← 埃斯基涅斯

控告蒂马科斯

§167-174

揭露德摩斯梯尼的离题诽谤与害人罪行

演说者警告称德摩斯梯尼企图偏离案情,借菲力父子及使团事务发难;他揭露了德摩斯梯尼早年诱骗青年阿里斯塔科斯并导致尼科德莫斯惨遭杀害的罪行,告诫审判官勿被其转移审判焦点的伎俩所蒙蔽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§167

τὸ μὲν γὰρ εἰς τὸν Φίλιππον τῷ λόγῳ πλημμελεῖν1 ἀμαθὲς μὲν καὶ ἄκαιρον, ἔλαττον δʼ οὗ μέλλω λέγειν ἁμάρτημα· ὁμολογουμένως γὰρ εἰς ἄνδρα, καίπερ οὐκ ὢν αὐτὸς ἀνήρ, τὰς βλασφημίας ποιήσεται· ὅταν δὲ ταῖς εἰς τὸν παῖδα πεπραγματευμέναις μεταφοραῖς ὀνομάτων αἰσχρὰς ὑποψίας παρεμβάλλῃ, καταγέλαστον τὴν πόλιν ποιεῖ.

因为在言辞上冒犯腓力固然无知且不合时宜,但比我将要述及的事算是个较小的过失;因为公认的是,尽管他自己算不上个男人,却终究是对一个成年男子进行诽谤;然而,当他通过针对少年的费尽心思的隐喻措辞引入可耻的猜疑时,他便使城邦沦为了笑柄。

§168

ὡς γὰρ τὰς ἐμὰς εὐθύνας βλάπτων,2 ἃς ὑπὲρ τῆς πρεσβείας μέλλω διδόναι, φησί με, ὅτʼ αὐτὸς πρώην ὑπὲρ τοῦ παιδὸς Ἀλεξάνδρου διεξῄει, ὡς ἔν τῳ πότῳ ἡμῶν κιθαρίζοι καὶ λέγοι ῥήσεις τινὰς καὶ ἀντικρούσεις πρὸς ἕτερον παῖδα, καὶ περὶ τούτων ἃ δή ποτε αὐτὸς ἐτύγχανε γιγνώσκων πρὸς τὴν βουλὴν ἀπεφήνατο, οὐχ ὡς συμπρεσβευτήν, ἀλλʼ ὡς συγγενῆ τοῖς εἰς τὸν παῖδα σκώμμασιν ἀγανακτῆσαι.

因为他企图损害我就使团出使一事即将接受的述职审查,声称当他前不久就少年亚历山大发表长篇大论,讲述他在我们的宴饮中如何弹奏里拉琴、朗诵某些诗句并与另一位少年对答,并且向议事会陈述了他自称知晓的有关这些事情时,我对针对该少年的嘲讽感到愤慨,并非出于同僚使节的立场,而是宛如其亲属一般。

§169

ἐγὼ δʼ Ἀλεξάνδρῳ μὲν εἰκότως διὰ τὴν ἡλικίαν οὐ διείλεγμαι, Φίλιππον δὲ νῦν μὲν διὰ τὴν τῶν λόγων εὐφημίαν ἐπαινῶ· ἐὰν δʼ ὁ αὐτὸς ἐν τοῖς πρὸς ἡμᾶς ἔργοις γένηται, οἷος νῦν ἐστιν ἐν τοῖς ἐπαγγέλμασιν, ἀσφαλῆ καὶ ῥᾴδιον τὸν καθʼ αὑτοῦ ποιήσεται ἔπαινον. ἐπετίμησα δʼ ἐν τῷ βουλευτηρίῳ Δημοσθένει οὐ τὸν παῖδα ἐκθεραπεύων, ἀλλʼ ἐὰν τὰ τοιαῦτα ἀποδέχησθε, ὁμοίαν νομίζων τὴν πόλιν φανήσεσθαι τῇ τοῦ λέγοντος ἀκοσμίᾳ.

然而,由于年龄的缘故,我自然未曾与亚历山大交谈过;至于腓力,我目前因其言辞的善意而赞赏他;但如果他在对待我们的行动中也如同他现在在许诺中一样,他就会使对自己的赞赏变得稳妥而轻而易举。我在议事厅里训斥德摩斯梯尼,绝非为了巴结那少年,而是认为如果你们容纳这类言行,城邦就会显得与发言者的下流无异。

§170

ὅλως δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ἔξωθεν τοῦ πράγματος ἀπολογίας μὴ προσδέχεσθε, πρῶτον μὲν τῶν ὅρκων ἕνεκα οὓς ὠμόσατε, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ παρακρουσθῆναι ὑπὸ ἀνθρώπου τεχνίτου λόγων. μικρὸν δʼ ἄνωθεν ἄρξομαι διδάσκειν ὑμᾶς. Δημοσθένης γάρ, ἐπειδὴ τὴν πατρῴαν οὐσίαν ἀνήλωσε, περιῄει τὴν πόλιν θηρεύων νέους πλουσίους, ὧν οἱ μὲν πατέρες ἐτετελευτήκεσαν, αἱ δὲ μητέρες διῴκουν τὰς οὐσίας. πολλοὺς δʼ ὑπερβὰς ἑνὸς τῶν δεινὰ πεπονθότων μνησθήσομαι.

雅典的男人们,总而言之,绝不要接受案情之外的辩解,首先是出于你们所立誓言的缘故,其次是为了不被一个言辞的弄巧者所蒙骗。我将从稍远一点的源头开始告知你们。德摩斯梯尼在耗尽其父产之后,在城中到处转悠,猎取那些父亲已经去世、母亲主持家产的富家青年。在略去许多人之后,我将提及那些遭受悲惨下场的人中的一位。

§171

κατιδὼν γὰρ οἰκίαν πλουσίαν καὶ οὐκ εὐνομουμένην, ἧς ἡγεμὼν μὲν ἦν γυνὴ μέγα φρονοῦσα καὶ νοῦν οὐκ ἔχουσα, νεανίσκος δὲ ὀρφανὸς ἡμιμανὴς διεχείριζε τὴν οὐσίαν, Ἀρίσταρχος ὁ τοῦ Μόσχου, τούτου προσποιησάμενος ἐραστὴς εἶναι, καὶ τὸ μειράκιον εἰς τὴν φιλανθρωπίαν ταύτην προκαλεσάμενος, ἐλπίδων κενῶν ἐμπλήσας, ὡς αὐτίκα δὴ μάλα τῶν ῥητόρων πρωτεύσοντα, κατάλογον ἀποφαίνων,3 τοιούτων εἰσηγητὴς αὐτῷ καὶ διδάσκαλος ἔργων ἐγένετο, ἐξ ὧν ἐκεῖνος μὲν φεύγει τὴν πατρίδα, οὗτος δʼ αὐτοῦ τὰ τῆς φυγῆς ἐφόδια προλαβὼν τρία τάλαντα ἀπεστέρηκε, Νικόδημος δʼ ὁ Ἀφιδναῖος ὑπʼ Ἀριστάρχου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν ἐκτμηθείς,4 ᾗ ἐπαρρησιάζετο πιστεύων τοῖς νόμοις καὶ ὑμῖν.

因为他看中了一户富有却缺乏管治的人家,那家的主事者是一个自命不凡且没有头脑的女人,而主持家产的是一个半疯的孤儿青年,即莫斯科斯之子阿里斯塔科斯;他便假装是这青年的情人,诱导这年轻小伙进入这种亲密关系,用虚妄的希望填满他的头脑,让他以为马上就能在演说家中拔得头筹,出示着名册,他在这些行径上成了他的提议者和导师,结果那青年背井离乡流亡在外,而此人预先夺走他三塔兰同的流亡旅费而侵吞了这笔钱,阿菲德纳区的尼科德莫斯则死于阿里斯塔科斯之手的横祸,那可怜的人被剜去了双眼,割去了他在信赖法律和你们而坦诚直言时所运用的舌头。

§173

ἔπειθʼ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Σωκράτην μὲν τὸν σοφιστὴν ἀπεκτείνατε, ὅτι Κριτίαν ἐφάνη πεπαιδευκώς, ἕνα τῶν τριάκοντα τῶν τὸν δῆμον καταλυσάντων, Δημοσθένης δʼ ὑμῖν ἑταίρους ἐξαιρήσεται, ὁ τηλικαύτας τιμωρίας λαμβάνων παρὰ τῶν ἰδιωτῶν καὶ δημοτικῶν ἀνθρώπων ὑπὲρ τῆς ἰσηγορίας, ᾧ παρακεκλημένοι τινὲς τῶν μαθητῶν ἥκουσιν ἐπὶ τὴν ἀκρόασιν· κατεπαγγέλλεται γὰρ πρὸς αὐτούς, ἐργολαβῶν ἐφʼ ὑμᾶς, ὡς ἐγὼ πυνθάνομαι, λήσειν μεταλλάξας τὸν ἀγῶνα καὶ τὴν ὑμετέραν ἀκρόασιν, καὶ περιστήσειν5 τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ, ἐκπεπλῆχθαι δὲ τῷ κατηγόρῳ καὶ πεφοβῆσθαι περὶ αὑτοῦ, τοσούτους δὲ καὶ τηλικούτους ἐκκαλεῖσθαι παρὰ τῶν δικαστῶν θορύβους, παρεμβάλλων τὰς ἐμὰς δημηγορίας καὶ ψέγων τὴν εἰρήνην τὴν διʼ ἐμοῦ καὶ Φιλοκράτους γεγενημένην, ὥστʼ οὐδὲ ἀπαντήσεσθαί με ἐπὶ τὸ δικαστήριον ἀπολογησόμενον, ὅταν τῆς πρεσβείας τὰς εὐθύνας διδῶ, ἀλλʼ ἀγαπήσειν, ἐὰν μετρίῳ τιμήματι περιπέσω καὶ μὴ θανάτῳ ζημιῶμαι.

然后,雅典的男人们,你们处死了智者苏格拉底,因为他被查明曾教育过推翻民主的三十人僭主之一克里提亚斯,而德摩斯梯尼却要从你们手中救出其同伴吗——此人因他人的言论自由而向平民和民主人士施加如此严酷的报复,他的某些门生受其召集甚至前来旁听审讯;因为据我所知,他把你们当作承包的活计,向他们许诺,自己能神不知鬼不觉地转移审判的焦点和你们的注意力,并且扭转局势,使得当他自己走上前来时,被告胸有成竹,而告发者惊慌失措并为自身担忧,还通过穿插我的公民大会演说、谴责经由我和菲洛克拉特斯达成的和平,从审判官那里引出如此众多且巨大的喧嚣,以至于当我为出使接受述职审查时,甚至不敢出庭抗辩,而是只要遭受适度的罚款而不被处死便会心满意足了。

语法注5 条
  1. 167τὸ μὲν γὰρ εἰς τὸν Φίλιππον τῷ λόγῳ πλημμελεῖν

    带冠词的不定式短语 τὸ... πλημμελεῖν 充当主语,表语名词为 ἁμάρτημα。后接的 οὗ μέλλω λέγειν 是修饰比较级 ἔλαττον 的比较属格,关系代词 οὗ 吸收了先行词(相当于 τούτου ὃ μέλλω λέγειν)。

  2. 168ὡς γὰρ τὰς ἐμὰς εὐθύνας βλάπτων

    小词 ὡς 修饰分词 βλάπτων,表示主观动机或意图(“意图损害我的账目审查”)。间接引语的骨架由主动词 φησί 统辖,带宾格主语 με 和不定式 ἀγανακτῆσαι,即 φησί με... ἀγανακτῆσαι(“他声称我感到愤慨”)。

  3. 172κατάλογον ἀποφαίνων

    在语境中,该分词短语指展示一份名单(针对控告或惩处的清单)。在构文上,它作为状语分词之一,直接引出后面的主句 τοιούτων εἰσηγητὴς αὐτῷ καὶ διδάσκαλος ἔργων ἐγένετο。

  4. 172ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν ἐκτμηθείς

    被动态分词 ἐκκοπείς 与 ἐκτμηθείς 支配表示受影响身体部位的宾格(ἀμφοτέρους τοὺς ὀφθαλμούς 和 τὴν γλῶτταν),属于典型的“关系宾格/身体部位宾格”。ὁ δείλαιος 作为同位语插入修饰尼科德莫斯。

  5. 173κατεπαγγέλλεται γὰρ πρὸς αὐτούς... λήσειν μεταλλάξας... καὶ περιστήσειν

    动词 κατεπαγγέλλεται(承诺、夸口)统领将来时不定式 λήσειν 与 περιστήσειν。动词 λανθάνω(λήσειν)与分词 μεταλλάξας 连用,表示“神不知鬼不觉地转移……”;περιστήσειν(使情况逆转)则统领带有与格(τῷ μὲν φεύγοντι, τῷ κατηγόρῳ)和不定式(θαρρεῖν, ἐκπεπλῆχθαι)的复杂结构,并最终引出 ὥστε 结果从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:167-174