← 埃斯基涅斯

控告蒂马科斯

§124-130

关于建筑命名的驳论与传闻的神圣性

埃斯基涅斯指出建筑物的称谓由其从事的行业决定,以此驳斥对方在场所问题上的诡辩,并进一步主张德摩斯梯尼所贬低的“传闻”(法玛)实为自古受崇奉的女神,是证实提马科斯丑行的确凿见证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§124

ὅπου μὲν γὰρ πολλοὶ μισθωσάμενοι μίαν οἴκησιν διελόμενοι ἔχουσι, συνοικίαν καλοῦμεν, ὅπου δʼ εἷς ἐνοικεῖ, οἰκίαν. ἐὰν δʼ εἰς ἓν δήπου τούτων τῶν ἐπὶ ταῖς ὁδοῖς ἐργαστηρίων ἰατρὸς εἰσοικίσηται, ἰατρεῖον καλεῖται· ἐὰν δʼ ὁ μὲν ἐξοικίσηται, εἰς δὲ τὸ αὐτὸ τοῦτο ἐργαστήριον χαλκεὺς εἰσοικίσηται, χαλκεῖον ἐκλήθη,1 ἐὰν δὲ κναφεύς, κναφεῖον, ἐὰν δὲ τέκτων, τεκτονεῖον· ἐὰν δὲ πορνοβοσκὸς καὶ πόρναι, ἀπὸ τῆς ἐργασίας αὐτῆς ἐκλήθη πορνεῖον. ὥστε σὺ πολλὰ πορνεῖα τῇ τῆς πράξεως εὐχερείᾳ πεποίηκας. μὴ οὖν, ὅπου ποτὲ ἔπραττες, ἐρώτα, ἀλλʼ ὡς οὐ πεποίηκας, τοῦτο ἀπολογοῦ.

事实上,许多人租下一处居所并分居其中的地方,我们称之为“公寓”;而一人独居的地方,我们称之为“住宅”。倘若一位医生搬进临街的这些店铺之一,它就被称为“诊所”;若他搬走,而铁匠搬入这同一店铺,它就被称为“铁匠铺”;若是缩绒工,就是“缩绒作坊”;若是木匠,就是“木工坊”;而若是鸨母和娼妇搬入,便因这营生本身被称为“妓院”。因此,由于你行事的放荡不检,你造就了许多妓院。所以,不要再去盘问你到底在哪里行事,而要辩护说你根本没有做过这事。

§125

ἥξει δʼ ὡς ἔοικε καὶ ἕτερος λόγος τις ὑπὸ τοῦ αὐτοῦ σοφιστοῦ συγκείμενος. λέγει γὰρ ὡς οὐδέν ἐστιν ἀδικώτερον φήμης, ἀγοραῖα τεκμήρια καὶ παντελῶς ἀκόλουθα τῷ αὑτοῦ βίῳ παρεχόμενος. πρῶτον μὲν γὰρ τὴν ἐν Κολωνῷ συνοικίαν τὴν Δήμωνος καλουμένην ψευδῆ φησι τὴν ἐπωνυμίαν ἔχειν· οὐ γὰρ εἶναι Δήμωνος· ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλʼ Αἰγῇδος φυλῆς εἶναι ἀνάθημα.

看来,那位相同的智者所编造的另一套论调也将被端出来。因为他宣称没有什么比传闻更不公正的了,并提出了粗俗街谈般、完全与他自身生活方式相符的证据。首先,他说科罗诺斯那座被称为德蒙的公寓有着虚假的名字,因为它并不属于德蒙;其次,所谓安多基德斯的赫耳墨斯像并非安多基德斯的奉纳物,而是埃盖伊斯部落的奉纳物。

§126

παραφέρει δʼ αὑτὸν ἐν σκώμματος μέρει, ὡς ἡδὺς ὢν ἀνὴρ καὶ περὶ τὰς ἰδίας διατριβὰς γελοῖος· εἰ μὴ καὶ ἐμὲ δεῖ, φησίν, ὑπακούειν2 τοῖς ὄχλοις μὴ Δημοσθένην καλούμενον, ἀλλὰ Βάταλον, ὅτι ταύτην ἐξ ὑποκορίσματος τίτθης τὴν ἐπωνυμίαν ἔχω. εἰ δὲ Τίμαρχος ὡραῖος ἐγένετο καὶ σκώπτεται τῇ τοῦ πράγματος διαβολῇ καὶ μὴ τοῖς αὑτοῦ ἔργοις, οὐ δήπου διὰ τοῦτʼ αὐτόν φησι δεῖν συμφορᾷ περιπεσεῖν.

接着,他以开玩笑的姿态把自己推向前台,仿佛他是个随和风趣、在私人交往中颇为搞笑的人: 『难道我也必须,』他说,『当众人不叫我德摩斯梯尼而叫我巴塔洛斯时去应答众人吗?只因我从乳母的昵称中得到了这个绰号。』 他说,如果提马科斯年轻貌美,且是因为对这件事情的诽谤而非由于自身的行为遭到讥讽,那么他绝不该因此遭遇厄运。

§127

ἐγὼ δέ, ὦ Δημόσθενες, περὶ μὲν τῶν ἀναθημάτων καὶ τῶν οἰκιῶν καὶ τῶν κτημάτων καὶ πάντων ὅλως τῶν ἀφώνων πολλοὺς καὶ παντοδαποὺς καὶ οὐδέποτε τοὺς αὐτοὺς ἀκούω λόγους λεγομένους· οὐ γάρ εἰσιν ἐν αὐτοῖς οὔτε καλαὶ οὔτε αἰσχραὶ πράξεις, ἀλλʼ ὁ προσαψάμενος αὐτῶν καὶ παρατυχών, ὅστις ἂν ᾖ, κατὰ τὸ μέγεθος τῆς αὑτοῦ δόξης λόγον παρέχει· περὶ δὲ τὸν τῶν ἀνθρώπων βίον καὶ τὰς πράξεις ἀψευδής τις ἀπὸ ταὐτομάτου πλανᾶται φήμη κατὰ τὴν πόλιν, καὶ διαγγέλλει τοῖς πολλοῖς τὰς ἰδίας πράξεις, πολλὰ δὲ καὶ μαντεύεται περὶ τῶν μελλόντων ἔσεσθαι.

然而德摩斯梯尼啊,关于奉纳物、屋宇、财产以及一切全无生息之物,我所听到的说法纷纭杂沓且从无定论;因为它们本身既无崇高亦无可耻的行径,而是无论何人接触并与之产生关联,都会根据自身名望的大小为之提供谈资。然而关于人的生活与作为,一种不假的传闻却会自发地流布于全城,向公众通报各人的私下行为,并对即将发生之事多有预示。

§128

καὶ οὕτως ἐναργές ἐστι καὶ οὐ πεπλασμένον ὃ λέγω, ὥσθʼ εὑρήσετε καὶ τὴν πόλιν ἡμῶν καὶ τοὺς προγόνους φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους,3 καὶ τὸν Ὅμηρον πολλάκις ἐν τῇ Ἰλιάδι λέγοντα πρὸ τοῦ τι τῶν μελλόντων γενέσθαι· φήμη δʼ εἰς στρατὸν ἦλθε, καὶ πάλιν τὸν Εὐριπίδην ἀποφαινόμενον τὴν θεὸν ταύτην οὐ μόνον τοὺς ζῶντας ἐμφανίζειν δυναμένην, ὁποῖοί τινες ἂν τυγχάνωσιν ὄντες, ἀλλὰ καὶ τοὺς τετελευτηκότας, ὅταν λέγῃ, "φήμη τὸν ἐσθλὸν κἀν μυχῷ δείκνυσι γῆς."

我所言之事如此昭彰而毫无虚饰,以致你们会发现,我们的城邦与先祖都曾将“传闻”(法玛)作为极伟大的女神而为之立坛;荷马在《伊利亚特》中在未来之事发生之前常常说道: 『传闻传遍了军旅』;欧里庇得斯也表明,这位女神不仅能够揭示活着的人究竟是怎样的人,也能揭示死者,他说: 『传闻使善人纵在幽冥地府亦显扬。』

§129

ὁ δʼ Ἡσίοδος καὶ διαρρήδην θεὸν αὐτὴν ἀποδείκνυσι, πάνυ σαφῶς φράζων τοῖς βουλομένοις συνιέναι· λέγει γάρ, "φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή." καὶ τούτων τῶν ποιημάτων τοὺς μὲν εὐσχημόνως βεβιωκότας εὑρήσετε ἐπαινέτας ὄντας· πάντες γὰρ οἱ δημοσίᾳ φιλότιμοι παρὰ τῆς ἀγαθῆς φήμης ἡγοῦνται τὴν δόξαν κομιεῖσθαι· οἷς δʼ αἰσχρός ἐστιν ὁ βίος, οὐ τιμῶσι τὴν θεὸν ταύτην· κατήγορον γὰρ αὐτὴν ἀθάνατον ἔχειν ἡγοῦνται.

赫西俄德更是直截了当地证明她是一位神明,对愿意理解的人说得再明白不过;因为他说: 『众人所纷传的谣言绝不会全然泯灭;她本身委实亦为一尊神祇。』 你们会发现,生活体面的人都是这些诗句的赞赏者;因为所有在公共事务上求取荣誉的人,都认为自己将从良好的传闻中获得声誉。但生活可耻的人则不尊崇这位女神;因为他们认为自己身旁立着一位不朽的控告者。

§130

ἀναμνήσθητε οὖν, ὦ ἄνδρες, τίνι κέχρησθε φήμῃ περὶ Τιμάρχου. οὐχ ἅμα τοὔνομα λέγεται καὶ τὸ ἐρώτημα ἐρωτᾶτε· ποῖος Τίμαρχος; ὁ πόρνος; ἔπειτα εἰ μὲν μάρτυρας παρειχόμην περί τινος, ἐπιστεύετʼ ἄν μοι· εἰ δὲ τὴν θεὸν μάρτυρα παρέχομαι, οὐ πιστεύσετε; ᾗ οὐδὲ ψευδομαρτυρίων θέμις ἐστὶν ἐπισκήψασθαι.4

因此,诸位,请回想一下你们对提马科斯一向持有怎样的传闻。难道不是一提起这名字,你们就会提出这样的疑问: 『哪个提马科斯?那个男娼吗?』 那么,如果我就某事提供了证人,你们本会相信我;如今我将这位女神作为证人提出,难道你们反倒不相信了吗?对她,甚至连控告其作伪证都是不合神法的。

语法注4 条
  1. 124ἐκλήθη

    箴言性不定过去时(gnomic aorist),表示普遍真理或常规惯例,在功能上等同于前文出现的现在时 καλεῖται,指“通称为/往往被称为”,而非特指过去的某次命名。

  2. 126εἰ μὴ καὶ ἐμὲ δεῖ ... ὑπακούειν

    德摩斯梯尼引语中的假设句。带有修辞性反诘的色彩,其主句结果往往被省略或意涵于语境中,意即“难道我也必须应答……不成(绝非如此)”。

  3. 128φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους

    作为动词 εὑρήσετε 的宾语补足成分的分词结构。ἱδρυμένους 是完成时中间位分词,其逻辑主语为 τὴν πόλιν ἡμῶν καὶ τοὺς προγόνους,后接直接宾语 βωμόν;φήμης 则是修饰 βωμόν 的属格。

  4. 130ᾗ οὐδὲ ψευδομαρτυρίων θέμις ἐστὶν ἐπισκήψασθαι

    关系代词 ᾗ 为与格,表示诉讼动词 ἐπισκήπτομαι(控诉、提起指控)所针对的对象(“对其”);ψευδομαρτυρίων 为表示罪名的属格(genitive of charge,伪证罪)。全句意为“对她甚至不容提起伪证的指控”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:124-130