(阳性单数),指那匹马:“她显然注定要丧命于其下”。分词 συγκαθειργμένη 为完成时被动语态阴性单数主格,与作为主语的女儿一致,表示伴随状态(“被一同关押着”)。
- 186τό τʼ ἐρέσθαι τοῖς παισὶ καὶ τοῖς μειρακίοις τοὺς ἑαυτῶν οἰκείους, ὅπως τὸ πρᾶγμα κέκριται, πρόχειρον
带冠词不定式短语 τό... ἐρέσθαι 作主语,与表语形容词 πρόχειρον(系动词 ἐστί 省略)构成主谓结构。不定式的逻辑主语采用与格 τοῖς παισὶ καὶ τοῖς μειρακίοις,直接宾语为宾格 τοὺς ἑαυτῶν οἰκείους,其后带有 ὅπως 引导的间接疑问从句。
- 188θαυμάζω δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο, εἰ
动词 θαυμάζω 支配人物属格 ὑμῶν 和事物宾格 κἀκεῖνο(即 καὶ ἐκεῖνο),而其具体内容由条件连词 εἰ 而非 ὅτι 引出。在表示情感的动词之后,用 εἰ 引导从句是古典希腊语表达对既成事实感到惊讶或委婉呈现事实的常规句法。
