- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.1-5.76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人向皇帝进言,指出人类仿照诸神而造,拥有征服陆海一切猛兽的卓越智谋;在对比陆海凶兽之后,进而描绘了深海巨兽(鲸类)的习性以及引导其前行的向导鱼。
ἔνθεν ἔπειτʼ ἀΐων τεκμαίρεο, κοίρανε γαίης,
大地的主宰啊,听闻这些后请明察:
ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ
有生有灭的凡人无所不能,无论是在大地母亲之上劳作,
μητρὶ καμεῖν, οὐ κόλπον ἀνʼ εὐρώεντα θαλάσσης·
还是在阴暗幽深的海洋之湾中。
ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην
确是有神灵将凡人造成与诸福神相仿的族类,
ἀνθρώπους ἀνέφυσε, χερείονα δʼ ὤπασεν ἀλκήν,
仅赋予了他们略逊一筹的力量;
εἴτʼ οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς,
无论是伊阿珀托斯的后裔、
ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν
机智多谋的普罗米修斯以水调泥,用诸神的香膏涂抹其心,
ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ,εἴτʼ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα
创造了直面福神的族类,
Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν
还是我们本就是从提坦神流溢的神血中所生。除诸神之外,凡物莫过于人类更崇高,
νόσφι θεῶν· μούνοισι δʼ ὑπείξομεν ἀθανάτοισιν.ὅσσους μὲν κατʼ ὄρεσφι βίην ἄτρεστον ἔχοντας
我们唯独向不朽的诸神俯首。
θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα
凡人扑灭了多少在山峦中怀抱无畏力量的傲慢野兽!
οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα
凡人虽然躯体匍匐于地,
εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα
却捕获了多少在云翳与苍穹间盘旋的鸟群!
ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδʼ ἐσάωσεν
勇猛未能拯救雄狮免于被驯服,
αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν
疾风般的振翅声也未能救免苍鹰;
θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ
凡人甚至以强力迫使身披黑皮的巨大印度野兽屈服,
κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δʼ ἔθηκαν
加之以重压,将它置于轭具之下,
οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.1
使之承担骡子般坚忍耐劳的负重劳役。
κήτεα δʼ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις
至于波塞冬居所中所育养的庞然巨兽,
ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν
我断言,
τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν
大海所产者决不逊色于大地上食肉的兽类,
καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.
海洋中无畏的怪兽在力量与体量上甚至更胜一筹。
ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τινʼ ἀλκὴν
陆地上有龟类,既无力量亦不知为害;
οὐδʼ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ
但在波涛之中,
οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.
面对海龟,绝无人敢逞狂勇。
εἰσὶ δʼ ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν
干燥的大地有凶犬,
εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.
但无人能与海犬的无耻凶暴相比。
πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης
大地的豹是致命的毒兽,
αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι,
而海中之豹更令人畏惧。鬣狗徘徊于旱地,
πολλῷ δʼ ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι
波浪中的海鬣狗则远更为恐怖。
κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης
虽有公羊作为牧人驯养的家畜,
κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ.2τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι
但靠近海中公羊者,绝不会遇上温驯之辈。
λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή,
哪只野猪能拥有无敌鲨鱼般的巨力?雄狮胸中燃烧的力量,
ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις;3
何曾能匹敌令人战栗的锤头双髻鲨?
φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι
即便长毛的巨熊在陆地上也对狰狞的海豹望而生畏,
ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι
若在交战中相遇,
δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα.
亦必遭击败;大海所庇护的正是此类凶兽。
ἀλλʼ ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν
然而,凡人这不可战胜的族类,
ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δʼ ἁλιήων
即便对这些巨兽也谋划了沉痛的毁灭,
ὄλλυνται, κήτειον ὅτʼ ἐς μόθον ὁρμήσωνται.
每当〔渔夫〕奔赴鲸战之时,〔它们〕皆丧命于渔夫之手。
τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλʼ ἀΐοιτε
我将陈述捕猎它们的艰巨劳作;而愿你们垂听,
εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης.
仁慈的帝王们,大地之上奥林匹斯般的壁垒。
κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι
身形巨大无朋的海兽大多繁衍于大洋深处;
πλεῖστά τε καὶ περίμετρα· τὰ δʼ οὐκ ἀναδύεται ἅλμης
它们极少浮出盐海,
δηθάκις, ἀλλʼ ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης
而是因身躯沉重而留居海底根基,
βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ
狂乱于无休止的求食之怒中,
αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς
永远饥肠辘辘,
μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ,ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον
从不放松可怖巨腹的贪婪。因为何等食粮方能填满那深渊般的大胃,
ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ
方能让它们无法遏制的巨口因饱足而歇息?
ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ
它们甚至相互残杀,强者在力量上击杀弱者,
πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι.
彼此沦为食物与筵席。
πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα
在西方的伊比利亚海,
ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα
它们与舟船相遇时常常带来恐慌,
γείτονος Ὠκεανοῖο λελοιπότʼ ἀθέσφατον ὕδωρ
那里它们离开邻近大洋无尽的水域,
εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.
聚集成团,巨大如二十桨的巨舰。
πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει
当有人武装起来对付它们时,
ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο.
它们也常常迷走而接近陡峭的海岸。
πᾶσι δʼ ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης
对于除海犬之外所有体形异常巨大的海兽而言,
νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα·
肢体沉重,行路艰难;
οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν
因为它们既无法看清远方,
πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν
又因沉重巨大的身躯而无法游遍整个海洋,
ἠλιβάτοις, μάλα δʼ ὀψὲ κυλινδόμενοι φορέονται.
极度缓慢地翻滚前行。
τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς
因此,一条体色发灰、身躯修长、
φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή,
细尾的鱼,常作为所有巨兽的伴侣同行,
ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει
它卓然游在前方,通过指引引领海中道路;
σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα.
因此人们称它为“向导”。
κήτει δʼ ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος
对海兽而言,它是一位极其受喜爱的同伴,
πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κʼ ἐθέλῃσι
既是引导者又是守护者;
ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ
它能轻易地将海兽引向它所欲去之处。因为海兽唯独跟随着这条鱼,
πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δʼ αὐτοῦ
以忠实的心始终对待忠诚的朋友;
στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν
鱼在近旁徘徊,将其细尾伸展在巨兽眼前,
οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τινʼ ἄγρην
向它指示一切,无论是何种猎物。
- 5.19ὑπὸ ζεύγλῃσι δʼ ἔθηκαν / οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα
动词 ἔθηκαν(主语为凡人)后接表示目的或结果的不定词 ἔχειν(“置于轭下以承担……”)。πόνον ἑλκυστῆρα(“拖拽的劳役”)是 ἔχειν 的宾格宾语,受形容词 ταλαεργόν(“坚忍耐劳的”)修饰,οὐρήων 为所属所有格(“骡子的”)。
- 5.27οὐ δὲ θαλάσσης / κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ
οὐ δὲ(或作 οὐδέ)否定全句,并对 μειλιχίοισι 构成缓饰(litotes)修辞:“凡靠近者,绝不会遇上温顺的海中公羊(即必遭凶猛攻击)”。κριοῖς 为与格,由中动相动词 συνοίσεται(“相遇、遭遇”)支配。关系从句 ὅς κε πελάσσῃ 为泛指条件关系从句(κε 搭配虚拟法)。
- 5.37ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις
无 ἄν 的希求法 ἀνισώσαιτο 在关系从句中表示潜能(potential),属于荷马及后起史诗的典型句法:“(勇气)大到足以匹敌可怖的锤头双髻鲨”。其先行词为前句中的 ἀλκή,ζυγαίναις 为中动相动词 ἀνισόομαι(“使自己与……匹敌”)所要求的与格补足语。
