- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:131-138
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者讥讽了德摩斯梯尼柔弱女性化的着装,并预先驳斥了辩方将领借英雄之爱赞美美貌、借自身旧日情史发动人身攻击的企图,进而严格区分了崇高的爱与收受金钱的可耻卖淫,并援引先祖法律展开论述。
ἐπεὶ καὶ περὶ τῆς Δημοσθένους ἐπωνυμίας, οὐ κακῶς ὑπὸ τῆς φήμης, ἀλλʼ οὐχ ὑπὸ τῆς τίτθης,1 Βάταλος προσαγορεύεται, ἐξ ἀνανδρίας καὶ κιναιδίας ἐνεγκάμενος τοὔνομα. εἰ γάρ τίς σου τὰ κομψὰ ταῦτα χλανίσκια περιελόμενος καὶ τοὺς μαλακοὺς χιτωνίσκους, ἐν οἷς τοὺς κατὰ τῶν φίλων λόγους γράφεις, περιενέγκας δοίη εἰς τὰς χεῖρας τῶν δικαστῶν, οἶμαι ἂν αὐτούς, εἴ τις μὴ προειπὼν τοῦτο ποιήσειεν, ἀπορῆσαι εἴτε ἀνδρὸς εἴτε γυναικὸς εἰλήφασιν ἐσθῆτα.
关于德摩斯梯尼的绰号也是如此:他绝非由于乳母,而是恰如其分地被公众传闻称为“巴塔洛斯”,这一称呼是因其怯懦与淫逸放荡而得来的。因为,如果有人剥去你那些讲究的薄披肩,以及你写那些控告朋友的演词时所穿的柔软短衣,把它们传阅并递到审判官手中,我想——倘若有人在未作事先说明的情况下这样做——他们定会不知所措,不知道自己拿到的究竟是男装还是女装。
ἀναβήσεται δʼ ἐν τῇ ἀπολογίᾳ καὶ τῶν στρατηγῶν τις, ὡς ἀκούω, ὑπτιάζων καὶ κατασκοπούμενος ἑαυτόν, ὡς ἐν παλαίστραις καὶ διατριβαῖς γεγονώς· ὃς ἐπιχειρήσει διασύρειν τὴν ὅλην ἔνστασιν τοῦ ἀγῶνος, οὐ κρίσιν ἐξευρηκέναι με φάσκων, ἀλλὰ δεινῆς ἀπαιδευσίας ἀρχήν, παραφέρων πρῶτον μὲν τοὺς εὐεργέτας τοὺς ὑμετέρους, Ἁρμόδιον καὶ Ἀριστογείτονα, καὶ τὴν πρὸς ἀλλήλους πίστιν καὶ τὸ πρᾶγμα ὡς συνήνεγκε τῇ πόλει διεξιών· οὐκ ἀφέξεται δέ, ὥς φασιν, οὐδὲ τῶν Ὁμήρου ποιημάτων οὐδὲ τῶν ὀνομάτων τῶν ἡρωικῶν, ἀλλὰ καὶ τὴν λεγομένην γενέσθαι φιλίαν διʼ ἔρωτα Πατρόκλου καὶ Ἀχιλλέως ὑμνήσει, καὶ τὸ κάλλος, ὥσπερ οὐ πάλαι μακαριζόμενον, ἂν τύχῃ σωφροσύνης, νῦν ἐγκωμιάσεται. εἰ γὰρ τὴν τοῦ σώματος εὐπρέπειαν ταύτην τινὲς διαβάλλοντες συμφορὰν τοῖς ἔχουσι καταστήσουσιν, οὐ ταὐτὰ κοινῇ ψηφιεῖσθαί φησιν ὑμᾶς καὶ ἰδίᾳ εὔχεσθαι· ἄτοπον γὰρ εἶναι δοκεῖν αὐτῷ, εἰ τοὺς μὲν υἱεῖς τοὺς μηδέπω γεγονότας ἅπαντες εὔχεσθε οἱ μέλλοντες παιδοποιεῖσθαι καλοὺς κἀγαθοὺς τὰς ἰδέας φῦναι καὶ τῆς πόλεως ἀξίους, τοὺς δʼ ἤδη γεγονότας, ἐφʼ οἷς προσήκει σεμνύνεσθαι τὴν πόλιν, ἐὰν κάλλει καὶ ὥρᾳ διενεγκόντες ἐκπλήξωσί τινας καὶ περιμάχητοι ἐξ ἔρωτος γένωνται, τούτους ὡς ἔοικεν Αἰσχίνῃ πεισθέντες ἀτιμώσετε.
据我听说,诸位将军中也会有一人出台为他辩护,仰着头端详自身,仿佛他一直浸淫在摔跤场和高雅闲谈中;他将试图诋毁本案的全部诉由,声称我所发明的并非一场审理,而是一种骇人听闻的粗鄙之开端,并首先搬出你们的恩人哈尔摩狄奥斯与阿里斯托革顿,详述他们彼此间的信义以及那桩义举如何使城邦受益;据他们说,他也绝不会回避荷马的史诗或英雄的名号,反而将歌颂据说是因帕特罗克洛斯与阿喀琉斯的爱情而结下的友谊,并且现在就要赞颂美貌——仿佛美貌如果兼具节制,自古以来就未受祝福一般。他说,如果某些人通过诽谤这种身体的俊美,将其转化为拥有美貌者的灾祸,那么你们公开投票决定的事情就将与你们私下祈求的事情截然相反;因为他认为,如果即将为人父的你们所有人都祈求那些尚未出生的儿子在仪表上品貌双全、配得上这座城邦,然而对于那些已经出生、城邦本该为其自豪的人,一旦因美貌与青春出众而令人倾倒、因爱情成为人们争夺的对象,你们却似乎听信了埃斯基涅斯的话而剥夺他们的公民权,这在他看来是极其荒谬的。
κἀνταῦθα δή τινα καταδρομήν, ὡς ἀκούω, μέλλει ποιεῖσθαι περὶ ἐμοῦ, ἐπερωτῶν εἰ οὐκ αἰσχύνομαι αὐτὸς μὲν ἐν τοῖς γυμνασίοις ὀχληρὸς ὢν καὶ πλείστων ἐραστὴς γεγονώς, τὸ δὲ πρᾶγμα εἰς ὄνειδος καὶ κινδύνους καθιστάς. καὶ τὸ τελευταῖον, ὡς ἀπαγγέλλουσί τινές μοι, εἰς γέλωτα καὶ λῆρόν τινα προτρεπόμενος ὑμᾶς, ἐπιδείξεσθαί μου φησὶν ὅσα πεποίηκα ἐρωτικὰ εἴς τινας ποιήματα, καὶ λοιδοριῶν τινων καὶ πληγῶν ἐκ τοῦ πράγματος, αἳ περὶ ἐμὲ γεγένηνται, μαρτυρίας φησὶ παρέξεσθαι.
据我听说,到那时他打算对我发起猛烈的人身攻击,质问我自己难道不感到羞耻吗:我自己曾在体育馆中纠缠烦人,曾是极多数少年的追求者,如今却将这件事情陷于指责与危险之中。最后,正如有些人向我报告的那样,为了引诱你们发笑并说些轻浮之辞,他说将当庭出示我曾向某些人写过的所有情诗,并声称将提供关于因这件事情而围绕我发生的某些辱骂和殴打的证词。
ἐγὼ δὲ οὔτε ἔρωτα δίκαιον ψέγω, οὔτε τοὺς κάλλει διαφέροντάς φημι πεπορνεῦσθαι, οὔτʼ αὐτὸς ἐξαρνοῦμαι μὴ οὐ γεγονέναι2 τʼ ἐρωτικός, καὶ ἔτι καὶ νῦν εἶναι, τάς τε ἐκ τοῦ πράγματος γιγνομένας πρὸς ἑτέρους φιλονικίας καὶ μάχας οὐκ ἀρνοῦμαι μὴ οὐχὶ συμβεβηκέναι μοι. περὶ δὲ τῶν ποιημάτων ὧν φασιν οὗτοί με πεποιηκέναι, τὰ μὲν ὁμολογῶ, τὰ δὲ ἐξαρνοῦμαι μὴ τοῦτον ἔχειν τὸν τρόπον ὃν οὗτοι διαφθείροντες παρέξονται.
但我既不指责正当的爱,也不认为容貌出众者都沦为了男娼,我自己并不否认我曾经多情、且如今依然如此,也不否认因这件事情引起的与他人的争风吃醋和打斗曾发生在我身上。关于他们声称由我所写的那些诗篇,有些我予以承认,而有些我则否认是像他们篡改后所要展示的那种样子。
ὁρίζομαι δʼ εἶναι τὸ μὲν ἐρᾶν τῶν καλῶν καὶ σωφρόνων φιλανθρώπου πάθος καὶ εὐγνώμονος ψυχῆς, τὸ δὲ ἀσελγαίνειν ἀργυρίου τινὰ μισθούμενον ὑβριστοῦ καὶ ἀπαιδεύτου ἀνδρὸς ἔργον· καὶ τὸ μὲν ἀδιαφθόρως ἐρᾶσθαί φημι καλὸν εἶναι, τὸ δʼ ἐπαρθέντα μισθῷ πεπορνεῦσθαι αἰσχρόν. ὅσον δʼ ἑκάτερον τούτων ἀπʼ ἀλλήλων διέστηκε καὶ ὡς πολὺ διαφέρει, ἐν τοῖς ἐφεξῆς ὑμᾶς πειράσομαι λόγοις διδάσκειν.
我定义:爱慕美貌与节制之人,是仁厚胸怀与端正灵魂的情感;而花银钱雇人以行淫逸,则是狂妄无礼且缺乏教养之徒的行径;我宣称,不受玷污地被爱是崇高的,而受金钱诱惑沦为男娼则是可耻的。这两者彼此相差何其遥远,又有多大的区别,我将在接下来的发言中尽力向你们指明。
οἱ γὰρ πατέρες ἡμῶν, ὅθʼ ὑπὲρ τῶν ἐπιτηδευμάτων καὶ τῶν ἐκ φύσεως ἀναγκαίων ἐνομοθέτουν, ἃ τοῖς ἐλευθέροις ἡγοῦντο εἶναι πρακτέα, ταῦτα τοῖς δούλοις ἀπεῖπον μὴ ποιεῖν. δοῦλον, φησὶν ὁ νόμος, μὴ γυμνάζεσθαι μηδὲ ξηραλοιφεῖν ἐν ταῖς παλαίστραις. καὶ οὐκέτι προσέγραψε· τὸν δʼ ἐλεύθερον ἀλείφεσθαι καὶ γυμνάζεσθαι. ὁπότε γὰρ οἱ νομοθέται τὸ καλὸν τὸ ἐκ τῶν γυμνασίων κατιδόντες ἀπεῖπον τοῖς δούλοις μὴ μετέχειν, τῷ αὐτῷ ἡγοῦντο, ᾧ ἐκείνους ἐκώλυον, τοὺς ἐλευθέρους προτρέπειν.3
因为我们的父辈在为各种习惯和天然必需之事立法时,凡认为应当由自由人践行的事,便明令禁止奴隶去行做。 “奴隶,”法律说道,“不得在摔跤场内锻炼,亦不得行干擦涂油。” 并且法律没有再加上一句: “而自由人则当涂油和锻炼。” 因为立法者们明察了从体育馆中所产生的益处,当他们禁止奴隶参与其中时,他们认为正是通过阻挠奴隶的同一法令,他们就在激励着自由人。
- 131οὐ κακῶς ὑπὸ τῆς φήμης, ἀλλʼ οὐχ ὑπὸ τῆς τίτθης
副词短语 οὐ κακῶς(恰当地、名副其实地)之后紧跟表示更正与对比的 ἀλλʼ οὐχ(而非……)。这是对上一节中德摩斯梯尼辩称“因乳母的昵称而得名巴塔洛斯”的回击,指出该绰号实由公众传闻所赐。
- 136οὔτʼ αὐτὸς ἐξαρνοῦμαι μὴ οὐ γεγονέναι
否认动词 ἐξαρνοῦμαι(否认)本身前有否定连词 οὔτε,其后接的不定式带有赘加的双重否定词 μὴ οὐ(古典希腊语常见句式,即否定概念的动词在本身被否定时,其后的不定式由 μὴ οὐ 引导)。随后的 οὐκ ἀρνοῦμαι μὴ οὐχὶ συμβεβηκέναι 也是完全相同的结构。
- 138τῷ αὐτῷ ἡγοῦντο, ᾧ ἐκείνους ἐκώλυον, τοὺς ἐλευθέρους προτρέπειν
关系代词 ᾧ 与先行词 τῷ αὐτῷ 均作方式/工具与格,两相呼应。句子的基本骨架为:ἡγοῦντο προτρέπειν τοὺς ἐλευθέρους τῷ αὐτῷ, ᾧ ἐκείνους ἐκώλυον(“他们认为正是通过阻碍奴隶的同一手段/法律,他们在激励着自由人”)。
