- 底本
- Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:1.75-1.151
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人请求海洋与林木诸神垂怜,转回走兽狩猎的主题,规定了猎人应有的体魄、装备、服饰与足下之具。随后他详述不同季节与时刻的狩猎要领,并列举了应携往山林的各类网罗与陷阱。
τίγριν δʼ ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες,
骑兵诛灭猛虎,刺鱼人捕获红鲻,
κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες.
追踪者捕杀野猪,捕鸟人捉拿夜莺。
ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης,
然而,涅柔斯啊,安菲特律忒的神明们啊,
ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε·
以及喜爱鸟类的树仙歌队,愿你们垂怜;
δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·
因为亲切的歌声正召唤我急急回转,
δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομʼ ἀείσων.
我转身前来为屠兽的神明歌唱。
πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων·
首先,青年男子切莫对我显得过分肥胖;
ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππονχρειὼ ἀναγκαίη, χρειὼ δʼ ἄρα τάφρον ἁλέσθαι.
因为在山岩间跃上高大的骏马确实必不可少,跃过壕沟也势在必行;
δηθάκι δʼ ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,
并且在丛林中,
ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι.
常常需要以轻捷的步伐和灵便的四肢去追逐野兽。
τῷ μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν,
因此,他们既不应肥硕地奔赴狩猎的激战,
μηδʼ ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι
也不应过于羸弱;
θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα.
因为屡获猎物之人有时必须同凶猛的野兽搏斗。
τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,
为此,但愿他们为我生得一副调和得宜的体魄,
ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι.
既奔跑迅捷,又战斗强悍。
καὶ δʼ ἄρα δεξιτερῇ μὲν ἐπικραδάοιεν ἄκονταςἀμφιδύμους ταναούς, δρεπάνην δʼ ἐπὶ μεσσόθι ζώνης·
他们在右手应挥舞修长而双叉的标枪,在腰带当中佩带弯刀;
καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο,
这样既能为野兽准备残酷的死亡,
καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.
亦能随身佩带抵御恶徒的防身之具。
λαιῇ δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ
在左手,步战者应牵引猎犬,
ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν.
骑马者则驾驭作为马匹舵轮的缰绳。
εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξαςἑλκέσθω, σφίγγοιτο δʼ ἐπημοιβοῖς τελαμῶσιν.
干净利落地将外袍挽起并固定在膝盖之上穿着,并用交错的皮带紧紧勒束;
αὐχένος αὖθʼ ἑκάτερθε παρήορον ἐκ παλαμάωνεἷμα περιστέλλοιτʼ ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων,
再者,从颈项两侧下垂、脱离双手的斗篷应在健壮的肩膀后方收束起来,以便更轻松地劳作;
ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύεινκείνους,1 τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,
而那些负责照看野兽隐秘足迹的人,应当赤足行走,
ὄφρα κε μὴ θήρεσσιν ἀπʼ ὄμματος ὕπνον ἕλοιτο
免得光洁脚下摩擦的鞋履之声,
ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.
夺走野兽眼中的睡意。
μηδʼ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα
根本不穿斗篷倒要好得多;
πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου
因为在呼啸烈风的气息中频频翻飞的衣物常常惊吓野兽,
θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.
使它们跃起逃窜。
ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·
猎人们当如此好好装备敏捷的身躯;
τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.
因为勒托之女、倾箭女神正是喜爱这样的人。
ἄλλοτε δʼ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων,2
他们当在不同季节与时刻去追逐野兽:
ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,
在晨曦破晓时,在白昼将尽时,
καὶ μεσάτου, ποτὲ δʼ ἑσπερίου· ποτὲ δʼ αὖτε καὶ ὄρφνῃ
在正午时,有时也在黄昏;
θῆρας ὑπʼ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.
有时他们甚至在幽暗的夜晚,在月光下制服野兽。
Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆριπᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν
在生叶的春天与落叶的秋天,完全风平浪静的破晓对猎人终日奔驰极为有利;
εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ·ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι
因为在驱散凄寒阴云的金春,对于骏马、凡人以及嗜食生肉的猎犬而言,疾驰的温和时节正当其时,
καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι
那时海洋为航海者敞开航道,人们张开亚麻飞翼之船的洁白帆具,
εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,
大地为从事耕作的凡人欢欣,
ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα,ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·
并为花蕾与鲜花解开包束;
ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,
或者在秋末的转折期,
ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ,
摘果农夫的家园丰盈,
καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει
雅典娜的果实充溢光滑的油罐,
καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,
家植葡萄在压榨槽中被挤压而欣喜,
σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.
蜂巢沉甸甸地垂着白净的蜂窝之时。
χείματι δʼ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,
在隆冬,他们应在正午狩猎,
εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς,
当某个仆从在密林中避入岩洞之下,
κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,
拾取枯枝,生起短暂的烈火,
ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.
斜倚火旁备办晚餐之时。
ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν
而在盛夏,必须避开烈日炽热的斥责与酷热;
ἄζαν τʼ ἠελίου· κέλομαι δʼ ἐπʼ ἄεθλον ἱκάνεινπρώτῃ ὑπʼ ἀμφιλύκῃ, ὅθʼ ἑωθινὸν ἀγροιῶταιἱστοβοῆος ἔνερθεν ὑπʼ εὐποίητον ἐχέτλην
我吩咐你在破晓微明时前去竞争,那时清晨的农夫们在犁辕之下、在制作精良的犁柄旁,驱使小母牛拉动破土的犁具;
γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον·ἢ πάλιν ἑσπερίῃσιν ὅτʼ ἠέλιος ζυγὰ κλίνει,ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,
或者在傍晚,当太阳倾斜其轭,牧人向他们的畜群发出归圈的信号,母畜乳房沉重、摇荡着乳汁返回各自的圈栏之时;
εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺςβριθόμεναι μαζούς τε καὶ οὔθατα κυκαίνουσαι·3οἱ δʼ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων
所有的幼崽急切地从石砌的圈舍中跃出,在各自亲爱的母兽身旁欢跃:
πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις,
健硕的牛犊环绕着大眼的小母牛,
ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,
羊羔环绕着长角鸣叫的母羊,
αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ,
小山羊环绕着咩咩叫的母山羊,
μηκάδας αὖτʼ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.
迅疾的马驹环绕着吃草的母马。
καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε
而且,声名显赫的狩猎活动中强健的劳作者,
ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,ἔντεά τʼ εὐθήροιο μέγα πνείοντα φόνοιο,
应向山梁与树林携带如此众多的兵器,以及散发着丰收杀戮之气的装备:
ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον
紧紧编织的网罗、柳条圈、长长的全捕网、
δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,
围网、网桩,以及带来重重哀痛的绳套锁扣,
- 1.101γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν κείνους
不定式 ὁδεύειν 具有命令语气的功能(祈使不定式),其逻辑主语为宾格 κείνους。这延续了前文 ἑλκέσθω 与 σφίγγοιτο 等指示性动词的指令句式。
- 1.110ἄλλοτε δʼ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων
ἰόντων 并非分词的属格复数,而是以 -ντων 结尾的第三人称复数主动语态命令式(相当于 ἰέτωσαν),与第81行的 ἔστων 平行,对普遍意义上的猎人们发出指令。
- 1.141βριθόμεναι μαζούς τε καὶ οὔθατα κυκαίνουσαι
μαζούς 依附于分词 βριθόμεναι,作关系宾格(“在乳房上沉甸甸的”)。它与随后支配宾格 οὔθατα 的及物分词 κυκαίνουσαι(“摇荡着乳房/乳汁”)相呼应,生动描绘了傍晚归栏牲畜乳汁充盈的生理状态。
