- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:147-153
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者令书记朗诵荷马诗句以展现阿喀琉斯与帕特罗克洛斯之间崇高的舍身与忠贞,并进一步征引欧里庇得斯的诗句,主张对人品的真正评判不应依据证词,而应视其日常交友与生活方式,敦促审判官们将同一准则应用于对蒂马科斯的审理之中。
ὀδυρόμενος δὲ καὶ τὰς διατριβὰς διεξιὼν ἃς μετʼ ἀλλήλων ζῶντες διέτριβον, λέγει ὅτι οὐκέτι περὶ τῶν μεγίστων, ὥσπερ τὸ πρότερον, καθεζόμενοι μετʼ ἀλλήλων μόνοι ἄπωθεν τῶν ἄλλων φίλων βουλευσόμεθα, τὴν πίστιν οἶμαι καὶ τὴν εὔνοιαν ποθεινοτάτην ἡγούμενος εἶναι. ἵνα δὲ καὶ διὰ τοῦ μέτρου τὰς γνώμας ἀκούσητε τοῦ ποιητοῦ, ἀναγνώσεται ὑμῖν ὁ γραμματεὺς τὰ ἔπη τὰ περὶ τούτων ἃ Ὅμηρος πεποίηκε.
他在哀悼并详述两人在生时共同度过的时光时说道: “我们将不再像从前那样,远离其他友人,独自同坐商议最为重大的事务,”我想,这是因为他认为忠贞与善意乃是最值得渴望的事物。为了让你们也能通过韵律听到诗人的见解,书记将为你们朗读荷马关于这些事所作的诗句。
λέγε πρῶτον τὰ περὶ τῆς Ἕκτορος τιμωρίας. "ἀλλʼ ἐπεὶ οὖν, φίλʼ ἑταῖρε, σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ, πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλήν, μεγαθύμου σεῖο φονῆος."
首先朗读有关向赫克托耳复仇的诗句。 “然而,既然亲爱的同伴啊,我追随你之后进入地府, 在你那气魄宏大的杀身仇人赫克托耳的铠甲与头颅 被运到这里之前,我绝不为你举行葬礼。”
ἀναγίγνωσκε δὴ ἃ περὶ τοῦ ὁμοτάφους αὐτοὺς γενέσθαι λέγει ἐν τῷ ὕπνῳ ὁ Πάτροκλος, καὶ περὶ τῶν διατριβῶν, ἃς συνδιέτριβον ἀλλήλοις. "οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν· ἀλλʼ ἐμὲ μὲν Κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ· καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι, μαρνάμενον δηίοις Ἑλένης ἕνεκʼ ἠυκόμοιο. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ,1 Ἀχιλλεῦ, ἀλλʼ ἵνα πέρ σε καὶ αὐτὸν ὁμοίη γαῖα κεκεύθῃ, χρυσέῳ ἐν ἀμφιφορεῖ, τόν τοι πόρε πότνια μήτηρ, ὡς ὁμοῦ ἐτράφομέν περ ἐν ὑμετέροισι δόμοισιν, εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος, νήπιος, οὐκ ἐθέλων, ἀμφʼ ἀστραγάλοισι χολωθείς· ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτρεφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν· ὣς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι."
现在请朗读帕特罗克洛斯在梦中关于两人同葬一穴,以及关于他们彼此共同度过的时光所说的话。 “因为我们活着时,再也不能远离亲爱的同伴, 同坐商量计策了;相反,可怖的死神已将我 吞噬,这正是我出生时就注定的命运。 而对于你本人,宛如诸神的阿喀琉斯,亦注定 要在高贵的特洛伊人的城墙之下丧命, 为着那秀发的海伦而与仇敌厮杀。 我还要向你诉说一事,请你铭记于心: 阿喀琉斯啊,莫将我的骸骨与你的骸骨分开安放, 但愿将你覆盖的同一片泥土亦掩埋我, 盛在你那尊贵的母亲所赐予的黄金双耳瓮中; 一如我们幼时在你的殿堂中一同受抚育那样, 那时我尚年幼,墨诺提俄斯因一场悲惨的命案 将我从俄波厄斯带到你的家中, 就在我因掷骰子起争执而发怒、懵懂且无意中 杀死了安菲达马斯之子的那一日; 骑士珀琉斯在殿堂中收留了我, 悉心将我抚养成人,并任命我为你的侍从; 同样,但愿同一具骨瓮合抱我们两人的骸骨。”
ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις. "ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος. τὴν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι, ὅ μοι πολὺ φίλτατος ἔσκεν."
为了证明若不对帕特罗克洛斯之死进行复仇,他本可保全性命,请朗读忒提斯所说的话。 “我的孩子,照你所言,你定将早夭; 因为在赫克托耳之后,死期立刻便在等待着你。” 捷足的高贵阿喀琉斯则回答她说: “但愿我立时死去,因为我竟未能去救援 我那被杀害的同伴,他原是我最为挚爱之人。”
ὁ τοίνυν οὐδενὸς ἧττον σοφὸς τῶν ποιητῶν Εὐριπίδης, ἕν τι τῶν καλλίστων ὑπολαμβάνων εἶναι τὸ σωφρόνως ἐρᾶν, ἐν εὐχῆς μέρει τὸν ἔρωτα ποιούμενος λέγει που· "ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ.2"
同样,在智慧上不亚于任何诗人的欧里庇得斯,亦认为节制地爱乃是最美好的事物之一,他在祈愿之中提及这种爱,在某处说道: “引导人走向节制与美德的爱, 乃是凡人所欣羡的;但愿我能位列其中。”
πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδʼ ἐκ διαβολῆς, ἀλλʼ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι· "ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής, καὶ πόλλʼ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντίʼ ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω, χὤστις ἔστʼ ἀνὴρ σοφός, λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν σκοπῶν δίαιτάν θʼ, ἥντινʼ ἡμερεύεται. ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ξυνών."
这位诗人在《福尼克斯》中再次表明看法,为自己在父亲面前遭受的诬陷辩护,劝戒人们莫凭猜忌,亦莫凭谗言,而当凭其生活来作出评判: “我曾多次被选为诸多诉讼的裁判者, 针对同一场变故,审理过证人们争相提出的 诸多截然相反的证词。 而我,以及任何有智慧的人, 正是这样通过审视一个人的本性, 以及他每日所过的生活方式,来推断真相的。 凡是喜好与恶人交往的男子, 我从未多加质问,因为我知道, 他自身便是与他乐于结交之人同类之辈。”
σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς γνώμας ἃς ἀποφαίνεται ὁ ποιητής. ἤδη δὲ πολλῶν πραγμάτων φησὶ γεγενῆσθαι κριτής, ὥσπερ νῦν ὑμεῖς δικασταί, καὶ τὰς κρίσεις οὐκ ἐκ τῶν μαρτυριῶν, ἀλλʼ ἐκ τῶν ἐπιτηδευμάτων καὶ τῶν ὁμιλιῶν, φησι ποιεῖσθαι, ἐκεῖσε ἀποβλέπων, πῶς τὸν καθʼ ἡμέραν βίον ζῇ ὁ κρινόμενος, καὶ ὅντινα τρόπον διοικεῖ τὴν ἑαυτοῦ οἰκίαν, ὡς παραπλησίως αὐτὸν καὶ τὰ τῆς πόλεως διοικήσοντα·3 καὶ τίσι χαίρει πλησιάζων· καὶ τελευτῶν οὐκ ὤκνησεν ἀποφήνασθαι τοιοῦτον εἶναι οἵοισπερ ἥδεται ξυνών. οὐκοῦν δίκαιον καὶ περὶ Τιμάρχου τοῖς αὐτοῖς ὑμᾶς Εὐριπίδῃ χρήσασθαι λογισμοῖς.
雅典的男人们,请审视诗人所表明的见解。他说自己已经担任过许多事务的裁判者,正如你们现在担任审判官一样;他说自己的裁决并非依据证词,而是依据行径与交往,他放眼审视:受审者日常的生活如何度过,他以何种方式治理自己的家室——断定他亦将以相仿的方式治理城邦的事务;他喜好与什么样的人亲近;最后,他毫不犹豫地断言,一个人正是与他乐于结交之人同类的。因此,你们在审理蒂马科斯时,理应采用与欧里庇得斯相同的推理方法。
- 149μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ
不定式 τιθήμεναι(相当于雅典方言的 τιθέναι)与 μή 连用,表示否定的命令(祈使禁止:“不要放置”),即不定式代命令法(infinitivus pro imperativo)。这是史诗诗歌中用不定式表示命令的常见结构。
- 151ὧν εἴην ἐγώ
关系代词 ὧν 指向先行词 ἀνθρώποισιν,充当部分属格(“在那些人之中”)。动词 εἴην 为愿望希求法现在时,表达祈愿:“但愿我能成为他们中的一员”。
- 153ὡς παραπλησίως αὐτὸν καὶ τὰ τῆς πόλεως διοικήσοντα
由 ὡς 引导的将来时分词 διοικήσοντα 搭配宾格主语 αὐτόν,受前面分词 ἀποβλέπων 所蕴含的评判思维支配,表示主观的推想与理由:“断定/认为他亦将以类似的方式治理城邦事务”。此处并非绝对宾格,而是表达主观判断的从属宾格分词结构。
