← 埃斯基涅斯

控告蒂马科斯

§175-180

专注案情与重视演说者品格的斯巴达之例

演说者告诫审判官不要被德摩斯梯尼转移焦点的伎俩所蒙蔽,而应专注于案件本身,指出雅典在立法与审判时标准脱节的弊病,并援引斯巴达人注重发言者人品的例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§175

μηδενὶ δὴ τρόπῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάνεθʼ ὁρᾶν εἰσεληλυθότα ἀπὸ τοῦ δικαστηρίου οἴκαδε καὶ σεμνυνόμενον ἐν τῇ τῶν μειρακίων διατριβῇ, καὶ διεξιόντα, ὡς εὖ τὸ πρᾶγμα ὑφείλετο τῶν δικαστῶν· ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρχον αἰτιῶν, ἐπέστησα φέρων ἐπὶ τὸν κατήγορον καὶ Φίλιππον καὶ Φωκέας, καὶ φόβους ἐπήρτησα τοῖς ἀκροωμένοις, ὥσθʼ ὁ μὲν φεύγων κατηγόρει, ὁ δὲ κατηγορῶν ἐκρίνετο, οἱ δὲ δικασταί, ὧν μὲν ἦσαν κριταί, ἐπελάθοντο, ὧν δʼ οὐκ ἦσαν, περὶ τούτων ἤκουον.1

因此,绝不要给那智者提供针对你们自身的嘲笑和消遣;相反,请设想看到他从法庭回到家中,在年轻人的聚会中趾高气扬,大肆夸耀自己如何巧妙地瞒过审判官而将案件本身偷梁换柱: “因为我引导他们离开了针对蒂马科斯的指控,转而将注意力猛然引向告发者、腓力以及福基斯人,并把恐惧强加给听众,结果被告反成了控告者,告发者反倒受审,而审判官们忘记了他们本该裁判之事,却去倾听那些他们本不负责裁判的事。”

§176

ὑμέτερον δʼ ἐστὶν ἔργον πρὸς ταῦτα ἀντιτετάχθαι, καὶ πανταχῇ παρακολουθοῦντας μηδαμῇ παρεκκλίνειν αὐτὸν ἐᾶν, μηδὲ τοῖς ἐξαγωνίοις λόγοις διισχυρίζεσθαι· ἀλλʼ ὥσπερ ἐν ταῖς ἱπποδρομίαις εἰς τὸν τοῦ πράγματος αὐτὸν δρόμον εἰσελαύνετε. κἂν ταῦτα ποιῆτε, οὐ καταφρονηθήσεσθε, καὶ τὴν αὐτὴν ἕξετε γνώμην νομοθετοῦντες καὶ δικάζοντες· εἰ δὲ μή, δόξετε μελλόντων μὲν γίγνεσθαι τῶν ἀδικημάτων προαισθάνεσθαι καὶ ὀργίζεσθαι, γεγονότων δὲ οὐκέτι φροντίζειν.

对抗这些手段,紧紧跟住他而不容许他有任何偏离,不让他坚持那些案外之辞,乃是你们的职责;相反,正如在赛马中那样,把他赶入案件的跑道。如果你们这样做,你们就不会被人轻视,并在立法和审判时保持相同的意向;如果不然,你们就会显得在不法行为即将发生时预先察觉并感到愤慨,而当事情已经发生时却不再予以理会。

§177

ὡς δʼ ἐν κεφαλαίῳ εἰρῆσθαι, ἐὰν μὲν κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δʼ ἀφιῆτε, καλοὶ μέν, κύριοι δʼ οὐκέτι. ὧν δʼ ἕνεκα ταῦτα λέγω, οὐκ ὀκνήσω πρὸς ὑμᾶς παρρησιάσασθαι. ἔσται δʼ ὁ λόγος ἐπὶ παραδείγματος. διὰ τί οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους μὲν καλῶς κεῖσθαι, τὰ δὲ ψηφίσματα εἶναι τὰ τῆς πόλεως καταδεέστερα, καὶ τὰς κρίσεις ἐνίοτε τὰς ἐν τοῖς δικαστηρίοις ἔχειν ἐπιπλήξεις;

概括而言,如果你们惩处作恶之人,法律对你们而言就会是良善且有效的;但如果你们予以释放,法律虽仍良善,却不再具有效力。至于我为何说这些话,我绝不迟疑向你们坦诚直言。这番话将建立在一个实例之上。雅典的男人们,你们认为究竟为了什么,法律制定得很好,城邦的法令却逊色得多,而法庭中的判决有时也会招致责难呢?

§178

ἐγὼ τὰς τούτων αἰτίας ἐπιδείξω. ὅτι τοὺς μὲν νόμους τίθεσθε ἐπὶ πᾶσι δικαίοις, οὔτε κέρδους ἕνεκʼ ἀδίκου, οὔτε χάριτος οὔτʼ ἔχθρας, ἀλλὰ πρὸς αὐτὸ μόνον τὸ δίκαιον καὶ τὸ συμφέρον ἀποβλέποντες· ἐπιδέξιοι δʼ οἶμαι φύντες ἑτέρων μᾶλλον, εἰκότως καλλίστους νόμους τίθεσθε. ἐν δὲ ταῖς ἐκκλησίαις καὶ τοῖς δικαστηρίοις πολλάκις ἀφέμενοι τῶν εἰς αὐτὸ τὸ πρᾶγμα λόγων, ὑπὸ τῆς ἀπάτης καὶ τῶν ἀλαζονευμάτων ὑπάγεσθε, καὶ πάντων ἀδικώτατον ἔθος εἰς τοὺς ἀγῶνας παραδέχεσθε· ἐᾶτε γὰρ τοὺς ἀπολογουμένους ἀντικατηγορεῖν τῶν κατηγορούντων.

我来指出其原因。这是因为你们制定法律是基于一切正当的标准,既不是出于不当得利,也不是出于偏袒或敌意,而是唯独着眼于正义与利益本身;并且我认为,由于你们天生比其他人更具才智,自然能制定出最优秀的法律。然而在公民大会和法庭中,你们却常常放弃针对事件本身的论说,受到欺骗与虚夸言论的诱导,并把所有做法中最不公的恶习引入诉讼:因为你们容许被告反诉控告他们的人。

§179

ἐπειδὰν δʼ ἀπὸ τῆς ἀπολογίας ἀποσπασθῆτε καὶ τὰς ψυχὰς ἐφʼ ἑτέρων γένησθε, εἰς λήθην ἐμπεσόντες τῆς κατηγορίας, ἐξέρχεσθʼ ἐκ τῶν δικαστηρίων, οὐδὲ παρʼ ἑτέρου δίκην εἰληφότες, οὔτε παρὰ τοῦ κατηγόρου, ψῆφος γὰρ κατʼ αὐτοῦ οὐ δίδοται, οὔτε παρὰ τοῦ ἀπολογουμένου, ταῖς γὰρ ἀλλοτρίαις αἰτίαις ἀποτριψάμενος τὰ ὑπάρχοντα αὑτῷ ἐγκλήματα ἐκπέφευγεν ἐκ τοῦ δικαστηρίου· οἱ δὲ νόμοι καταλύονται καὶ ἡ δημοκρατία διαφθείρεται καὶ τὸ ἔθος ἐπὶ πολὺ προβαίνει· εὐχερῶς γὰρ ἐνίοτε λόγον ἄνευ χρηστοῦ βίου προσδέχεσθε.

每当你们被引离真正的抗辩,心思转向别处,陷入对控罪的遗忘之中时,你们便走出法庭,却未曾向任何一方索取惩罚——既没有向告发者索取,因为并没有针对他的表决;也没有向被告索取,因为他借着无关的指控抹去了针对自己的罪名,从而逃离了法庭;于是法律被废止,民主政体被破坏,这种习气大肆蔓延;因为你们有时轻易地接纳了没有良善品行相伴的言辞。

§180

ἀλλʼ οὐ Λακεδαιμόνιοι· καλὸν δʼ ἐστὶ καὶ τὰς ξενικὰς ἀρετὰς μιμεῖσθαι. δημηγοροῦντος γάρ τινος ἐν τῇ τῶν Λακεδαιμονίων ἐκκλησίᾳ, ἀνδρὸς βεβιωκότος μὲν αἰσχρῶς, λέγειν δʼ εἰς ὑπερβολὴν δυνατοῦ, καὶ τῶν Λακεδαιμονίων, ὥς φασι, κατὰ τὴν ἐκείνου γνώμην ψηφίζεσθαι μελλόντων, παρελθών τις τῶν γερόντων, οὓς ἐκεῖνοι καὶ αἰσχύνονται καὶ δεδίασι, καὶ τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν μεγίστην εἶναι νομίζουσι, καθιστᾶσι δʼ αὐτοὺς ἐκ τῶν ἐκ παιδὸς εἰς γῆρας σωφρόνων, τούτων εἷς, ὡς λέγεται, παρελθὼν ἰσχυρῶς ἐπέπληξε2 τοῖς Λακεδαιμονίοις, καί τι τοιοῦτον κατʼ αὐτῶν ἐβλασφήμησεν, ὡς οὐ πολὺν χρόνον τὴν Σπάρτην ἀπόρθητον οἰκήσουσι, τοιούτοις ἐν ταῖς ἐκκλησίαις συμβούλοις χρώμενοι.

然而斯巴达人却非如此;效仿异邦的美德也是值得称赞的。在斯巴达人的公民大会上,曾有一人发表演说,此人生活不端,却极善辞令;据说当时斯巴达人正准备按照他的意见进行表决,长者中的一人走上前去——长者是斯巴达人既敬重又畏惧的,他们视长者的年龄之名即为最高的职位,并从自幼至老都严谨克制的人中选任长者——据传,这些人中的一个走上前来,严厉斥责了斯巴达人,并对他们发出了这样一番严厉的警告:如果在公民大会中采用这等人物充当谋士,他们将无法长久地在未遭蹂躏的斯巴达居住下去。

语法注2 条
  1. 175ὧν μὲν ἦσαν κριταί, ἐπελάθοντο, ὧν δʼ οὐκ ἦσαν, περὶ τούτων ἤκουον

    前半句中动词 ἐπελάθοντο 所要求的属格先行词(τούτων)被省略,关系代名词 ὧν 则取了与 κριταί 连用的客观属格形式;后半句中关系从句 ὧν δʼ οὐκ ἦσαν [κριταί] 前置,先行词 περὶ τούτων 后置,构成鲜明的对仗结构。

  2. 180παρελθών τις τῶν γερόντων, οὓς ἐκεῖνοι καὶ αἰσχύνονται καὶ δεδίασι, καὶ τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν μεγίστην εἶναι νομίζουσι, καθιστᾶσι δʼ αὐτοὺς ἐκ τῶν ἐκ παιδὸς εἰς γῆρας σωφρόνων, τούτων εἷς, ὡς λέγεται, παρελθὼν ἰσχυρῶς ἐπέπληξε

    在句首的主语和分词 παρελθών τις τῶν γερόντων 之后,插入了长篇关系从句(οὓς...)及并列分句(καθιστᾶσι δʼ...);主语和分词随后通过复现结构(epanalepsis)被再次表述为 τούτων εἷς ... παρελθών,进而连接至主句动词 ἐπέπληξε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:175-180