- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:139-146
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯援引规范奴隶的法律以区分节制的高尚之爱与卑劣的卖淫放荡,并以哈尔摩狄奥斯二人组以及荷马笔下阿喀琉斯与帕特罗克洛斯舍身守诺的崇高友爱予以驳斥。
πάλιν ὁ αὐτὸς εἶπε νομοθέτης· δοῦλον ἐλευθέρου παιδὸς μήτʼ ἐρᾶν μήτʼ ἐπακολουθεῖν, ἢ τύπτεσθαι τῇ δημοσίᾳ μάστιγι πεντήκοντα πληγάς. ἀλλʼ οὐ τὸν ἐλεύθερον ἐκώλυσεν ἐρᾶν καὶ ὁμιλεῖν καὶ ἀκολουθεῖν, οὐδὲ βλάβην τῷ παιδί, ἀλλὰ μαρτυρίαν σωφροσύνης ἡγήσατο συμβαίνειν. ἀκύρου δʼ οἶμαι καὶ ἀδυνάτου ἔτι ὄντος κρῖναι1 τὸν ὄντως εὔνουν καὶ μή, τὸν ἐρῶντα σωφρονίζει, καὶ τοὺς τῆς φιλίας λόγους εἰς τὴν φρονοῦσαν καὶ πρεσβυτέραν ἡλικίαν ἀναβάλλεται· τὸ δʼ ἐπακολουθεῖν καὶ ἐφορᾶν φρουρὰν καὶ φυλακὴν σωφροσύνης ἡγήσατο εἶναι μεγίστην.
同一位立法者再次规定: “奴隶不得爱恋亦不得尾随自由出身的少年,否则将被公家皮鞭抽打五十下。” 然而他并未阻止自由人去爱恋、交往和伴随少年,他也不认为这会给少年带来危害,反而认为是节制端正的明证。我想,由于少年自身尚无主权,亦无能力辨别谁是真正心怀善意、谁又不是,立法者便以此约束爱慕者,将有关友谊的言辞延宕至具有理性且更成熟的年龄;而立法者认为,伴随与守护乃是对节制最大的保卫与防范。
τοιγάρτοι τοὺς τῆς πόλεως μὲν εὐεργέτας, ταῖς δʼ ἀρεταῖς ὑπερενηνοχότας, Ἁρμόδιον καὶ Ἀριστογείτονα, ὁ σώφρων καὶ ἔννομος, εἴτε ἔρωτα εἴτε ὅντινα τρόπον χρὴ προσειπεῖν,2 τοιούτους ἐπαίδευσεν, ὥστε τοὺς ἐπαινοῦντας τὰ ἐκείνων ἔργα καταδεεστέρους δοκεῖν εἶναι ἐν τοῖς ἐγκωμίοις τῶν ἐκείνοις πεπραγμένων.
正因如此,城邦的恩人、在美德上卓绝群伦的哈尔摩狄奥斯与阿里斯托革顿,正是被这种节制且合法的——无论当称之为爱慕还是某种别的称谓——方式培育成了如此杰出的人物,以至于赞美其功绩的人,在颂词中都显得逊色于他们所成就的伟业。
ἐπειδὴ δὲ Ἀχιλλέως καὶ Πατρόκλου μέμνησθε καὶ Ὁμήρου καὶ ἑτέρων ποιητῶν, ὡς τῶν μὲν δικαστῶν ἀνηκόων παιδείας ὄντων, ὑμεῖς δὲ εὐσχήμονές τινες καὶ περιφρονοῦντες ἱστορίᾳ τὸν δῆμον, ἵνʼ εἰδῆτε ὅτι καὶ ἡμεῖς τι ἤδη ἠκούσαμεν καὶ ἐμάθομεν, λέξομέν τι καὶ περὶ τούτων. ἐπειδὴ γὰρ ἐπιχειροῦσι φιλοσόφων ἀνδρῶν μεμνῆσθαι καὶ καταφεύγειν ἐπὶ τοὺς εἰρημένους ἐν τῷ μέτρῳ λόγους, θεωρήσατε ἀποβλέψαντες, ὦ ἄνδρες Ἀθηναῖοι, εἰς τοὺς ὁμολογουμένως ἀγαθοὺς καὶ χρηστοὺς ποιητάς, ὅσον κεχωρίσθαι ἐνόμισαν τοὺς σώφρονας καὶ τῶν ὁμοίων ἐρῶντας, καὶ τοὺς ἀκρατεῖς ὧν οὐ χρὴ καὶ τοὺς ὑβριστάς.
既然你们提及阿喀琉斯与帕特罗克洛斯,提及荷马与其他诗人,仿佛审判官们毫无教养,而你们自己是有识之士,凭着博学傲视民众,那么为了让你们知道我们也曾有所听闻、有所习得,我们也将就这些事情说上几句。因为既然他们试图搬出哲人并逃避到韵律所表达的言辞之中,雅典的男人们,请你们放眼观察那些公认优秀正直的诗人,看看在他们眼中,那些节制且爱慕与己同道之人的人,同那些在非分之事上放纵无度、狂妄无礼之徒之间,究竟有多么深远的隔阂。
λέξω δὲ πρῶτον μὲν περὶ Ὁμήρου, ὃν ἐν τοῖς πρεσβυτάτοις καὶ σοφωτάτοις τῶν ποιητῶν εἶναι τάττομεν. ἐκεῖνος γὰρ πολλαχοῦ μεμνημένος περὶ Πατρόκλου καὶ Ἀχιλλέως, τὸν μὲν ἔρωτα καὶ τὴν ἐπωνυμίαν αὐτῶν τῆς φιλίας ἀποκρύπτεται, ἡγούμενος τὰς τῆς εὐνοίας ὑπερβολὰς καταφανεῖς εἶναι τοῖς πεπαιδευμένοις τῶν ἀκροατῶν.
我首先要谈谈荷马,我们把他列为最古老、最有智慧的诗人之一。因为尽管他在多处提及帕特罗克洛斯与阿喀琉斯,却隐去了他们的爱恋以及他们友谊的称谓,这是因为他认为这种深挚过人的情意在受过良好教育的听众眼中是不言自明的。
λέγει γάρ που Ἀχιλλεὺς ὀδυρόμενος τὸν τοῦ Πατρόκλου θάνατον, ὡς ἕν τι τοῦτο τῶν λυπηροτάτων ἀναμιμνῃσκόμενος, ὅτι τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν πατέρα τὸν Πατρόκλου Μενοίτιον ἄκων ἐψεύσατο·3 ἐπαγγείλασθαι γὰρ εἰς Ὀποῦντα σῶν ἀπάξειν, εἰ συμπέμψειεν αὐτὸν εἰς τὴν Τροίαν καὶ παρακαταθεῖτο αὑτῷ. ᾧ καταφανής ἐστιν, ὡς διʼ ἔρωτα τὴν ἐπιμέλειαν αὐτοῦ παρέλαβεν.
阿喀琉斯在哀悼帕特罗克洛斯之死时,在某处回忆道,这是最令人痛苦的事情之一:他违背了自己不愿违背的许诺,即对帕特罗克洛斯的父亲墨诺提俄斯的诺言;因为他曾承诺,若其同意帕特罗克洛斯同行去往特洛伊并将其托付给自己,他定将把其平安带回俄普斯。由此显而易见,他是出于爱慕才承担起照管他的责任。
ἔστι δὲ τὰ ἔπη ἃ ἐγὼ νυνὶ μέλλω λέγειν· "ὦ πόποι, ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισιν. φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν, Ἴλιον ἐκπέρσαντα λαχόντα τε ληίδος αἶσαν. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεύθειν."
我现在将要诵读的诗句如下: “咄!那一日我在殿堂中宽慰英雄墨诺提俄斯, 竟说出了何等虚妄的空言! 我曾向他许诺,定将他声名显赫的儿子带回俄波厄斯, 待他踏平伊利昂,并分得应得的战利品。 但宙斯并不让凡人的所有心愿尽皆成真; 因为命运注定我们两人都要用鲜血染红同一片泥土。”
οὐ τοίνυν ἐνταῦθα μόνον σχετλιάζων φαίνεται, ἀλλʼ οὕτως αὐτὸν ἰσχυρῶς ἐπένθησεν, ὥστε παρὰ Θέτιδος τῆς αὑτοῦ μητρὸς προακούσας ὅτι μὴ μετελθὼν μὲν τοὺς ἐχθρούς, ἀλλʼ ἐάσας ἀτιμώρητον τὸν τοῦ Πατρόκλου θάνατον, ἐπανελθὼν οἴκαδε γηραιὸς ἐν τῇ αὑτοῦ πατρίδι ἀποθανεῖται, τιμωρησάμενος δὲ διὰ ταχέων μέλλοι τὸν βίον τελευτᾶν,4 εἵλετο τὴν τοῦ τεθνεῶτος πίστιν μᾶλλον ἢ τὴν σωτηρίαν. οὕτω δὲ μεγαλοψύχως ἠπείγετο τὸν φονέα τὸν ἐκείνου τιμωρήσασθαι, ὥστε πάντων αὐτὸν παραμυθουμένων καὶ κελευόντων λούσασθαι καὶ σῖτον προσενέγκασθαι, ἀπόμνυσι μηδὲν τούτων πράξειν, πρὶν ἂν τὴν τοῦ Ἕκτορος κεφαλὴν ἐπὶ τὸν τοῦ Πατρόκλου τάφον ἐνέγκῃ.
他表现出悲恸的绝不仅在此处,他为他哀恸之深,以至于从母亲忒提斯那里预先得知,若不追讨仇敌而听任帕特罗克洛斯之死不受报应,他便能返回故里并在祖国终老死去,若行复仇则必将迅速终结生命,但他毅然选择了对逝者的忠贞,而非自身的苟安。他怀着何等崇高之志急于严惩凶手,以至于当所有人都劝慰他、催促他沐浴进餐时,他立誓在将赫克托耳的首级带到帕特罗克洛斯的坟前之前,绝不做其中任何一件事。
καθεύδοντος δʼ αὐτοῦ ἐπὶ τῇ πυρᾷ, ὥς φησιν ὁ ποιητής, εἴδωλον ἐφίσταται Πατρόκλου, καὶ τοιούτων ἐπεμνήσθη καὶ τοιαῦτα ἐπέσκηψε τῷ Ἀχιλλεῖ, ἐφʼ οἷς καὶ δακρῦσαι καὶ ζηλῶσαι τὴν ἀρετὴν καὶ τὴν φιλίαν ἄξιον αὐτῶν ἐστιν. ἐπισκήπτει μὲν γὰρ αὐτῷ, προειπὼν ὅτι οὐδὲ ἐκεῖνος ἀπέχει μακρὰν τῆς τοῦ βίου τελευτῆς, εἴ πως εἴη δυνατόν, προδιοικήσασθαι, ὅπως τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ ἐτράφησαν καὶ ἐβίωσαν ἐν τῷ αὐτῷ, οὕτω καὶ τελευτησάντων αὐτῶν τὰ ὀστᾶ ἐν τῇ αὐτῇ σορῷ κείσεται·
而正如诗人所言,当他睡在柴堆旁时,帕特罗克洛斯的亡灵显现,对阿喀琉斯回忆起这般往事并寄予这般重托,令人无不为之垂泪并景仰其美德与友谊。因为亡灵在预言阿喀琉斯自己亦离生命的终点不远之后,嘱托他若有可能,务必预先安排好,使他们一如当年同处受抚养、生活在一起那样,在死去之后,两人的骸骨亦当同穴安放在同一瓮中。
- 139ἀκύρου δʼ οἶμαι καὶ ἀδυνάτου ἔτι ὄντος κρῖναι
属格独立结构,其逻辑主语由上下文补出少年(τοῦ παιδός),表示少年自身尚无主权亦无能力(ἀκύρου ... καὶ ἀδυνάτου ... ὄντος κρῖναι)辨别谁是真诚的爱护者。
- 140ὁ σώφρων καὶ ἔννομος, εἴτε ἔρωτα εἴτε ὅντινα τρόπον χρὴ προσειπεῖν
主动词 ἐπαίδευσεν 的主语为带有冠词的形容词短语 ὁ σώφρων καὶ ἔννομος,其所修饰的名词 ἔρως 由插入语 εἴτε ἔρωτα... 补充说明,意即“这种节制而合法的(爱)”培育了他们。
- 143ὅτι τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν πατέρα τὸν Πατρόκλου Μενοίτιον ἄκων ἐψεύσατο
ὅτι 引导的从句充当动词 λέγει 的间接引语宾语,而前面的 ὡς ἕν τι ... ἀναμιμνῃσκόμενος 为分词结构,意为“把这作为最痛苦的事情之一加以回忆”。
- 145ὅτι μὴ μετελθὼν μὲν τοὺς ἐχθρούς, ἀλλʼ ἐάσας ἀτιμώρητον τὸν τοῦ Πατρόκλου θάνατον, ἐπανελθὼν οἴκαδε γηραιὸς ἐν τῇ αὑτοῦ πατρίδι ἀποθανεῖται, τιμωρησάμενος δὲ διὰ ταχέων μέλλοι τὸν βίον τελευτᾶν
在由 προακούσας 引导的 ὅτι 从句内,两个对比的条件结果结构呈现不对称:前半部分保留了将来直陈式(ἀποθανεῖται),后半部分(δέ)则转为间接引语中的斜格祈愿式(μέλλοι)。
