- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:154-159
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者提醒审判官蒂马科斯因挥霍家产与卖淫而受审,列举了因节制而受到爱慕的俊美青年与臭名昭著的男妓作对比,并要求陪审员裁定应将蒂马科斯归入哪一类阵营。
πῶς διῴκηκε τὴν ἑαυτοῦ οὐσίαν; κατεδήδοκε τὰ πατρῷα καὶ μεμισθαρνηκὼς τῷ σώματι καὶ δωροδοκῶν δημοσίᾳ πάντʼ ἠφάνικεν, ὥστε μηδὲν ἄλλʼ ἢ τὰς αἰσχύνας αὐτῷ περιεῖναι. χαίρει δὲ τῷ συνών; Ἡγησάνδρῳ. ὁ δʼ Ἡγήσανδρος ἐκ τίνων ἐστὶν ἐπιτηδευμάτων; ἐκ τούτων ἃ τὸν πράξαντα οἱ νόμοι ἀπαγορεύουσι μὴ δημηγορεῖν.1 ἐγὼ δὲ τί λέγω κατὰ Τιμάρχου, καὶ τίνα ποτʼ ἐστὶν ἃ ἀντιγέγραμμαι; δημηγορεῖν Τίμαρχον πεπορνευμένον καὶ τὴν πατρῴαν οὐσίαν κατεδηδοκότα. ὑμεῖς δὲ τί ὀμωμόκατε; ὑπὲρ αὐτῶν ψηφιεῖσθαι ὧν ἂν ἡ δίωξις ᾖ.
他是如何管理自己的财产的?他耗尽了祖传的家业,通过出租肉体受雇营生,并在公职中收受贿赂,将一切荡涤殆尽,以致除了耻辱之外,他一无所剩。他又乐于同谁交往?同黑格桑德罗斯。而黑格桑德罗斯又有着怎样的行径?有着那些法律禁止践行者在公民大会上演说的行径。而我对蒂马科斯提出了何种指控,我在起诉书中所写的究竟是什么?那就是蒂马科斯身为男妓且挥霍了祖产,却仍在公开发表演说。而你们起誓的内容又是什么?正是要对起诉所针对的那些事项作出裁决。
ἵνα δὲ μὴ μακρολογῶ περὶ τῶν ποιητῶν διεξιών, ἀνδρῶν ἐρῶ πρεσβυτέρων καὶ γνωρίμων ὑμῖν ὀνόματα καὶ μειρακίων καὶ παίδων, ὧν τοῖς μὲν διὰ τὴν εὐπρέπειαν πολλοὶ γεγόνασιν ἐρασταί, ἐνίοις δὲ τῶν ἐν ἡλικίᾳ ἔτι καὶ νῦν εἰσίν, ὧν οὐδεὶς πώποτʼ εἰς τὰς αὐτὰς αἰτίας ἀφῖκται Τιμάρχῳ· καὶ πάλιν ὑμῖν ἀντιδιέξειμι ἀνθρώπων πεπορνευμένων αἰσχρῶς καὶ φανερῶς ὀνόματα, ἵνα ὑμεῖς ἀναμνησθέντες κατανείμητε εἰς τὴν προσήκουσαν τάξιν Τίμαρχον.
为了不因详谈诗人们而冗词赘语,我将列举出你们熟知的较年长之人、青年和少年的名字;他们当中,有的因容貌俊美曾有众多追求者,有的目前正值年华而至今仍有追求者,但他们之中从未有人遭受过与蒂马科斯相同的指责;反过来,我还要为你们列举出那些可耻而公开出卖肉体之人的名字,好让你们在唤起回忆之后,把蒂马科斯归入适得其所的行列。
πρῶτον δὲ λέξω τὰ τῶν ἐλευθερίως καὶ καλῶς βεβιωκότων ὀνόματα. γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοι, Κρίτωνα τὸν Ἀστυόχου καὶ Περικλείδην τὸν Περιθοίδην καὶ Πολεμαγένην καὶ Πανταλέοντα τὸν Κλεαγόρου καὶ Τιμησίθεον τὸν δρομέα, καλλίστους οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Ἑλλήνων γεγενημένους, καὶ πλείστων καὶ σωφρονεστάτων τυχόντας ἐραστῶν· ἀλλʼ ὅμως οὐδεὶς πώποτε αὐτοὺς ἔψεξε.
首先我将说出那些生活高尚而美好之人的名字。雅典的男人们,你们认得阿斯提俄科斯之子克里同、珀利托伊代区的佩里克利得斯、波勒马革涅斯、克利阿戈拉斯之子潘塔勒翁,以及奔跑健将提梅西特俄斯;他们不仅在城邦公民中,在全希腊人中亦是最俊美的,获得了数量最多且最知节制的追求者;然而,从未有人指责过他们。
πάλιν ἐκ τῶν μειρακίων καὶ τῶν ἐν παισὶν ἔτι καὶ νῦν ὄντων πρῶτον μὲν τὸν ἀδελφιδοῦν τὸν Ἰφικράτους, υἱὸν δὲ Τεισίου τοῦ Ῥαμνουσίου, ὁμώνυμον δὲ τοῦ νυνὶ κρινομένου· ὃς εὐπρεπὴς ὢν ἰδεῖν τοσοῦτον ἀπέχει τῶν αἰσχρῶν, ὥστε πρώην ἐν τοῖς κατʼ ἀγροὺς Διονυσίοις κωμῳδῶν ὄντων ἐν Κολλυτῷ, καὶ Παρμένοντος τοῦ κωμικοῦ ὑποκριτοῦ εἰπόντος τι πρὸς τὸν χορὸν ἀνάπαιστον, ἐν ᾧ ἦν εἶναί τινας πόρνους μεγάλους Τιμαρχώδεις, οὐδεὶς ὑπελάμβανεν εἰς τὸ μειράκιον, ἀλλʼ εἰς σὲ πάντες· οὕτω κληρονόμος εἶ τοῦ ἐπιτηδεύματος. πάλιν Ἀντικλέα τὸν σταδιοδρόμον καὶ Φειδίαν τὸν ἀδελφὸν τὸν Μελησίου. ἔτι δὲ εἰπεῖν ἔχων πολλοὺς παύσομαι, ἵνα μὴ δοκῶ τὸν ἔπαινον θεραπείᾳ τινὶ κατʼ αὐτῶν ποιεῖσθαι.
再说青年以及如今仍在少年之列的人,首先是伊菲克拉特斯的侄子、朗努斯区的泰西阿斯之子,他与此刻受审的此人同名;他虽然相貌端丽,却极力远离丑行,以至于前不久在科利图斯举行乡间狄俄倪索斯节并上演喜剧时,喜剧演员帕尔墨农对歌队说了一段促音短长诗句,其中提到有一些“蒂马科斯式的大男妓”,当时没有一个人联想到那个青年,而是所有人都看向了你;你就是这项行径如假包换的继承人。我还要提及短跑名将安提克勒斯,以及墨勒西亚斯的兄弟费狄亚斯。我本还可提及许多人,但我要就此打住,免得显得我是为了讨好而赞扬他们。
περὶ δὲ τῶν ὁμοτρόπων τῶν Τιμάρχου, φεύγων τὰς ἀπεχθείας, ὧν ἥκιστά μοι μέλει μνησθήσομαι.2 τίς γὰρ ὑμῶν τὸν ὀρφανὸν καλούμενον Διόφαντον οὐκ οἶδεν, ὃς τὸν ξένον πρὸς τὸν ἄρχοντα ἀπήγαγεν, ᾧ παρήδρευεν Ἀριστοφῶν ὁ Ἀζηνιεύς, ἐπαιτιασάμενος τέτταρας δραχμὰς αὑτὸν ὑπὲρ τῆς πράξεως ταύτης ἀπεστερηκέναι, καὶ τοὺς νόμους λέγων, οἳ κελεύουσι τὸν ἄρχοντα τῶν ὀρφανῶν ἐπιμελεῖσθαι, τοὺς ὑπὲρ τῆς σωφροσύνης κειμένους αὐτὸς ὑπερβεβηκώς; ἢ τίς τῶν πολιτῶν οὐκ ἐδυσχέρανε Κηφισόδωρον τὸν τοῦ Μόλωνος καλούμενον καλλίστην ὥραν ὄψεως ἀκλεέστατα διεφθαρκότα; ἢ Μνησίθεον τὸν τοῦ μαγείρου καλούμενον; ἢ πολλοὺς ἑτέρους, ὧν ἑκὼν ἐπιλανθάνομαι;
至于与蒂马科斯臭味相投之人,为免招致怨恨,我只提及我最不在意的人。因为你们当中谁不知道那被称为孤儿的狄俄潘托斯?他把那个外邦人押送到执政官面前——阿泽尼亚区的阿里斯托丰当时正担任其助理——指控外邦人为这一行为克扣了他四德拉克马,他自己践踏了关于节制的法律,却援引命令执政官照看孤儿的法条。城邦公民中又有谁不厌恶被称为摩隆之子的刻菲索多罗斯?他以极不体面的方式毁掉了最为俊美的青春容颜。还有被称为厨子之子的穆涅西特俄斯,以及许多被我故意隐去不提的人。
οὐ γὰρ ἐπεξελθεῖν αὐτῶν ἕκαστον κατʼ ὄνομα πικρῶς βούλομαι, ἀλλὰ μᾶλλον τῶν τοιούτων ἀπορεῖν ἂν εὐξαίμην ἐν τῷ λόγῳ διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν. ἐπειδὴ δὲ ἑκατέρων προελόμενοί τινας διεξεληλύθαμεν, χωρὶς μὲν τοὺς διὰ σωφροσύνης ἐρωμένους, χωρὶς δὲ τοὺς εἰς ἑαυτοὺς ἐξαμαρτάνοντας, ὑμεῖς ἤδη τοῦτʼ ἐρωτηθέντες ἀποκρίνασθε πρὸς ἐμέ, εἰς ὁποτέραν τὴν τάξιν Τίμαρχον κατανέμετε, πότερα εἰς τοὺς ἐρωμένους ἢ εἰς τοὺς πεπορνευμένους. οὐκοῦν μὴ καταλιπὼν ἣν εἵλου συμμορίαν αὐτομολήσῃς3 εἰς τὰς τῶν ἐλευθέρων διατριβάς.
因为我并不愿指名道姓地苛责他们每一个人;相反,出于对城邦的善意,我倒宁愿在自己的演说中难觅此类劣迹之人的踪影。既然我们从这两类人中各自挑选了一些人加以详述——一类是因节制而被爱慕者,另一类则是自甘堕落亵渎自身者——现在面对这一询问,请你们回答我:你们将蒂马科斯归入哪一个阵营?究竟是被爱慕者的行列,还是男妓的行列?因此,切莫背弃你所选择的同伙,潜逃到自由人的行伍之中!
- 154ἀπαγορεύουσι μὴ δημηγορεῖν
不定式由表示禁止或阻碍的动词 ἀπαγορεύω(禁止)支配,其前带有否定词 μή。在古典希腊语中,含有否定或阻碍含义的动词后常接带有冗余(交感性)μή 的不定式,句意仍单纯表示“禁止在公民大会上演说”。
- 158ὧν ἥκιστά μοι μέλει μνησθήσομαι
关系代词 ὧν 指代与蒂马科斯同类之人,同时满足了关系从句中无人称动词 μέλει(支配属格,“在乎、介意”)和主句动词 μνησθήσομαι(支配属格,“提及”)的双重格支配要求。
- 159μὴ καταλιπὼν ἣν εἵλου συμμορίαν αὐτομολήσῃς
由否定词 μή 与第二人称单数不定过去时连接法 αὐτομολήσῃς 构成的禁止句(prohibition)。与句首表推论的 οὐκοῦν 相配合,直接向被告蒂马科斯喊话,构成强烈的反讽性命令:“切莫背弃你所选择的同伙而潜逃”。
