← 奥皮安

捕鱼歌

§5.153-5.228

钩捕海中巨兽与利用皮囊的搏斗

渔夫们静悄悄地靠近巨兽并使其吞下带钩巨饵,利用充气皮囊的浮力消耗企图潜逃深海的猎物,在激烈的搏斗中将钓线系于岸边礁石上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
153

ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·

在铿锵作响的铁砧上,毁灭之器被锻打成型。

ἐσσυμένως δʼ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,

他们急切地登上配备精良坐板的小舟,

155

σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,

彼此默然以颔首示意各项事宜,

στέλλονται, κώπῃσι δʼ ὑπʼ εὐκήλοισι θάλασσαν

随即启航;

ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,

他们在轻柔的桨叶下让海水泛起微微白沫,极力防备声响,

μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο

以免巨大的海兽有所察觉而避入海底深处,

βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθου ἄροιντο.1

使他们的劳作徒劳无功。

160

ἀλλʼ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τʼ ἀέθλῳ,

然而,当他们接近海兽并协力投入较量之时,

δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ

便毅然从船头将欺诈的灾星(致命诱饵)

πῆμα δόλου προὔθηκαν· ὁ δʼ ὡς ἴδε δαῖτα βαρεῖαν,

投到巨兽面前。巨兽一见沉重的食饵,

ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·

便纵身跃起,顺从贪婪无耻的肚腹而毫不怠慢;

μάρψε δʼ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δʼ εἴσω

它猛冲向前咬住了弯曲的毁灭,

165

ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ,

那磨砺锋利的钓钩立刻深深刺入它宽阔的咽喉,

ἐν δʼ ἐπάγη γλωχῖσιν· ὁ δʼ ἕλκεϊ θυμὸν ὀρινθεὶς

倒刺牢牢咬合。巨兽因创伤而心绪暴怒,

πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,

起初在痛苦中猛力甩动毁灭性的下颌,

χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·

企图咬碎青铜绳索;

ἀλλʼ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα

但这番徒劳的挣扎只是白费力气。随后,

170

σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι

它在如火的剧痛折磨下狂暴奔窜,

δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·

潜入大海的水下渊薮之中。

τῷ δὲ τάχʼ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασανὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν

渔夫们迅速将整条钓线尽数放予给它;

ὅσσον τʼ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι

因为凡人并无足够的气力在沉重的庞然巨兽拼死抗拒时将其拉回降伏;

175

βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν

倘若它猛力向前冲去,

ἑλκύσει ποτὶ βυσσόν, ὅθʼ ὁρμήσειε φέρεσθαι.

轻易便能将他们连同船上的坐板一同拖入深渊。

οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς

当海兽潜水之际,他们立即将系在钓线上、

πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ

灌满人之气息的宽阔皮囊送入水中;

δυομένῳ πέμπουσιν· ὁ δʼ ὀχθίζων ὀδύνῃσι

巨兽因痛苦而狂乱,

180

ῥινῶν οὐκ ἀλέγει,2 κατὰ δʼ ἔσπασεν οὐκ ἐθέλοντας

全然不顾那些兽皮,轻易便将并不情愿、

ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.

一心向往海面浮沫的皮囊强行拖下海底。

ἀλλʼ ὁπότʼ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,

但当它带着疲惫的心力接近海床时,

στῆ ῥα μέγʼ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος

却呼呼喷着白沫、沮丧地停驻下来。

ἱδρῶτʼ ἐξανύσας καματώδεα τέρματος ἄκρου

正如同骏马跑完折返点的劳累冲刺后流尽汗水,

185

ἀφρῷ ὑφʼ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς

在带血的白沫中将下颌紧咬着弯曲的嚼子,

ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,

滚烫的喘息从口中喷薄而出;

ὣς ὁ μέγʼ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ

那海兽亦如此剧烈喘息着暂歇。

μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,

然而那些皮囊纵然它一心想留在深处,

αἶψα δʼ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι

却绝不容许,反而在气息的托举下迅疾向上浮升,

190

πνοιῇ ἀειρόμενοι· τῷ δʼ ἵσταται ἄλλος ἄεθλος.

冲出水面;海兽随之迎来了另一场较量。

ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι

于是它起初用巨颌发起徒劳的撕咬,

ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα

急欲驱除将它往后拖拽的皮囊;

δέρματʼ ἀμύνεσθαι· τὰ δʼ ἀνίπταται οὐδέ ἑ μίμνει,

但皮囊纷纷向上飞升,

φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·

绝不停留,犹如逃遁的活物一般遁避;

195

αὐτὰρ ὅ γʼ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,

而巨兽在痛苦中再次冲向最深处的海水,

πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτʼ ἀνάγκῃ,

卷起重重旋流,时而被迫,

ἄλλοθʼ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.

时而自主,往复撕扯与被拖曳。

ὡς δʼ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι

正如伐木工人协力劳作,

πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τινʼ ἄλληνχρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,

急切地拉动大锯,为水手们赶制龙骨或其他所需之物时,

ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου

双方彼此拉回紧压铁锯的粗暴之力,

ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων

锯齿之列绝不固定于同一轨道,

τέτραπται μίαν οἶμον, ἐπειγόμενος δʼ ἑκάτερθεν

而是在两端的催逼下既鸣响又锯割,

κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,

始终往复拉动;凶残的巨兽被向上拖拽,

205

τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ

而兽皮皮囊在另一端被蛮力向下牵拉,

νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θʼ ἑτέρωθεν.

双方的争斗亦是如此。

πολλὴν δʼ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην

巨兽因剧痛而翻腾,将大股血腥的泡沫喷洒在海面之上,

παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε

狂暴怪兽的喘息在水下如雷轰鸣,

μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ

四周的海水翻腾呼啸;

210

ἀμβολάδην· φαίης κεν ὑπʼ οἴδμασι πᾶσαν ἀϋτμὴν

你若得见,

κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.3

定会说那正是呼啸狂暴的玻瑞阿斯的全部狂风潜匿栖宿于巨浪之下。

τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφί δὲ πυκναὶ

其猛烈的怒火正是如此狂暴地喷吐喘息,

δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες

周围因膨胀涌浪而旋转的密集漩涡,

οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.

将裂开的水道巨浪掏成深陷的巨穴。

215

οἷον δʼ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος

正如在伊奥尼亚海口与怒吼的第勒尼安海之间,

Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ

海峡裂口在海流中部翻卷,

εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος

在堤丰狂暴的喘息下咆哮如狂,

μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες

伸展的可怖漩涡扭曲了疾驰的波涛,

κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις,

黝黑的卡律布狄斯在呼啸倒卷的漩涡牵引下旋转翻腾;

ὣς τότε κητείοισιν ὑπʼ ἄσθμασι χῶρος ἁπάντῃ

彼时在海兽的气息轰鸣下,

ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.

安菲特里忒的领地亦处处被撕裂摧折,卷起阵阵漩涡。

ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων

此时,一位渔夫飞速划动轻巧的小舟驶向岸边,

ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης

将钓线牢牢系在海滨的岩石上,

225

ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,4

随后立即返回,

πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.

宛如以船尾缆绳将船只紧固系留。

τὸν δʼ ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δʼ ὀδυνάων

当狂乱扑腾的海兽终被疲竭所捕获,

θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ

凶残的巨兽因剧痛而如醉如狂,狂暴的心因疲惫而……

语法注4 条
  1. 5.159ἅλιον δέ κε μόχθου ἄροιντο

    在连词 μή 引导的否定目的从句(谓语为 μάθοι, νέοιτο)之后,由小辞 κε(ἄν) 与祈愿语气 ἄροιντο 并列引出。这标志着从纯粹的否定目的转向潜在或结果性的推论(“从而可能徒受劳苦”)。属格 μόχθου 作为动词 ἄροιντο 的宾语,属部分属格用法,亦有抄本异文作宾格 μόχθον。

  2. 5.180ῥινῶν οὐκ ἀλέγει

    由动词 ἀλέγω(顾忌、在意)所支配的宾格性属格。此处的 ῥινῶν 并非出自 ῥίς, ῥινός(鼻子),而是源自 ῥινός(兽皮、革),用作转喻,指代前文中“充盈着人之气息的皮囊”(ἀσκοὺς ... πνοιῆς ἀνδρομέης πεπληθότας)。

  3. 5.210φαίης κεν ὑπʼ οἴδμασι πᾶσαν ἀϋτμὴν κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι

    由 κεν 与祈愿语气第二人称单数构成(φαίης κεν,“你定会说”),是荷马式史诗中引导读者领会场景的典型潜在构式。它统辖一个带“宾格主语与不定式”结构(accusative and infinitive):πᾶσαν ἀϋτμὴν ... αὐλίζεσθαι(“所有的狂风……皆栖宿于此”),分词 κευθομένην 修饰宾格主语 ἀϋτμήν。

  4. 5.224κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε

    一系列未伴随 ἄν 的祈愿语气动词(κατάγοιτο, ἅψαιτο, νοστήσειε),在此充当教益史诗中典型的描写性或指引性祈愿语气(或省略 ἄν 的潜在祈愿语气),生动刻画捕猎中的标准规程(“此时会有人靠岸、系线……随即返回”)。不定代词 τις 充当其语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.153-5.228