← 奥皮安

捕鱼歌

§5.229-5.305

击毙受创海兽并拖曳靠岸

随着疲惫的海兽力竭受制,皮囊相继浮出水面,士气大振的渔夫们手执各式铁刃重创海兽,并将恶臭的舱底水灌入其创口以加速其死亡。巨兽最终受缚,如战俘战船般在凯歌声中被拖曳向岸滩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
229

κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα,1

当它那狂暴的心屈从于疲竭,可憎毁灭的天秤倾斜而下时,

230

ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης

最先的一具皮囊便浮出水面,

ἀγγέλλων, μέγα δʼ ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν.

宣告胜利的结局,并在猎手们心中激起无比的勇气。

οἶον δʼ ἀλγινόεντος ἀνερχόμενον πολέμοιο

正如从苦难的战事中归来的传令官,

κήρυκʼ ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳ

身着洁白的衣裳,

φαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,

面带喜悦的容颜,

235

αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκʼ ἀκοῦσαι,

受到那些满怀期盼等待聆听吉报的同袍们欢呼迎候;

ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε

他们望见报捷的兽皮自下方升起时,

ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δʼ ἄλλοι

亦是如此欢欣雀跃。随即,

ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,

其他皮囊也相继从海中浮现升起,拖曳着沉重的巨怪;

βριθὺ πέλωρ σύροντες· ὁ δʼ ἕλκεται οὐλόμενος θὴρ

而那凶残的海兽在劳苦与伤痛中狂乱挣扎,

240

οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.

极不情愿地被拖拽而行。

ἔνθα τότʼ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας

彼时,捕鱼者的胆气油然而生,

εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·

他们以紧促的划桨将多桨之舟逼近猎物。

πολλὴ δὲ σμαραγή, πολλὴ δʼ ἀνὰ πόντον ἀϋτὴ

急迫之人的喧嚣与海面上的呼喊响彻四方,

σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον

他们彼此呼唤投入鏖战;

245

κεκλομένων· φαίης κεν ἐνύαλιον πόνον ἀνδρῶν

你若得见,定会说眼前正是凡人战阵之辛劳,

δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,

盖因如此神勇充溢胸膛,

τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.

如此喧鸣与追逐之欲激荡人心。

τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας

远方某位山羊倌,或山谷中引着厚毛羊群的牧人,

αἰπόλος ἤ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,

或砍伐松木的樵夫,

250

ἢ δρυτόμος πεύκης ὀλετήρ ἢ θῆρας ἐναίρων

或射杀野兽的猎夫,闻得那沉浊的轰响,

θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,

惊异地来到大海与海滩近旁,

στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν

伫立岩头注视着深海交锋中凡人非凡的劳作,

φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης

以及这壮绝渔猎的终局;

εὐπάγλου· τοὺς δʼ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.

盖因不熄的水中战神阿瑞斯正激励着他们。

255

ἔνθʼ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν

于是,有人双掌挥动长刺的三叉戟,

πάλλει, ὁ δʼ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν

有人投射尖锐倒刺的标枪,

εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει

有人握持弯曲的镰刀,亦有人抡起双刃的斩牛巨斧;

ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου

人人皆有劳作,

χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα

坚韧的铁刃武装了每一个人的双手,他们俯冲猛进,

260

βάλλουσʼ, οὐτάζουσι, καταΐγδην ἐλόωντες.

近距离投掷刺戳那头巨兽。

αὐτὰρ ὅ γʼ ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται,

然而海兽已然忘却了往昔傲岸的神力,

οὐδʼ ἔτʼ ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν

任凭其如何焦急,

νῆας ἐπεσσυμένας, πτερύγων δʼ ὑπεραχθέϊ ῥιπῇ

巨颌亦无力抵挡冲上前的船只;

ἄκρῃ τʼ ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων

它只能借着鳍叶沉重的拍击与尾梢划破水底暗涌,

265

ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δʼ ἐρετμῶν

将船只反向逼退至船尾方向,

ἀνδρῶν τʼ ἠνορέην γνάμπτει πάλιν, ἠΰτʼ ἀήτης

挫败桨橹的奋进与健儿的勇力,

ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων·

恰如逆风翻卷波涛迎面冲撞船头。

τῶν δʼ ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,

然而欲图决战的人们呼号震天,

κῦμα δʼ ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο

整个海浪都被致命创口喷涌而出的鲜血所污秽;

270

ὠτειλαῖς ὀλοῇσι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ

浩瀚的海水因海兽的血而沸腾,

αἵματι κητείῳ, γλαυκὴ δʼ ἐρυθαίνεται ἃλμη.

苍苍海水尽染绯红。

ὡς δʼ ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο

正如冬日山洪自红土之岭奔流而下,

κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων

注入汹涌的海湾,血色泥沙受水势冲卷,

ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ,

在漩涡中翻腾激荡,

275

κιρναμένη δίνῃσιν· ἑκὰς δʼ ἐρυθαίνεται ὕδωρ

澄澈之水因赭红尘土而在极远处亦化为赤红,

ξανθῆς ἐκ κονίης, λύθρος δʼ ἔχει ὥστε θάλασσαν,

污泥如血海般泛滥;彼时,

ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται

被兵刃斩碎的海兽伤处血流如注,

φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν.

海潮通路亦被海兽腥红的污血尽数染赤。

ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου

渔夫们更舀起刺鼻酸臭的舱底污水,

280

πευκεδανὸν στάζουσʼ·2 ἡ δʼ ἕλκεσι μισγομένη ἃλς

滴注在它的创口之上;那盐水侵入伤创,

ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.

犹如烈火燃起最致命的毁灭。

ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ

正如天火借宙斯的鞭笞击中渡海的龙骨,

πόντου ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα

烟尘腾腾的风暴将它吞噬,

ῥιπή, τὴν δʼ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσειμισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,

而海水与神圣的烈焰相融更使其势大增;

ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει

那恶臭腐败的狂暴污水,

ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.

亦同样加剧了海兽痛苦的创伤与折磨。

ἀλλʼ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν

然而,当它被千刀万剐的剧痛所降伏,

ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο

命运将其送抵悲惨死亡的门槛时,

290

μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον

众人便兴高采烈地将它系牢向陆地拖拽;

γηθόσυνοι σύρουσιν· ὁ δʼ ἕλκεται οὐκ ἐθέλων περ,

它虽万般不愿,

πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,

却身受如销钉般的重重倒刺所洞穿,

νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·

宛若醉汉般垂首摇晃着步入致命毁灭的终局。

οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,

他们高唱宏伟的胜利凯歌,

295

εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ

伴着紧促的划桨在海面上齐声欢呼,

ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.

迎着疾驰的杉木桨叶唱出高亢的节奏。

ὡς δʼ ὁπότʼ εἰναλίοιο διακρινθέντος Ἄρηος

正如当海战尘埃落定,

νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας

人们缚住敌船与登船的水兵,

δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι

欢欣雀跃地驱船驶向陆地,

300

γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι

高唱响彻海天的划桨凯歌,

ναυμάχον εἰρεσίης παιήονα·3 τοὶ δʼ ἀέκοντες

而那些人极不情愿、满怀悲伤,

ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται,

身不由己地跟随仇敌;

ὣς οἵ γʼ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης

他们亦这般捆缚海中可怖的巨怪,

γηθόσυνοι κατάγουσιν ἐπʼ ᾐόνας· ἀλλʼ ὅτε χέρσῳ

欢天喜地地将其押往海滩。

305

ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος

然而当它触及陆地之时,真正的毁灭终将它激起。

语法注3 条
  1. 5.229κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα

    承接前一语段末尾由 ὅτε 引领的时间状语从句(ὅτε... λάβῃ... μεθύῃ...),此处继续并列使用现在时虚拟式 κλίνηται 与不定过去时虚拟式 ῥέψῃ。「毁灭的天秤倾斜」(ῥέψῃ... τάλαντα)是源自荷马史诗的传统意象,预示死亡命运的降临。

  2. 5.279ῥόον ἄντλου πευκεδανὸν στάζουσʼ

    ἄντλος 指船舱底部积存的污水(舱底水),在此作修饰 ῥόον 的属格,并由 πευκεδανόν(“苦涩的、刺鼻的”)限定修饰。此处描摹了渔夫将恶臭的高盐污水注入海兽伤口、以剧痛催其暴毙的捕猎手法。

  3. 5.301ναυμάχον εἰρεσίης παιήονα

    作为 διαπρύσιον βοόωσι(“高声呼喊”)的同源宾语或同格宾格,指海战胜利时水兵伴随划桨节拍(εἰρεσίης)齐声高唱的凯歌,呼应了后文将捕杀巨兽比作拖曳战败敌舰归航的整段博喻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.229-5.305