← 奥皮安

捕鱼歌

§5.77-5.152

诱捕向导鱼的战术与猎捕巨兽的准备

本节描绘了向导鱼如孝子照料老父般引导海兽的情形,阐述了智慧胜于蛮力的哲理,并详述了猎捕海兽的策略:先诱捕向导鱼使海兽盲目瘫痪,再备妥配有转环的青铜链巨钩、牛肝诱饵及各式重型兵刃以展开围猎。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
77

ἐστὶν ἑλεῖν, εἴτʼ οὖν τι κορύσσεται ἐγγύθι πῆμα,

它向巨兽指示是否有猎物可捕,或是近处正酝酿着危险,

εἴτʼ ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν

抑或是海中有宜于避开的浅滩;

βέλτερον· αὐδήεσσα δʼ ὅπως ἐνδείκνυται οὐρὴ

它的尾巴极为精确地指示一切,仿佛能发声言语,

80

πάντα μάλʼ ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος·

而水中的庞然重物(海兽)皆顺从遵行。

κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς

因为那条鱼对于巨兽而言是前锋勇士,

θηρὶ πέλει· κείνῳ δʼ ἀΐει, κείνῳ δὲ δέδορκεν,

是双耳,亦是光芒;巨兽凭它得闻,凭它得视,

ἡνίʼ ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν.

已将守护生命的缰绳全权交付于它。

ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,

正如儿子深爱年迈的父亲,

85

φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων,

以暮年的赡养之情偿还哺育之恩,

τὸν δʼ ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα

悉心照料并拥抱如今肢体与眼目皆已衰颓的老父,

ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις

在途路上伸出援手,

χεῖρʼ ὀρέγων καί πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων·

在所有事务中亲力匡助——因为对于日渐衰老的父亲而言,

πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης

儿子们便是崭新的力量——那条鱼正是如此以深情相伴海中的巨怪,

ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ.

犹如以舵柄的缰绳驾驭一艘舟船。

ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα

委实,或许它自初生起便分得了同源之血,

ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ.

又或许是巨兽自己选中了它并由衷纳为伴侣。

ὥς οὔτʼ ἠνορίης οὔτʼ εἴδεος ἔπλετʼ ὄνειαρ

由此可见,无论勇力还是体态,

95

τόσσον, ὅσον πραπίδων· ἀλκὴ δʼ ἀνεμώλιος ἄφρων·

皆不及智谋大有裨益;无知的力量犹如清风般虚妄。

καί τε μέγα βριάοντα κατέσβεσεν ἠδʼ ἐσάωσε

一位身材矮小却富于智谋的人,既能扑灭强横之辈,

βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον

亦能救免其身;正因如此,不可匹敌、肢体浩大的海兽,

ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.

亦将一条小鱼奉置于己身之前(赖以为导)。

τοὔνεκά τις πάμπρωτον ἕλοι1 σκοπὸν Ἡγητῆρα

因此,人们首先应当捕杀那位哨兵“向导”,

100

κεῖνον, ὑπʼ ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας·

以利钩与食物将其诱骗。

οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο

因为只要它尚存活,任凭你如何施加重压亦无法降服那只巨兽;

κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετʼ ὄλεθρος.

但一旦它丧命,巨兽的毁灭便指日可待。

οὐ γὰρ ἔτʼ οὔθʼ ἅλμης ἰοειδέος οἶδε κέλευθα

因为巨兽不再明晰暗紫大海的道路,

ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,

亦不知如何避开切近的灾祸,

105

ἀλλʼ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος,

而是恰如失去了舵手的货船,

πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι

在灰绿海水的冲荡下漫无防备、

γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν

无可奈何地随波逐流,失去了助力的御者,

ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.

漂移于幽暗莫测的航道中。

πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε

在彷徨之中,它常常搁浅于礁石与滩岸之上;

110

πλαζόμενον· τοίη οἱ ἐπʼ ὄμμασι πέπταται ἀχλύς.

笼罩在它眼前的阴霾是如此浓厚。

δή ῥα τότʼ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης

就在那时,渔夫们怀着迅捷的决意奔赴捕猎的劳作,

ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι

向屠灭巨兽的福神祈祷,

κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.

以期擒获安菲特里忒可怖的怪兽。

ὡς δʼ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι

正如勇猛的敌军伏兵暗中接近对手,

115

λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας,

伺机于半夜时分,

εὕδοντας δʼ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,

趁着守卫在门前熟睡,

Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δʼ ἐδάμασσεν·

在阿瑞斯的庇佑下一举将其击溃;

ἔνθεν ἔπειτʼ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπʼ αὐτὴν

随后他们大胆奔向卫城之巅和塔楼本身,

θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες·

携带着火矢、城池的灾星以及击碎精美殿宇的火把;

ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν

彼时渔夫的军队亦如此大胆且急切地逼近失去防备的海兽,

ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος·

因其舵手已遭诛灭。

τοῦ δʼ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται

他们首先在心中估量其重量与尺寸;

ἄχθος ὅσον μέγεθός τε·2 τὰ δʼ ἔπλετο σήματα γυίων·

其肢体呈现出如下征兆:

125

εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις

如果它在翻滚的大海漩涡中仅仅微露脊背与背鳍的尖端,

βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον

那定然是硕大无比的非凡巨兽;

ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ

因为即便是大海本身翻腾涌动,

ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·

亦难轻易承载其重。

εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος

但若它的背部也显露出一部分,则昭示着其体量并非如此沉重;

130

ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι.

因为对于较轻弱者而言,其游弋浮泛自如。

τοῖσιν δʼ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖαθωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται,

他们的钓线由多层紧密搓绞的麻绳接合而成,

ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης

粗如一艘不大不小的海船的前支索;

οὔτʼ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·

其长度延展充足,堪当捕猎之用。

135

ἄγκιστρον δʼ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται

精工锻造的钓钩刻有交错突出的倒刺,

γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν,

两面皆经打磨锋利,

οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,3

足以钩住巨石并刺穿岩缝,

τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.

其可怕的弯度巨大到足以横跨巨口。

δινωτὴ δʼ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων

在黝黑钓钩的末端环绕着一条锻造结实的青铜链条,

λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·

足以承受利齿的可怕蛮力与巨口的锋芒。

δεσμῷ δʼ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται

在锁链的中间部位,

πυκνὰ παρʼ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι

紧密相连地铸有轮形转环,以遏制海兽狂乱的翻滚,

φοιταλέας, μηδʼ ἰθὺς ἀπορρήξειε σίδηροναἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν,

防止它因致命的剧痛而狂怒淌血时猛力直冲扯断铁链,

ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.

而是迫使其打转绕行于迂回的游径之中。

δαῖτα δʼ ἐπʼ ἀγκίστρῳ δυστερπέα πορσύνουσι

他们给钓钩配上令人厌弃的筵席(诱饵):

ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμὸν

特选的黑色公牛肝脏,

ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.

或是带生肉的牛肩,正配食客之巨口。

150

πολλαὶ δʼ ἀγρευτῆρσιν ὁμόστολοι ὥστʼ ἐς Ἄρηα

猎人们如同奔赴沙场一般,磨利了众多随行利器:

θήγονται κρατεραί τʼ ἀκίδες στιβαραί τε τρίαιναι,

强韧的矛尖、结实的三叉戟、大镰刀、

ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα

刃口沉重的伐牛斧以及诸如此类的利器。

语法注3 条
  1. 5.99τοὔνεκά τις πάμπρωτον ἕλοι

    不带 ἄν 的希求法动词 ἕλοι 在此充当教谕或告诫用法(“人当首先捕获……”),这是教谕诗中用于给出实用指导与战术规范的常见句式,而非省略了 ἄν 的潜能判断句。

  2. 5.123τοῦ δʼ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται / ἄχθος ὅσον μέγεθός τε

    前置预取结构(prolepsis):属格代词 τοῦ 前置于主动词 τεκμαίρονται(“他们估量”)旁,但在意义上预先提取了后续间接疑问从句 ἄχθος ὅσον μέγεθός τε(“其重量与尺寸有多大”)的逻辑主语。

  3. 5.137οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι

    性质关系形容词 οἷον 搭配不定式(ἑλέειν, πεῖραι),表能力或结果的限定结构(“足以抓住岩石并刺穿缝隙的那种”),与后文说明鱼钩弧度的宾格 τόσσον ἴτυν κρυερήν 相互配合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.77-5.152