- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:117-123
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出他余下的两个论题是预先反驳预期的辩护以及劝勉公民追求美德,揭露了德摩斯梯尼索要卖淫税包税人证词的诡辩策略,并给出了品行端正的公民理应采取的崇高辩词以示对照。
ἔστι δʼ ὁ μὲν πρότερός μοι λόγος προδιήγησις τῆς ἀπολογίας ἧς ἀκούω μέλλειν γίγνεσθαι, ἵνα μὴ τοῦτο ἐμοῦ παραλιπόντος ὁ τὰς τῶν λόγων τέχνας κατεπαγγελλόμενος τοὺς νέους διδάσκειν ἀπάτῃ τινὶ παραλογισάμενος ὑμᾶς ἀφέληται τὸ τῆς πόλεως συμφέρον. ὁ δὲ δεύτερός ἐστί μοι λόγος παράκλησις τῶν πολιτῶν πρὸς ἀρετήν. ὁρῶ δὲ πολλοὺς μὲν τῶν νεωτέρων προσεστηκότας πρὸς τῷ δικαστηρίῳ, πολλοὺς δὲ τῶν πρεσβυτέρων, οὐκ ἐλαχίστους δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος συνειλεγμένους ἐπὶ τὴν ἀκρόασιν· οὓς μὴ νομίζετʼ ἐμὲ θεωρήσοντας ἥκειν, ἀλλὰ πολὺ μᾶλλον ὑμᾶς εἰσομένους, εἰ μὴ μόνον εὖ νομοθετεῖν ἐπίστασθε, ἀλλὰ καὶ κρίνειν τὰ καλὰ καὶ τὰ μὴ καλὰ δύνασθε, καὶ εἰ τιμᾶν ἐπίστασθε τοὺς ἀγαθοὺς ἄνδρας, καὶ εἰ θέλετε κολάζειν τοὺς ὀνείδη τὸν ἑαυτῶν βίον τῇ πόλει κατασκευάζοντας. λέξω δὲ πρῶτον πρὸς ὑμᾶς περὶ τῆς ἀπολογίας.
我的前一个论点是对我听说即将作出的辩护进行预先陈述,以免由于我的遗漏,那个自称向青年传授演说术的人通过某种诡辩欺骗你们,剥夺城邦的利益。我的后一个论点则是劝诫公民们追求美德。我看到许多年轻人在法庭旁驻足,许多年长者也在场,还有极多来自希腊其他地方的人汇聚在此聆听;请不要以为他们来此是为了看我,倒不如说更是为了了解你们是否不仅懂得制定良好的法律,而且能够明辨美善与丑恶之事,是否懂得尊崇善人,以及是否愿意惩罚那些使自己的生活成为城邦耻辱的人。首先,我将向你们谈谈辩方的辩词。
ὁ γὰρ περιττὸς ἐν τοῖς λόγοις Δημοσθένης ἢ τοὺς νόμους φησὶν ὑμᾶς ἐξαλείφειν δεῖν, ἢ τοῖς ἐμοῖς λόγοις οὐκ εἶναι προσεκτέον. ἀποθαυμάζει γάρ, εἰ μὴ πάντες μέμνησθʼ ὅτι καθʼ ἕκαστον ἐνιαυτὸν ἡ βουλὴ πωλεῖ τὸ πορνικὸν τέλος· καὶ τοὺς πριαμένους τὸ τέλος οὐκ εἰκάζειν, ἀλλʼ ἀκριβῶς εἰδέναι τοὺς ταύτῃ χρωμένους τῇ ἐργασίᾳ. ὁπότε δὴ οὖν τετόλμηκα ἀντιγράψασθαι πεπορνευμένῳ Τιμάρχῳ μὴ ἐξεῖναι δημηγορεῖν, ἀπαιτεῖν φησι τὴν πρᾶξιν αὐτὴν οὐκ αἰτίαν κατηγόρου, ἀλλὰ μαρτυρίαν τελώνου τοῦ παρὰ Τιμάρχου τοῦτο ἐκλέξαντος τὸ τέλος.
因为在言辞上自命不凡的德摩斯梯尼宣称,你们要么必须废除法律,要么绝不能理会我的话。他极其纳闷,难道你们都不记得议事会每年都会拍卖卖淫税,而那些购下该税收特许权的人绝非凭空揣测,而是确切地知晓从事这种营生的人。因此,既然我胆敢正式控告曾为男娼的提马科斯无权向民众发表演说,他说这桩案件本身所要求的不是原告的指控,而是从提马科斯那里征收过此税的包税人的证词。
ἐγὼ δὲ πρὸς ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, σκέψασθʼ ἂν ἁπλοῦν ὑμῖν καὶ ἐλευθέριον δόξω λόγον λέγειν. αἰσχύνομαι γὰρ ὑπὲρ τῆς πόλεως, εἰ Τίμαρχος, ὁ τοῦ δήμου σύμβουλος καὶ τὰς εἰς τὴν Ἑλλάδα τολμῶν πρεσβείας πρεσβεύειν, μὴ τὸ πρᾶγμα ὅλον ἀποτρίψασθαι ἐπιχειρήσει, ἀλλὰ τοὺς τόπους ἐπερωτήσει ὅπου ἐκαθέζετο, καὶ τοὺς τελώνας, εἰ πώποτε παρʼ αὐτοῦ τὸ πορνικὸν τέλος εἰλήφασιν.
对此,雅典人啊,请你们审视一下,我向你们陈述的道理是否显得坦荡而合乎自由人的身份。因为我为城邦感到羞耻:如果作为民众顾问并敢于出使希腊各地的提马科斯,竟然不试图洗刷整个罪名,反而去盘诘他在哪里落座的场所,去盘诘包税人是否曾从他那里收取过卖淫税。
ταύτης μὲν οὖν τῆς ἀπολογίας ὑμῶν ἕνεκα παραχωρησάτω· ἕτερον δʼ ἐγώ σοι λόγον ὑποβαλῶ καλὸν καὶ δίκαιον, ᾧ χρήσῃ, εἰ μηδὲν αἰσχρὸν σαυτῷ σύνοισθα. τόλμησον γὰρ εἰς τοὺς δικαστὰς βλέψας εἰπεῖν ἃ προσήκει ἀνδρὶ σώφρονι τὰ περὶ τὴν ἡλικίαν· ἄνδρες Ἀθηναῖοι, τέθραμμαι μὲν ἐκ παιδὸς καὶ μειρακίου παρʼ ὑμῖν, οὐκ ἀφανεῖς δὲ διατριβὰς διατρίβω, ἀλλʼ ἐν ταῖς ἐκκλησίαις μεθʼ ὑμῶν ὁρῶμαι.
因此,为了你们的缘故,让他放弃这种辩解吧;相反,如果你良心未泯、自觉问心无愧,我倒要向你提供另一套崇高而公正的说辞供你使用。请鼓起勇气直视审判官,说出适合于一个在其青春岁月中操守端正之人该说的话: 『雅典人啊,我从小到青年时代都在你们身边被抚育成人,我所度过的时光绝非见不得人,而是在公民大会上被人看到与你们在一起。
οἶμαι δʼ ἄν, εἰ πρὸς ἄλλους τινὰς ἦν ὁ λόγος μοι περὶ τῆς αἰτίας ἧς κρίνομαι, ταῖς ὑμετέραις μαρτυρίαις ῥᾳδίως ἂν ἀπολύσασθαι τοὺς τοῦ κατηγόρου λόγους.1 μὴ γὰρ ὅτι, εἰ πέπρακταί μοι τι τούτων, ἀλλʼ εἰ δοκῶ2 ὑμῖν παραπλησίως βεβιωκέναι ταῖς λεγομέναις ὑπὸ τούτου αἰτίαις, ἀβίωτον ἡγούμενος ἐμαυτῷ τὸν λοιπὸν βίον, παραδίδωμι τὴν εἰς ἐμαυτὸν τιμωρίαν ἐναπολογήσασθαι τῇ πόλει πρὸς τοὺς Ἕλληνας,3 οὐδʼ ἥκω παραιτησόμενος ὑμᾶς, ἀλλὰ καταχρήσασθέ μοι, εἰ δοκῶ τοιοῦτος εἶναι. αὕτη μέν ἐστιν, ὦ Τίμαρχε, ἀνδρὸς ἀγαθοῦ καὶ σώφρονος ἀπολογία, καὶ πεπιστευκότος τῷ βίῳ καὶ καταφρονοῦντος εἰκότως ἁπάσης βλασφημίας· ἃ δὲ πείθει σε Δημοσθένης, οὐκ ἀνδρός ἐστιν ἐλευθέρου, ἀλλὰ πόρνου περὶ τῶν τόπων διαφερομένου. ἐπειδὴ δʼ εἰς τὰς ἐπωνυμίας τῶν οἰκήσεων καταφεύγεις, κατʼ οἴκημα τὸ πρᾶγμα ἐξετάζεσθαι ἀξιῶν ὅπου ἐκαθέζου, ἃ μέλλω λέγειν ἀκούσας εἰσαῦθις οὐ χρήσῃ τοιούτῳ λόγῳ, ἐὰν σωφρονῇς. οὐ γὰρ τὰ οἰκήματα οὐδʼ αἱ οἰκήσεις τὰς ἐπωνυμίας τοῖς ἐνοικήσασι παρέχουσιν, ἀλλʼ οἱ ἐνοικήσαντες τὰς τῶν ἰδίων ἐπιτηδευμάτων ἐπωνυμίας τοῖς τόποις παρασκευάζουσιν.
我想,如果我是对其他人就我受审的罪名进行辩护,凭借你们的见证,我本可以轻易驳倒原告的言论。且不说倘若我做过任何此类事情,只要你们认为我的生活方式与此人所陈述的罪状有任何相似之处,我便认为自己的余生已生不如死,我甘愿将对自身的惩罚交由城邦,作为向全希腊人辩白的依据;我也绝不来向你们乞求宽恕,如果你们认为我是这样的人,就请将我处死吧。』 提马科斯啊,这才是善良而节制之人的辩白,是信任自己生平作为并理所当然蔑视一切诽谤之人的辩白;而德摩斯梯尼所唆使你的,绝非自由人所为,而是争辩场所的男娼之举。既然你逃避到居所的名称之中,要求针对你曾落座的一间间屋宇来核查事实,那么如果你头脑清醒,在听完我接下来要说的话后,你将再也不会使用这种辩解。因为绝不是屋宇或住所把名称赋予居住者,而是居住者把自己行业的名称带给了这些场所。
- 122οἶμαι δʼ ἄν, εἰ πρὸς ἄλλους τινὰς ἦν ὁ λόγος μοι περὶ τῆς αἰτίας ἧς κρίνομαι, ταῖς ὑμετέραις μαρτυρίαις ῥᾳδίως ἂν ἀπολύσασθαι τοὺς τοῦ κατηγόρου λόγους.
此句为间接引语中表达与事实相反的条件句主句结构,采用 ἄν 搭配不定词(ῥᾳδίως ἂν ἀπολύσασθαι)。虚词 ἄν 在句首由 οἶμαι δʼ ἄν 预先引出并在不定词短语中重叠复现,相当于直陈式过去时加 ἄν(ἀπελυσάμην ἄν)。从句为 εἰ πρὸς ἄλλους τινὰς ἦν ὁ λόγος μοι('如果我的申辩是针对其他人的话'),构成与现在或过去事实相反的假设。
- 122μὴ γὰρ ὅτι, εἰ πέπρακταί μοι τι τούτων, ἀλλʼ εἰ δοκῶ
短语 μὴ ὅτι(此处插入了表解释的 γάρ 成为 μὴ γὰρ ὅτι)是表示'且不说……'、'毋庸论……'的惯用省略结构。其语法来源通常被解释为省略了表言说的动词(如 μὴ λέγε ὅτι)。在此它排除了极端情况('且不说倘若我做过这些事'),并与后文的 ἀλλʼ εἰ('哪怕仅仅在你们看来我似乎……')形成鲜明对照,强化了极端的假设。
- 122παραδίδωμι τὴν εἰς ἐμαυτὸν τιμωρίαν ἐναπολογήσασθαι τῇ πόλει πρὸς τοὺς Ἕλληνας
不定词 ἐναπολογήσασθαι 是依附于主动词 παραδίδωμι(交出、交予)的目的/说明性不定词(epexegetical infinitive)。复合动词中的前缀 ἐν- 含有'借以……进行辩白'之意,与格 τῇ πόλει 充当不定词的逻辑主语。整个结构表示'我交出对自身的惩罚,以便城邦(τῇ πόλει)能够以此向全希腊人进行申辩(ἐναπολογήσασθαι πρὸς τοὺς Ἕλληνας)'。
