← 埃斯基涅斯

控告蒂马科斯

§189-196

揭露辩护人底细与判处蒂马科斯有罪的呼吁

演说者指出蒂马科斯的败坏昭然若揭,揭露了即将为其辩护的三类人的恶劣行径,并极力促请陪审官判其有罪以维护城邦秩序,从而结束全篇演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§189

τίνι δʼ ὑμῶν οὐκ εὔγνωστός ἐστιν ἡ Τιμάρχου βδελυρία; ὥσπερ γὰρ τοὺς γυμναζομένους, κἂν μὴ παρῶμεν ἐν τοῖς γυμνασίοις, εἰς τὰς εὐεξίας αὐτῶν ἀποβλέποντες γιγνώσκομεν, οὕτω τοὺς πεπορνευμένους, κἂν μὴ παρῶμεν αὐτῶν τοῖς ἔργοις, ἐκ τῆς ἀναιδείας καὶ τοῦ θράσους καὶ τῶν ἐπιτηδευμάτων γιγνώσκομεν. ὁ γὰρ ἐπὶ τῶν μεγίστων τοὺς νόμους καὶ τὴν σωφροσύνην ὑπεριδών, ἔχει τινὰ ἕξιν τῆς ψυχῆς ἣ διάδηλος ἐκ τῆς ἀκοσμίας τοῦ τρόπου γίγνεται.

你们当中有谁不能轻易识破蒂马科斯的卑鄙行径?正如那些锻炼体魄的人,即使我们不在体育场内,也能通过审视其健壮的体格认出他们一样;那些出卖色相的人,即便我们未曾亲睹其勾当,亦能从其无耻、傲慢与生活习性中将之识破。因为凡在最重大之事上藐视法律与节制的人,其灵魂皆有一种习性,这习性由其行止的放荡不羁而昭然若揭。

§190

πλείστους δʼ ἂν εὕροιτʼ ἐκ τῶν τοιούτων ἀνθρώπων πόλεις ἀνατετροφότας καὶ ταῖς μεγίσταις συμφοραῖς αὐτοὺς περιπεπτωκότας. μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς τῶν ἀδικημάτων ἀρχὰς ἀπὸ θεῶν, ἀλλʼ οὐκ ἀπʼ ἀνθρώπων ἀσελγείας γίγνεσθαι, μηδὲ τοὺς ἠσεβηκότας, καθάπερ ἐν ταῖς τραγῳδίαις, Ποινὰς ἐλαύνειν καὶ κολάζειν δᾳσὶν ἡμμέναις· ἀλλʼ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν ἡγεῖσθαι, ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτʼ εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει, ταῦτά ἐστιν ἑκάστῳ Ποινή, ταῦτα παρακελεύεται σφάττειν τοὺς πολίτας, ὑπηρετεῖν τοῖς τυράννοις, συγκαταλύειν τὸν δῆμον. οὐ γὰρ τὴν αἰσχύνην οὐδʼ ἃ πείσονται λογίζονται, ἀλλʼ ἐφʼ οἷς κατορθώσαντες εὐφρανθήσονται, τούτοις κεκήληνται. ἐξαιρεῖτʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς τοιαύτας φύσεις, καὶ τὰ τῶν νέων ζηλώματα ἐπʼ ἀρετὴν προτρέψεσθε.

你们定能发现,正是此类人极多地倾覆了城邦,并使自身陷入极大的灾难。雅典的男人们,绝不要以为不义之举的根源出于诸神而非出于人类的骄纵,亦不要以为是复仇女神像悲剧中描写的那样手持燃烧的火把去驱逐和惩罚不敬之人;相反,正是肉体盲目的享乐与欲壑难填的心态充斥了盗匪之穴,驱使人们登上劫掠之舟,正是这些构成了每个人的复仇女神,正是这些催促人们屠杀同胞、服役于僭主、共同倾覆民主政治。因为他们既不计较羞耻,亦不考虑将遭受的惩罚,却完全被事成之后所能享受的欢愉所迷惑。因此,雅典的男人们,请铲除这等本性之人,你们便会将青年人的向往引向美德。

§192

εὖ ἐπίστασθε, καὶ μοι σφόδρα τὸ μέλλον ῥηθήσεσθαι διαμνημονεύετε, εἰ μὲν δώσει τῶν ἐπιτηδευμάτων Τίμαρχος δίκην, ἀρχὴν εὐκοσμίας ἐν τῇ πόλει κατασκευάσετε· εἰ δʼ ἀποφεύξεται, κρείττων ἦν ὁ ἀγὼν μὴ γεγενημένος.1 πρὶν μὲν γὰρ εἰς κρίσιν Τίμαρχον καταστῆναι, φόβον τισὶ παρεῖχεν ὁ νόμος καὶ τὸ τῶν δικαστηρίων ὄνομα· εἰ δʼ ὁ πρωτεύων βδελυρίᾳ καὶ γνωριμώτατος εἰσελθὼν περιγενήσεται, πολλοὺς ἁμαρτάνειν ἐπαρεῖ, καὶ τελευτῶν οὐχ ὁ λόγος, ἀλλʼ ὁ καιρὸς ὑμᾶς ἐξοργιεῖ.

请务必明察,并牢记我接下来要对你们说的话:如果蒂马科斯因其恶习受到惩处,你们便在城邦中确立了良好风纪的开端;但如果他得以脱罪,这场诉讼当初还不如不曾发生。因为在蒂马科斯受审之前,法律与法庭之名尚使某些人心存畏惧;然而,一旦这个卑鄙冠绝一时、恶名最彰之人进入法庭并胜诉,他将煽动许多人肆意妄为,到头来激怒你们的将不再是言辞,而是危机的降临。

§193

μὴ οὖν εἰς ἁθρόους, ἀλλʼ εἰς ἕνα ἀποσκήψατε,2 καὶ τὴν παρασκευὴν καὶ τοὺς συνηγόρους αὐτῶν παρατηρεῖτε· ὧν οὐδενὸς ἐγὼ ὀνομαστὶ μνησθήσομαι, ἵνα μὴ ταύτην ἀρχὴν τοῦ λόγου ποιήσωνται, ὡς οὐκ ἂν παρῆλθον, εἰ μή τις αὐτῶν ὀνομαστὶ ἐμνήσθη. ἀλλʼ ἐκεῖνο ποιήσω· ἀφελὼν τὰ ὀνόματα, διεξιὼν δὲ τὰ ἐπιτηδεύματα, καὶ τὰ σώματα αὐτῶν γνώριμα καταστήσω. ἔσται δʼ αὐτὸς ἑαυτῷ ἕκαστος αἴτιος, ἐὰν δεῦρο ἀναβῇ καὶ ἀναισχυντῇ.

因此,不要向众人,而要向这单独一人降下严惩,并密切注视他们的准备活动及其辩护人。我绝不会指名道姓提及他们中的任何一人,免得他们以此作为辩辞的借口,声称若非有人指名道姓,他们断然不会出庭。但我将采取这一做法:隐去姓名,而详述其恶行,使他们的真面目广为人知。倘若有人登台在此展现无耻,那便纯属其自取其咎。

§194

τούτῳ γὰρ παρίασιν ἐκ τριῶν εἰδῶν συνήγοροι, οἱ μὲν ταῖς καθʼ ἡμέραν δαπάναις ἀνηλωκότες τὰς πατρῴας οὐσίας, οἱ δὲ ταῖς ἡλικίαις καὶ τοῖς ἑαυτῶν σώμασιν οὐ καλῶς κεχρημένοι, καὶ δεδιότες οὐ περὶ Τιμάρχου, ἀλλὰ περὶ ἑαυτῶν καὶ τῶν ἐπιτηδευμάτων μή ποτε εἰς κρίσιν καταστῶσιν· ἕτεροι δʼ ἐκ τῶν ἀκολάστων καὶ τῶν τοῖς τοιούτοις κεχρημένων ἀφθόνως, ἵνα ταῖς βοηθείαις αὐτῶν πιστεύοντες ῥᾷόν τινες ἐξαμαρτάνωσιν.

因为将有三类辩护人出来为他说话:第一类是在日常挥霍中耗尽了祖产之人;第二类是未曾庄重地对待自己的青春与肉体,他们并非为蒂马科斯担忧,而是为自身及其恶习畏惧,唯恐有朝一日自己亦被推上法庭;另有一些则是属于放荡之徒以及大肆利用此类人者,为的是让其他人依仗其庇护而更容易犯下罪行。

§195

ὧν πρὶν τῆς συνηγορίας ἀκοῦσαι τοὺς βίους ἀναμιμνήσκεσθε, καὶ τοὺς μὲν εἰς τὰ σώματα ἡμαρτηκότας μὴ ὑμῖν ἐνοχλεῖν, ἀλλὰ παύσασθαι δημηγοροῦντας κελεύετε· οὐδὲ γὰρ ὁ νόμος τοὺς ἰδιωτεύοντας, ἀλλὰ τοὺς πολιτευομένους ἐξετάζει· τοὺς δὲ τὰ πατρῷα κατεδηδοκότας ἐργάζεσθαι καὶ ἑτέρωθεν κτᾶσθαι τὸν βίον κελεύετε· τοὺς δὲ τῶν νέων, ὅσοι ῥᾳδίως ἁλίσκονται, θηρευτὰς ὄντας εἰς τοὺς ξένους καὶ τοὺς μετοίκους τρέπεσθαι κελεύετε, ἵνα μήτʼ ἐκεῖνοι τῆς προαιρέσεως ἀποστερῶνται μήθʼ ὑμεῖς βλάπτησθε.

在听取他们的辩护之前,请忆及他们的生平:吩咐那些在自身肉体上犯罪之人不要来烦扰你们,而要停止在民会演说——因为法律审查的并非平民百姓,而是从政之士;吩咐那些吞噬了祖产之人靠劳动谋生,从别处获取生计;并吩咐那些猎取易于上钩的青年之人,转而将目标投向外邦人与居留民,使他们既不被剥夺其癖好,你们亦不致遭受损害。

§196

τὰ μὲν οὖν παρʼ ἐμοῦ δίκαια πάντα ἀπειλήφατε· ἐδίδαξα τοὺς νόμους, ἐξήτασα τὸν βίον τοῦ κρινομένου. νῦν μὲν οὖν ὑμεῖς ἐστε τῶν ἐμῶν λόγων κριταί, αὐτίκα δʼ ὑμέτερος ἐγὼ θεατής· ἐν γὰρ ταῖς ὑμετέραις γνώμαις ἡ πρᾶξις καταλείπεται. εἰ οὖν βουλήσεσθε, τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῶν ποιησάντων,3 φιλοτιμότερον ἡμεῖς ἕξομεν τοὺς παρανομοῦντας ἐξετάζειν.

你们从我这里已完全领受了正义之辞:我阐明了法律,详审了受审者的生平。如今你们是我言论的裁判者,而转瞬之间我将成为你们行动的见证人;因为大局的裁决已全留给你们的决断。因此,如果你们愿意,在你们践行了正义与有益之事后,我们将以更大的热忱去纠察违法之徒。

语法注3 条
  1. 192κρείττων ἦν ὁ ἀγὼν μὴ γεγενημένος

    由表示应当或适宜的形容词短语(κρείττων ἦν)与分词(μὴ γεγενημένος)结合构成的惯用句式,无需搭配语气小词 ἄν 即可表达过去与事实相反的含义(“这场诉讼本不如不曾发生”)。直陈式未完成过去时 ἦν 表现了反事实的评判。

  2. 193μὴ οὖν εἰς ἁθρόους, ἀλλʼ εἰς ἕνα ἀποσκήψατε

    动词 ἀποσκήπτω 本义指雷电或风暴击下、袭来,此处隐喻性地用作“降下愤怒或惩罚”。句中形成对比:切勿将怒火倾泻向众人(εἰς ἁθρόους),而应集中严惩这单独一人(εἰς ἕνα)。

  3. 196τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῶν ποιησάντων

    属格独立结构,与前方的条件从句 εἰ οὖν βουλήσεσθε 紧密呼应,表示前提或伴随条件(“在你们行使了正义且有益之事后”)。其逻辑主语为第二人称的听众(ὑμῶν),与主句的主语(ἡμεῖς)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:189-196