← 阿帕梅亚的奥皮安

狩猎歌

§1.152-1.230

狩猎用具与名马产地及良马的体相与心智

在列举了各种狩猎工具后,诗人论述了猎用公马的必要性与名马产地,详述了良马的理想体相、越老越快的卡帕多细亚马之奇观,并赞扬了军马在战场上的智慧、勇气以及近乎人类的心智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
152

αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,

三叉矛尖、宽刃枪、捕兔棒、

ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,

枪杆、装配羽翼的疾箭、刀剑、

φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,

伐牲斧、刺兔的三齿叉、

155

ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας,

弯曲的抓钩、压铅的网端、

σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,

针茅编结的草绳、巧织的绊足索、

ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.ἵππους δʼ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων

网结、支桩,以及阔眼的拖网。

ἄρσενας·1 οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι

狩猎时让他们牵引声名赫赫的公马。这不仅是因为母马在步力上稍逊一筹,

160

θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν,

难以在丛林中跑完长距离的路程,

ἀλλʼ ὅτʼ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ

更因为必须规避疾足骏马贪恋卧榻的情欲,

ἵππων ὠκυπόδων, ἀπὸ δʼ ἱππάδα τηλόσʼ ἐρύκειν,

将母马驱逐到远方,

ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,

免得她们因渴望交合而嘶鸣,

καί τʼ ἀΐοντες ἄδην κρυερὴν φύζανδε νέωνται

幼鹿、矫捷的山羚与怯弱的野兔饱听此声后,

165

νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ.

吓得魂飞魄散仓惶奔逃。

ἵππων δʼ αἰόλα φῦλα, τόσʼ ἔθνεα μυρία φωτῶν,

马的族类千差万别,

ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·ἀλλʼ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ

正如大地上分居而食五谷的万千人类部落与族群一样繁多;但我仍要说出在马群中最强健、最卓越的马种:

ὅσσοι θʼ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·

托斯卡纳马、西西里马、克里特马、马齐克斯马、

170

Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες, Ἀχαιοί,

阿开亚马、卡帕多细亚马、摩尔马、斯基泰马、

Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,

马格内西亚马、厄佩奥斯马、爱奥尼亚马、

Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.

亚美尼亚马、利比亚马、色雷斯马、埃兰波斯马。

ἵππον δʼ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο

精于驭马之道者与牛群的照管者们认为,以如下体态妆点全身的马,方为万马之中最卓绝者:

ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,

其躯体高大,四肢圆润,然而颈项之上小巧的头颅高高扬起,昂首而下颌收向颈部;

175

εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται·βαιὸν ὑπέρ δειρῆφι μετήορον ὕψι κάρηνον

两眉之间开阔而明净,浓密的鬃毛从两颞垂拂于额前;

ἀείροι,2 μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·

眼神锐利,如火炽热,在眉弓下闪烁赤红;

ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δʼ ἄρα κόρσης

鼻孔宽大,嘴部适度,双耳小巧;

180

ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι·ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν·

鬃毛浓密的马颈应如佩戴饰冠的头盔颔动顶羽一般,弯曲如弓;

εὐρεῖαι ῥῖνες, στόμα δʼ ἄρκιον, οὔατα βαιά·

胸膛宽厚,身躯修长,脊背平展,双凹的脊柱使腰侧丰满丰腴;

γυραλέη δειρή τελέθοι λασιαύχενος ἵππου,ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα·

其后垂垂拂动着厚重而长毛的大尾;

ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή·μηροὶ δʼ εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθενὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶκαὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα,οἷα τανυκραίροισιν ἀελλοπόδεσσʼ ἐλάφοισι·

股部坚实多肌;其下管骨笔直伸长、圆润而极为劲瘦;四肢毫无赘肉,犹如长角的疾风之鹿;

καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ

系部微屈,

ὕψι μάλʼ ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή.

圆蹄高高拔离地面,紧密、角质而坚实。

τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ

愿这样一匹气魄昂扬、并肩角力、

195

θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος.

骁勇善战的雄健之马,为我奔赴激烈的狩猎征程。

Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ

托斯卡纳马、亚美尼亚马、阿开亚马,

Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τε νέμονται.

以及声名远扬的卡帕多细亚马和放牧在陶罗斯山脉前的马群,皆属此等良驹。

θαῦμα δὲ Καππαδόκεσσι μέγʼ ἔδρακον ὠκυπόδεσσι·

我在神速的卡帕多细亚马身上见到了极大的奇迹:

εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα

当它们口中仍长着幼牙、

200

καὶ γλαγερὸν φορέουσι δέμας, τελέθουσʼ ἀμενηνοί·

躯体尚含乳浆时,显得软弱无力;

κραιπνότεροι δὲ πέλουσιν, ὅσῳ μάλα γηράσκουσι.

然而它们年纪越老,反而越发迅疾。

κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιοαἴθωνάς τʼ ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες

你应当为雄壮的战争和对付凶残的野兽而为它们披挂甲胄;

ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,

因为它们极其勇猛地直面兵刃,冲垮稠密的方阵,

205

θηρσί τʼ ἐνυαλίοισιν ἐναντία δηρίσασθαι.πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος

与凶猛的野兽迎面对决。

ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν;

军马在战斗中究竟是如何听懂长管军笛那唤醒征战的声响?

ἤ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν ὀπωπαῖςαἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτῃσι,

或者它如何以不眨的目光迎视由年轻重装步兵密集列成的军阵,

210

καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον,

直视闪耀的青铜与寒光凛冽的铁器,

καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δʼ αὖτις ὀρούειν,

并懂得何时应当按兵不动,何时又当重新冲锋,

καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν;

又如何学会遵从强悍将领的军令?

πολλάκι καὶ δῆριν ἀνδρῶν ἐπελάσσατο πύργοις

许多时候,

ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν

它从容地向城墙逼近那以盾为翼的兵士之战;

215

ἀσπὶς ὑπέρ κεφαλῆς ἐπικάρσιον ἀσπίδʼ ἐρείδει,3

那是当凡人意欲摧毁敌城,

ὁππότʼ ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι,

头顶盾牌斜向紧贴,筑起一片悬空的、

καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον,

七层牛皮制作的精巧、

δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δʼ αἴγλη

紧密且多瘤突的平原,

χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δʼ ὀπίσσω

日光般的青铜辉光反弹而起,

220

κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ.

倾斜的光芒立刻使广袤的长空闪耀生辉。

ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσαἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·

造化之工巧,实格外将凡人之心与多变的情智赋予了骏马的胸膛;

αἰὲν γινώσκουσιν ἐὸν φίλον ἡνιοχῆα

它们始终认得自己亲爱的驭手,

καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα

见到显赫的统帅便仰天长嘶,

225

καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον.

面对阵亡的战友则深深哀鸣。

ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς4

曾有一匹战马在厮杀中挣脱了沉默的桎梏,

καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν

逾越了自然的律则,

ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.

发出了凡人的声音与近似人类的言语。

ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος

好战的马其顿国王的战马布克法拉斯,

230

Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν.

过去常常迎着兵刃与敌交锋。

语法注4 条
  1. 1.158ἵππους δʼ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων ἄρσενας

    动词 ἀγέσθων 是中动/被动语态现在时第三人称复数命令式,作主动解(“让他们牵引”)。宾语 ἵππους 的修饰语 ἄρσενας(公的)被倒装置于句末,与后文的 θηλύτεραι(母马)形成鲜明的对照与强调。

  2. 1.176βαιὸν ὑπέρ δειρῆφι μετήορον ὕψι κάρηνον ἀείροι

    独立无连词的希求式 ἀείροι(与后文的 νεύοι、πέλοι、σείοιντο 等并列)用于描述理想马相时的愿望或规定性要求。δειρῆφι 带有史诗后缀 -φι,与介词 ὑπέρ 连用,在此作属格/方位格功能(“在颈项之上”)。

  3. 1.214ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν ἀσπὶς ὑπέρ κεφαλῆς ἐπικάρσιον ἀσπίδʼ ἐρείδει

    此处生动描绘了罗马军团著名的“龟甲阵”(testudo)。ἀσπιδόεσσαν ὑπόπτερον 为阴性宾格形容词,修饰前文的 δῆριν(战斗),意为“以盾牌为翼的(战斗)”。在 εὖτε 引导的从句中,主格 ἀσπίς 作主语,ἀσπίδα 作宾语,意为“当一面盾牌在头顶斜向支撑另一面盾牌时”。

  4. 1.226ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς

    化用了荷马《伊利亚特》卷十九中阿喀琉斯的神马克珊托斯(Xanthus)被赫拉赋予言语并向主人预言死期的典故。虽然诗中未直接点名,但“冲破沉默的桎梏并获得人类之声”明确指涉该神话事件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:1.152-1.230