- 底本
- Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:1.1-1.74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人歌颂皇帝安敦尼努斯并向其献上狩猎之歌,记述了通过与阿耳忒弥斯女神的对话摒弃神话、战争与爱情诗而定下猎兽主题的缘由,并比较了空、海、陆三种狩猎,确立了陆地猎兽的卓越地位。
σοί, μάκαρ, ἀείδω, γαίης ἐρικυδὲς ἔρεισμα,
至福之人啊,我向您歌唱,您是大地的崇高支柱,
φέγγος ἐνυαλίων πολυήρατον Αἰνεαδάων,
战勇的埃涅阿斯后裔渴望的光芒,
Αὐσονίου Ζηνὸς γλυκερὸν θάλος, Ἀντωνῖνε·
奥索尼亚宙斯的甘甜嫩苗,安敦尼努斯;
τὸν μεγάλη μεγάλῳ φιτύσατο Δόμνα Σεβήρῳ,
伟大的多姆娜为伟大的塞维鲁诞育了他,
ὀλβίῳ εὐνηθεῖσα καὶ ὄλβιον ὠδίνασα,
她与尊贵的夫君同衾,阵痛生下尊贵的麟儿,
νύμφη ἀριστοπόσεια, λεχὼ δέ τε καλλιτόκεια,
她是得配最杰出丈夫的新娘,又是产下高贵子嗣的母亲,
Ἀσσυρίη Κυθέρεια καὶ οὐ λείπουσα Σελήνη,
是亚述的基忒瑞亚,永不亏缺的塞勒涅;
οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης·1
〔他〕绝不逊于克罗诺斯之子宙斯的血脉。
εὐμενέοι Τιτὰν Φαέθων καὶ Φοῖβος Ἀπόλλων.
愿提坦法厄同与福玻斯·阿波罗垂怜!
τῷ ῥα πατὴρ μεγάλῃσι πονησάμενος παλάμῃσι
父亲正是用伟大的双手操劳,
δῶκεν ἔχειν πᾶσαν τραφερήν, πᾶσαν δὲ καὶ ὑγρήν.
将整个陆地和整个汪洋都交由他掌管。
σοὶ μὲν γὰρ θαλέθουσα κύει πάνδωρος ἄρουρα,
因为赐予万物的沃土为您繁茂孕育,
καὶ πάλιν εὐδιόωσα τρέφει κλυτὰ φῦλα θάλασσα·
平静的海洋也再次滋养其闻名的族群;
σοὶ δέ τε πάντα νάουσιν ἀπʼ Ὠκεανοῖο ῥέεθρα,
所有的溪流自大洋为您奔涌,
φαιδρά τε μειδιόωσα θέει κλυτὸς Ἠριγένεια.
灿烂微笑的著名黎明女神为您奔行。
τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνεʼ ἀεῖσαι.2
因此,我渴望歌唱狩猎的辉煌业绩。
τοῦτό με Καλλιόπη κέλεται, τοῦτʼ Ἄρτεμις αὐτή.
卡利俄佩如此吩咐我,阿耳忒弥斯亲自如此命令。
ἔκλυον, ᾗ θέμις ἐστί, θεείης ἔκλυον ἠχῆς,
我依循正道,倾听神圣之音,并回应了女神;她首先对我如此说:
καὶ θεὸν ἠμείφθην· πρώτη δέ με τοιάδʼ ἔνισπεν·
阿耳忒弥斯:醒来吧,
α. ἔγρεο, καὶ τρηχεῖαν ἐπιστείβωμεν ἀταρπόν,
让我们踏上凡人尚未用歌声践履过的险峻小径。
τὴν μερόπων οὔπω τις ἑῇς ἐπάτησεν ἀοιδαῖς.
诗人:垂怜吧,神圣的女主;
ο. ἵλαθι, πότνια δῖα, τὰ δʼ ἐν φρεσὶ σῇσι μενοινᾷς,
您心中所思忖的,
ἄμμες ὑφʼ ἡμετέρῃ μεροπηΐδι λέξομεν ἠχῇ.
我们必当以凡人之声叙说。
α. οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,
阿耳忒弥斯:我现在不愿你歌唱山林中三年一祭的巴克科斯,
οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο.
也不愿你歌唱阿奥尼亚阿索波斯深水之畔的舞蹈。
ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζια νύκτερα θύσθλα·
诗人:正如您所命,我们将弃绝萨巴齐俄斯的夜间祭礼;
δηθάκις ἀμφεχόρευσα Θυωναίῳ Διονύσῳ.
我曾多次围绕梯俄涅之子狄奥尼索斯起舞。
α. μὴ γένος ἡρώων εἴπῃς, μὴ ναυτίλον Ἀργώ,
阿耳忒弥斯:莫诉说英雄的谱系,莫说航海的阿尔戈,
μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσῃς.
莫言凡人的战乱,切莫为我歌唱毁灭凡人者。
ο. οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·
诗人:我决不谈论战争,也不谈论阿瑞斯最邪恶的行径;
ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα.
我曾叙述过帕提亚人的灾患与泰西封。
α. ἀμφὶ πόθοις ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς·
阿耳忒弥斯:对致命的情欲要保持沉默,舍弃胸带;
ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης.
我痛恨人们所谓的生于大海之女神的玩物。
ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.
诗人:至福的女神啊,我们听闻您未曾涉足婚事。
α. μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτήρων·
阿耳忒弥斯:歌唱野兽与猎人的争斗吧;
μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα,
歌唱猎犬的种系和骏马斑斓的群落,
βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα·
敏捷的智谋,以及带来丰厚收获的追踪之业。
ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν
请为我诉说野兽的仇恨,歌唱它们的爱恋,
καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης
歌唱山中无泪的基忒瑞亚的洞房,
καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης.
以及野兽无需助产的生育之榻。
τοῖαι συνθεσίαι Ζηνὸς μεγάλοιο θυγατρός.
大宙斯之女的誓约便是如此。
ἔκλυον, ἀείδω· βάλλοιμι δʼ ἐπίσκοπον ἠχήν.
我听从了,我歌唱;愿我能射出中靶的声调。
ἀλλὰ σύ γʼ, ἀντολίηθεν ἐπʼ Ὠκεανὸν βασιλεύων,
然而您啊,从东方统治至大洋,
εὔδιον ἀμβροσίῃσιν ὑπʼ ὀφρύσι σῇσι γεγηθώς,
在神圣的眉宇下泰然欣喜,请向大地、
δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν
诸城邦以及这首满载猎物的赞歌,
γαίῃ καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς.
伸出您无比仁慈、赐予财富的右手。
Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν,
神明赐予人类三类狩猎:
ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν·
空中之猎、陆地之猎与可爱的海中之猎。
ἀλλʼ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,
然而其辛劳并不均等;
ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι,
深海中卷起喘息的游鱼,从空中拉下长翼的飞鸟,
καὶ ταναοὺς ὄρνιθας ἀπʼ ἠέρος εἰρύσασθαι,
与在群山中同凶残的野兽搏斗,
ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;3
这怎能相提并论?
οὐ μὲν ἄρʼ οὐδʼ ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι
固然,对渔夫而言,以及对捕鸟人而言,
ἄγρη νόσφι πόνοιο· πόνῳ δʼ ἅμα τέρψις ὀπηδεῖ
绝非没有辛劳的捕猎;但伴随其辛劳的唯有欢愉,
μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται.
毫无杀戮;他们是未染鲜血的。
ἤτοι ὁ μὲν πέτρῃσιν ἐφήμενος ἀγχιάλοισι
事实上,一人坐在邻海的岩石上,
γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖςἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν·
手持弯曲的芦苇竿与鲜红的鱼钩,无畏的垂钓者制服了灵巧的游鱼;
τερπωλὴ δʼ, ὅτε χαλκοῦ ὑπαὶ γενύεσσι τορήσας
当青铜钩穿透鱼鳃之下,
ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα
将那在深渊之上剧烈腾跃喘息的深海舞者高扬于空中时,
εἰνάλιον φορέῃσι διʼ ἠέρος ὀρχηστῆρα.
便是一件乐事。
ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπʼ ἄγρην
捕鸟人的劳作也确实甜蜜;因为他们奔赴狩猎时,
οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται,
不带利剑,不带镰刀,也不带青铜长枪,
ἀλλʼ αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος
反倒有作为同伴的鹰隼伴随他们前往林间,
καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς
还有长长的细绳、湿润蜜色的鸟胶,
οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν.
以及踏破空中幽径的芦苇竿。
τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα;
谁敢将这些事物歌唱为等量齐观?
ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο;
谁会将雄鹰与百兽之王狮子抗衡?
ἰῷ πορδαλίων δὲ τίς ἄν μύραιναν ἐΐσκοι,4
谁会将海鳝与豹子的突袭相提并论,
ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις,
或将豺狼比于鹰隼,将犀牛比于海胆,
ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντʼ ἐλέφαντι;
将海鸥比于野山羊,或将一切巨鲸比于大象?
θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες,
猎人消灭恶狼,渔人捕获金枪鱼;
ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες,
陷阱猎人捕取绵羊,持竿者捕捉怯懦的鸽子;
ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,
山林猎手猎杀棕熊,垂钓者捕获条纹鱼。
- 1.8οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης
οὐδέν 作副词性内宾格,修饰比较级 ἀφαυρότερον(“绝不逊色”)。Ζηνὸς Κρονίδαο γενέθλης 是比较属格。此处并非指母亲多姆娜,而是在句法上承接第4行由 τὸν 引出的对安敦尼努斯的同位语修饰,赞誉其血统绝不逊于克罗诺斯之子宙斯的子嗣。
- 1.16τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνεʼ ἀεῖσαι.
δήνεʼ 为史诗诗语中性复数宾格 δήνεα(“谋略”、“技艺”、“行状”)的省音式。κλυτὰ δήνεα 作不定词 ἀεῖσαι 的直接宾语,θήρης 则作为其依存的目标格属格(“狩猎的辉煌技艺/业绩”)。
- 1.49ἀλλʼ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται, ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι, καὶ ταναοὺς ὄρνιθας ἀπʼ ἠέρος εἰρύσασθαι, ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;
ἐπεὶ πόθεν ἶσα τέτυκται 为反问句,意为“又何以能相提并论(绝非同等)”。连词 ἐπεί 引出支持前句 οὐκ ἶσος ἄεθλος 的依据。主语是由不定词短语构成的并列对比项(以 ἰχθὺν... ἀπομηρύσασθαι 与 ταναοὺς ὄρνιθας... εἰρύσασθαι 为一方,以 ἢ θηρσὶν... δηρίσασθαι 为另一方),ἶσα 作谓语补足语(中性复数)。
- 1.69ἰῷ πορδαλίων δὲ τίς ἄν μύραιναν ἐΐσκοι
ἰῷ 源自名词 ἰός(“箭”,引申为猛兽的“扑击、突袭”或“致命之毒”),在句中作与格补足语,依存于动词 ἐΐσκοι(“谁能将……与豹子的扑击/凶猛相比”),μύραιναν(“海鳝”)为直接宾格。
