- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:110-116
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯揭露了提马科斯在担任议员期间侵吞公款及议事会的包庇纵容、在埃雷特里亚承认受贿、以及在公民身份审查中伪誓背信的恶行,随后过渡到最后的两项指控。
ἐπὶ τοίνυν τοῦ αὐτοῦ ἄρχοντος ὅθʼ οὗτος ἐβούλευεν, ταμίας ἦν τῶν τῆς θεοῦ Ἡγήσανδρος ὁ Κρωβύλου ἀδελφός, ἔκλεπτον δὲ τῆς πόλεως κοινῇ καὶ μάλα φιλεταίρως χιλίας δραχμάς. αἰσθόμενος δὲ τὸ πρᾶγμα ἀνὴρ ἐπιεικής, Πάμφιλος ὁ Ἀχερδούσιος, προσκρούσας τι τούτῳ καὶ παροξυνθείς, ἐκκλησίας οὔσης εἶπεν ἀναστάς· ὦ ἄνδρες Ἀθηναῖοι, κλέπτουσιν ὑμῶν ἀνὴρ καὶ γυνὴ κοινῇ χιλίας δραχμάς.
在同一执政官任内,当此人担任议员时,克罗比洛斯的兄弟赫格桑德罗斯担任女神财产的司库,他们两人同谋结党,十分默契地从城邦偷窃了一千德拉克马。阿彻杜斯区的帕姆菲洛斯是一个品行端正的人,他察觉了此事,又因曾与此人发生龃龉而极为愤慨,便在召开公民大会时站起身来说道:『雅典人啊,有一个男人和一个女人同谋偷窃了你们的一千德拉克马。』
θαυμασάντων δʼ ὑμῶν, πῶς ἀνὴρ καὶ γυνὴ καὶ τίς ὁ λόγος, εἶπε μικρὸν διαλιπών· ἀγνοεῖτε, ἔφη, ὅ τι λέγω; ὁ μὲν ἀνήρ ἐστιν Ἡγήσανδρος ἐκεῖνος νυνί, ἔφη, πρότερον δʼ ἦν καὶ αὐτὸς Λεωδάμαντος γυνή· ἡ δὲ γυνὴ Τίμαρχος οὑτοσί. ὃν δὲ τρόπον κλέπτεται τὸ ἀργύριον, ἐγὼ ἐρῶ. μετὰ ταῦτα ἤδη διεξῄει περὶ τοῦ πράγματος καὶ μάλα εἰδότως καὶ σαφῶς. διδάξας δὲ ταῦτα, τί οὖν ἐστιν, ἔφη, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ συμβουλεύω ὑμῖν; ἐὰν μὲν ἡ βουλὴ καταγνοῦσα τουτουὶ καὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τὴν δωρεὰν αὐτοῖς, ἐὰν δὲ μὴ κολάσωσι, μὴ δῶτε, ἀλλʼ εἰς ἐκείνην αὐτοῖς τὴν ἡμέραν ἀπομνημονεύσατε.
在你们感到惊异,探问何以是一个男人和一个女人、此话究竟何意时,他稍作停顿后说道:『难道你们不知道,』他说,『我在说什么吗?那男人就是眼下的赫格桑德罗斯,』他说,『不过从前他自己也曾是莱奥达马斯的女人;而那女人则是这里的提马科斯。至于那笔钱是如何被窃取的,我将一一道来。』在此之后,他便极为详尽、透彻而明了地阐述了这一事件。在阐明这些之后,『那么,雅典人啊,』他说,『我给你们的建议是什么呢?如果议事会判定此人有罪,通过落叶投票将其除名并移送法庭,你们就将荣誉奖赏颁给他们;但如果他们不惩处他,你们就不要颁发,而是要对他们记住〔此事〕以待那一天。』
μετὰ ταῦτα ὡς ἐπανῆλθεν ἡ βουλὴ εἰς τὸ βουλευτήριον, ἐξεφυλλοφόρησε μὲν αὐτόν, ἐν δὲ τῇ ψήφῳ κατεδέξατο.1 ὅτι δʼ οὐ παρέδωκε δικαστηρίῳ οὐδʼ ἐξήλασεν ἐκ τοῦ βουλευτηρίου, ἄχθομαι μὲν λέγων, ἀνάγκη δʼ ἐστὶν εἰπεῖν, ὅτι τῆς δωρεᾶς ἀπέτυχε. μὴ τοίνυν φανῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ μὲν βουλῇ χαλεπήναντες καὶ πεντακοσίους ἄνδρας τῶν πολιτῶν ἀστεφανώτους ποιήσαντες, ὅτι τοῦτον οὐκ ἐτιμωρήσατο, αὐτοὶ δὲ ἀφῆτε, καὶ τὸν τῇ βουλῇ μὴ συνενεγκόντα ῥήτορα, τοῦτον τῷ δήμῳ περιποιήσητε.
在此之后,当议事会回到议事大厅时,在落叶预选投票中确实将他除名,但在正式投票中又重新接纳了他。由于议事会既没有将他移交法庭,也没有将他逐出议事大厅——说出这一点令我痛心,但我不得不说——他们失去了获得奖赏的机会。因此,雅典人啊,请不要表现出你们一方面对议事会动怒,因为他们没有惩处此人而让五百名公民得不到冠冕,另一方面自己却将他宣告无罪,把一个对议事会毫无裨益的演说家为民众保留下来。
ἀλλὰ περὶ μὲν τὰς κληρωτὰς ἀρχάς ἐστι τοιοῦτος, περὶ δὲ τὰς χειροτονητὰς βελτίων.2 καὶ τίς ὑμῶν οὐκ οἶδεν ὡς περιβοήτως ἐξηλέγχθη κλέπτης ὤν; πεμφθεὶς γὰρ ὑφʼ ὑμῶν ἐξεταστὴς τῶν ἐν Ἐρετρίᾳ ξένων, μόνος τῶν ἐξεταστῶν ὡμολόγει λαβεῖν ἀργύριον, καὶ οὐ περὶ τοῦ πράγματος ἀπελογεῖτο, ἀλλʼ εὐθὺς περὶ τοῦ τιμήματος ἱκέτευεν ὁμολογῶν ἀδικεῖν. ὑμεῖς δὲ τοῖς μὲν ἐξάρνοις ἐτιμήσατε ταλάντου ἑκάστῳ, τούτῳ δὲ τριάκοντα μνῶν. οἱ δὲ νόμοι κελεύουσι τῶν κλεπτῶν τοὺς μὲν ὁμολογοῦντας θανάτῳ ζημιοῦσθαι, τοὺς δʼ ἀρνουμένους κρίνεσθαι. τοιγάρτοι οὕτως ὑμῶν κατεφρόνησεν, ὥστʼ εὐθὺς ἐπὶ ταῖς διαψηφίσεσι δισχιλίας δραχμὰς ἔλαβε. φήσας γὰρ Φιλωτάδην τὸν Κυδαθηναιᾶ, ἕνα τῶν πολιτῶν. ἀπελεύθερον εἶναι ἑαυτοῦ, καὶ πείσας ἀποψηφίσασθαι τοὺς δημότας, ἐπιστὰς τῇ κατηγορίᾳ ἐπὶ τοῦ δικαστηρίου, καὶ λαβὼν εἰς τὴν ἑαυτοῦ χεῖρα τὰ ἱερά, καὶ ὀμόσας μὴ λαβεῖν δῶρα μηδὲ λήψεσθαι, καὶ ἐπομόσας τοὺς ὁρκίους θεοὺς καὶ ἐξώλειαν ἐπαρασάμενος ἑαυτῷ, εἰληφὼς ἠλέγχθη3 παρὰ Λευκωνίδου τοῦ Φιλωτάδου κηδεστοῦ διὰ Φιλήμονος τοῦ ὑποκριτοῦ εἴκοσι μνᾶς, ἃς ἐν ὀλίγῳ χρόνῳ πρὸς Φιλοξένην ἀνήλωσε τὴν ἑταίραν, καὶ προὔδωκε τὸν ἀγῶνα, καὶ τὸν ὅρκον ἐπιώρκησεν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Φιλήμονα τὸν δόντα τὸ ἀργύριον καὶ Λευκωνίδην τὸν Φιλωτάδου κηδεστήν, καὶ τῶν συνθηκῶν ἀνάγνωθι τὰ ἀντίγραφα, καθʼ ἃς τὴν πρᾶσιν ἐποιήσατο τοῦ ἀγῶνος.
然而,关于抽签产生的官职,他是这副德性;难道在举手表决产生的官职上他就更好一些吗?你们当中谁又不知道他是怎样臭名昭著地被证实是个小偷呢?因为当他被你们派往埃雷特里亚担任雇佣军的检阅官时,在所有检阅官中唯独他承认收了钱,并且不对事实本身作任何辩解,反而在承认罪行后直接乞求从轻定罪裁决。对于那些否认受贿的人,你们每人判处了一塔兰同的罚金,而对此人却只判处了三十明那。然而法律明文规定,对于盗贼,认罪者处以死刑,否认者付诸审判。因此,他竟如此蔑视你们,以至于紧接着在公民身份大核查中受贿两千德拉克马。因为他声称公民之一的基达特奈昂区的菲洛塔德斯是他自己的获释奴隶,并说服同区居民投票剥夺其公民身份;在法庭上担任原告控诉时,他亲手握住祭品,发誓没有收受也绝不会收受贿赂,指着盟誓之神起誓并诅咒自己若违誓则断子绝孙;然而他却被查实通过演员菲勒蒙,从菲洛塔德斯的姐夫莱乌科尼德斯那里收受了二十明那——这笔钱在短时间内便被他挥霍在名妓菲洛克塞妮身上——他出卖了诉讼,违背誓言犯下了伪证罪。为了证明我说的是实话,请为我传唤付钱的菲勒蒙和菲洛塔德斯的姐夫莱乌科尼德斯,并宣读他借以出卖诉讼的契约副本。
Μαρτυρίαι.Συνθῆκαι περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνήλωκε, καὶ τὴν ὕβριν τὴν εἰς τὸ ἑαυτοῦ σῶμα ὡς ὑπερεώρακε, συνῇστε μὲν καὶ πρὶν ἐμὲ λέγειν, ἱκανῶς δʼ ὑμᾶς ὑπομέμνηκε καὶ ὁ παρʼ ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται, ἐφʼ οἷς ἐμαυτόν τʼ εἰπεῖν εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ὑπὲρ τῆς πόλεως ὡς προῄρημαι, ὑμᾶς τε βουλοίμην ἂν οἷς ἐγὼ μέλλω λέγειν προσέχειν καὶ παρακολουθεῖν εὐμαθῶς.
〔证词。契约〕关于他对待公民和亲属究竟是个怎样的人,关于他如何可耻地挥霍了父辈产业,以及关于他如何对施加在自己肉体上的暴行视若无睹,在由我陈述之前你们便已心知肚明,我的发言也已向你们作了充分的提醒。但我还剩下指控的两个门类;关于这两点,我向所有的男神和女神祈求,使我能如我所愿地为了城邦挺身陈辞,我也希望你们能全神贯注、领悟贯通地倾听我接下来要说的话。
- 112ἐξεφυλλοφόρησε μὲν αὐτόν, ἐν δὲ τῇ ψήφῳ κατεδέξατο.
指雅典议事会的两阶段表决程序。前半句的ἐκφυλλοφορέω指使用橄榄叶进行的初步罢免投票(除名),后半句的ἐν δὲ τῇ ψήφῳ则指使用正式投票石进行的终局表决。μέν...δέ的对比,揭示了程序上的矛盾妥协:提马科斯在初选投票中虽被除名,却在正式投票中被重新接纳。
- 113περὶ δὲ τὰς χειροτονητὰς βελτίων
与前句关于抽签官职(περὶ μὲν τὰς κληρωτὰς ἀρχάς)相对比的反讽表述。省略了系动词ἐστί,在语境中充当反诘或讽刺性的让步:『难道他在举手表决产生的官职上就会更好吗?』
- 114φήσας γὰρ Φιλωτάδην... εἰληφὼς ἠλέγχθη
由一系列状语分词(φήσας, πείσας, ἐπιστάς, λαβών, ὀμόσας, ἐπομόσας, ἐπαρασάμενος)构成的长句,最终汇聚于带有补充分词的被动语态主谓结构εἰληφὼς ἠλέγχθη(『被证实收受了……』)。层层叠叠的分词链条突出了其盟誓与诅咒的庄严郑重,进而有力地衬托出其受贿背信行为的卑劣。
