← 埃斯基涅斯

控告蒂马科斯

§160-166

驳斥契约抗辩与对德摩斯梯尼转移视线的预警

演说者论证称,无论有无书面契约,卖淫行为本身即依法剥夺公民公权,并通过设想荒谬的诉讼场景驳斥契约论,随后预警辩护人德摩斯梯尼将引入不相干的马其顿外交政局来转移视线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§160

ἐὰν δʼ ἐπιχειρῶσι λέγειν, ὡς οὐχ ἡταίρηκεν ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη,1 καὶ γραμματεῖον καὶ μάρτυρας ἀξιῶσί με τούτων παρασχέσθαι, πρῶτον μὲν τοὺς περὶ τῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐν οἷς οὐδαμοῦ μνείαν ὁ νομοθέτης περὶ συνθηκῶν πεποίηται. οὐ γάρ, εἰ κατὰ γραμματεῖόν τις ἑαυτὸν κατῄσχυνε, τοῦτʼ ἐξήτασεν, ἀλλὰ παντελῶς, ὅπως ἂν ἡ πρᾶξις γένηται, τὸν πράξαντα κελεύει μὴ μετέχειν τῶν τῆς πόλεως κοινῶν. εἰκότως· ὅστις γὰρ νέος ὢν ἀπέστη διʼ αἰσχρὰς ἡδονὰς τῆς εἰς τὰ καλὰ φιλοτιμίας, τοῦτον οὐκ ᾠήθη δεῖν πρεσβύτερον γενόμενον ἐπίτιμον εἶναι.

如果他们企图宣称,凡不是按照书面契约受雇的人便算不上卖淫,并且要求我就这些事提供书面契约与证人,那么首先请你们记住关于卖淫的法律,其中立法者绝未提及契约。因为他并未审查某人是否根据契约玷污了自身,而是一概规定,无论行为是以何种方式发生的,凡行此事者皆不得参与城邦的公共事务。这理所当然;因为他认为,凡在年轻时因可耻的享乐而背离了追求美德之进取心的人,到了年长之后不应当继续享有公民权。

§161

ἔπειτα καὶ τὴν εὐήθειαν τοῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γὰρ ἂν τοῦθʼ ὁμολογήσαιμεν, ὅτι τὰς συνθήκας τῆς πρὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνα ὁ μὴ παραβὰς τὰ γεγραμμένα δίκην λάβῃ τῇ ψήφῳ παρὰ τοῦ παραβάντος. οὐκοῦν, εἴπερ τὸ πρᾶγμα δίκης προσδεῖται, τοῖς κατὰ γραμματεῖον ἡταιρηκόσιν, ἂν ἀδικῶνται, ἡ τῶν νόμων ὡς οὗτοί φασιν ἐπικουρία καταλείπεται. καὶ τίς ἂν λόγος ἑκατέρου φανείη; μὴ γὰρ ὑπʼ ἐμοῦ λεγόμενον, ἀλλὰ γιγνόμενον τὸ πρᾶγμα νομίσαθʼ ὁρᾶν.

其次,要检验这种论调的愚蠢也是轻而易举的。因为我们大家都会同意这一点:我们立下契约是出于彼此之间的不信任,以便未违反书面条款的一方可以通过审判投票从违约者那里讨回公道。因此,如果此事确实需要诉讼解决,按照他们的说法,那些根据契约卖淫的人若遭受不公,便仍可享有法律的庇护。那么双方又会发表怎样的说辞呢?请设想你们看到的不是我口中的陈述,而是实际发生的情景。

§162

ἔστω γὰρ ὁ μὲν μισθωσάμενος δίκαιος εἰς τὸ πρᾶγμα, ὁ δὲ μισθωθεὶς ἄδικος καὶ βέβαιος, ἢ πάλιν τοὐναντίον ὁ μὲν μισθωθεὶς μέτριος καὶ ποιῶν τὰ ὡμολογημένα, ὁ δὲ τὴν ἡλικίαν προλαβὼν καὶ μισθωσάμενος ἐψεύσθω·2 καὶ δικαστὰς ὑμᾶς αὐτοὺς ὑπολάβετε καθῆσθαι. οὐκοῦν ὁ πρεσβύτερος, ἀποδοθέντος τοῦ ὕδατος αὐτῷ καὶ λόγου, κατηγορῶν μετὰ σπουδῆς, βλέπων δηλονότι πρὸς ὑμᾶς, λέξει· ἐμισθωσάμην, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχον ἑταιρεῖν ἐμαυτῷ κατὰ τὸ γραμματεῖον τὸ παρὰ Δημοσθένει κείμενον· οὐδὲν γὰρ κωλύει οὕτως εἰρῆσθαι· ὁ δʼ οὐ ποιεῖ μοι τὰ ὡμολογημένα. καὶ ταῦτʼ ἤδη διέξεισι δηλονότι πρὸς τοὺς δικαστάς, λέγων ἃ χρὴ τὸν τοιοῦτον ποιεῖν. ἔπειτα οὐ καταλευσθήσεται ὁ μισθούμενος τὸν Ἀθηναῖον παρὰ τοὺς νόμους, καὶ προσοφλὼν ἄπεισιν ἐκ τοῦ δικαστηρίου οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν ὕβριν;3

假定雇主在这桩交易中是公道的,而受雇者却不公且顽固;或者反过来,受雇者恭顺并履行了约定,而那位年长且出资雇用的人却背信弃义;并请设想你们自己正作为审判官就座。那么,在被分与水钟计时和发言权之后,年长者神情严肃地进行控诉,显然注视着你们说道: “雅典的男人们,我根据存放在德摩斯梯尼那里的契约,雇用了蒂马科斯来向我卖淫”——因为没有任何东西阻止事情被这样说出来—— “但他却没有对我履行约定的事项。” 显然,他随即会向审判官们详细陈述这些,说明这样的人应当做些什么。那么,这位违犯法律雇用雅典公民的人,岂不会遭到乱石投掷,并且离开法庭时不仅要被追加罚款,还要承受巨大的羞辱吗?

§164

ἀλλʼ οὐχ οὗτος, ἀλλʼ ὁ μισθωθεὶς δικάζεται. λεγέτω δὴ παρελθών, ἢ ὁ σοφὸς Βάταλος ὑπὲρ αὐτοῦ, ἵνʼ εἰδῶμεν τί ποτʼ ἐρεῖ. ἄνδρες δικασταί, ἐμισθώσατό με ἑταιρεῖν αὑτῷ ἀργυρίου ὁστισδηποτοῦν. οὐδὲν γὰρ διαφέρει· κἀγὼ μὲν ἅπαντα καὶ πεποίηκα καὶ ἔτι καὶ νῦν ποιῶ κατὰ τὸ γραμματεῖον, ἃ χρὴ ποιεῖν τὸν ἑταιροῦντα· οὗτος δὲ ὑπερβαίνει τὰς συνθήκας. ἔπειτʼ οὐ πολλὴ κραυγὴ παρὰ τῶν δικαστῶν αὐτῷ ἀπαντήσεται; τίς γὰρ οὐκ ἐρεῖ· ἔπειτα ἐμβάλλεις εἰς τὴν ἀγοράν, ἢ στεφανοῖ, ἢ πράττεις τι τῶν αὐτῶν ἡμῖν; οὐκοῦν οὐδὲν ὄφελος τῆς συγγραφῆς.

“但不是此人,而是受雇者提起诉讼。”那么就让他本人走上前来说,或者让聪明的巴塔罗斯替他说,好让我们知道他究竟会说些什么: “审判官先生们,某某人用金钱雇用了我向他卖淫”——因为究竟是谁并无区别—— “而我已经根据契约做了一切卖淫者该做的事,并且至今仍在做;但他却违背了协议。” 那时,审判官们岂不会对他报以巨大的怒吼吗?因为谁不会质问: “那你还踏入广场,或是佩戴花冠,或是与我们履行同样的公职吗?” 因此,书面契约毫无用处。

§165

πόθεν οὖν ἴσχυκε καὶ σύνηθες γεγένηται λέγειν, ὡς κατὰ γραμματεῖον ἤδη τινὲς ἡταίρησαν, ἐρῶ. ἀνὴρ εἷς τῶν πολιτῶν (τὸ δʼ ὄνομα οὐ λέξω· τὰς γὰρ ἀπεχθείας φεύγω) οὐδὲν προϊδόμενος ὧν ὀλίγῳ πρότερον ἐγὼ διεξῆλθον πρὸς ὑμᾶς, λέγεται κατὰ συνθήκας ἡταιρηκέναι τὰς παρʼ Ἀντικλεῖ κειμένας· οὐκ ὢν δʼ ἰδιώτης, ἀλλὰ πρὸς τὰ κοινὰ προσιὼν καὶ λοιδορίαις περιπίπτων, εἰς συνήθειαν ἐποίησε τοῦ λόγου τούτου τὴν πόλιν καταστῆναι, καὶ διὰ τοῦτο ἐρωτῶσί τινες, εἰ κατὰ γραμματεῖον ἡ πρᾶξις γεγένηται. ὁ δὲ νομοθέτης οὐχ ὅπως τὸ πρᾶγμα γεγένηται ἐφρόντισεν, ἀλλʼ ἐὰν ὁπωσοῦν μίσθωσις γένηται, κατέγνωκε τοῦ πράξαντος αἰσχύνην.

那么,关于某些人曾根据契约卖淫的说法究竟从何处获得依凭并成为习惯之谈,我来告诉你们。一位公民(我不说他的名字,因为我要避免树敌)对我不久前向你们详述的事毫无预见,据说曾根据存放在安提克勒斯那里的契约卖淫;但他并非一介平民,而是涉足公共事务并招致谩骂,这使得这种论调在城邦中蔚成风气,正因如此才有人询问该行为是否依凭书面契约发生。然而立法者并未在意事情是如何发生的;只要发生了任何形式的雇佣,他就判定行为人承担耻辱。

§166

ἀλλʼ ὅμως οὕτω σαφῶς τούτων διωρισμένων, πολλαὶ παρεμβολαὶ λόγων ὑπὸ Δημοσθένους εὑρεθήσονται. καὶ ταῖς μὲν ὑπὲρ τοῦ πράγματος κακοηθείαις λεγομέναις ἧττον ἄν τις ἀγανακτήσειεν· ἃ δὲ ἔξωθεν ἐπεισάξεται λυμαινόμενος τὰ τῆς πόλεως δίκαια, ἐπὶ τούτοις ἄξιόν ἐστιν ὀργισθῆναι. πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται,4 ἀναμειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς ἄμουσός τις οὗτος καὶ ἀπαίδευτος ἄνθρωπός ἐστι.

然而,尽管这些事情已被界定得如此清晰,德摩斯梯尼仍会想出许多题外话。对于就案件本身所发表的恶毒言辞,人们或许还不至于那么愤怒;但他为了损害城邦的正义而从外部引入的话题,却理应激起愤怒。因为腓力的话题将被大谈特谈,其子亚历山大的名字也会被牵扯进来。毕竟除了其他恶劣品质之外,这人还是个粗俗无知、缺乏教养之徒。

语法注4 条
  1. 160ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη

    在由 ὅστις 引导的关系从句中使用否定词 μή,是因为此处具有泛指或条件性含义(“凡非依据契约受雇者”),而非指称具体的特定个体。

  2. 162ἐψεύσθω

    动词 ψεύδω 的完成时被动/中间语态第三人称单数祈使语气。此处用作让步或假设性祈使,设定了思想实验的前提(“姑且假定他违背了诺言”)。

  3. 163προσοφλὼν ἄπεισιν ἐκ τοῦ δικαστηρίου οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν ὕβριν

    προσοφλών 是 προσοφλισκάνω(额外承担、被追加判处)的第二不定过去时主动态分词。它与主要动词 ἄπεισιν(将离去)连用,同时支配字面上的法定败诉罚金(ἐπωβελία,六分之一罚金)与比喻性的社会谴责(πολλὴν ὕβριν,巨大的羞辱)。

  4. 166πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται

    形容词 πολύς 置于表语位置并修饰人称主语(ὁ Φίλιππος)的习惯用法,意为“关于腓力的话题将被大谈特谈”或“腓力将被频繁提起”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:160-166